Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 24

1 ἔδειξέν μοι κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναου̃ κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλω̃νος τὸν Ιεχονιαν υἱὸν Ιωακιμ βασιλέα Ιουδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ Ιερουσαλημ καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλω̃να
2 ὁ κάλαθος ὁ εἱ̃ς σύκων χρηστω̃ν σφόδρα ὡς τὰ συ̃κα τὰ πρόιμα καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρω̃ν σφόδρα ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτω̃ν
3 καὶ εἰ̃πεν κύριος πρός με τί σὺ ὁρα̨̃ς Ιερεμια καὶ εἰ̃πα συ̃κα τὰ χρηστὰ χρηστὰ λίαν καὶ τὰ πονηρὰ πονηρὰ λίαν ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτω̃ν
4 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
5 τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ὡς τὰ συ̃κα τὰ χρηστὰ ταυ̃τα οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ιουδα οὓς ἐξαπέσταλκα ἐκ του̃ τόπου τούτου εἰς γη̃ν Χαλδαίων εἰς ἀγαθά
6 καὶ στηριω̃ τοὺς ὀφθαλμούς μου ἐπ' αὐτοὺς εἰς ἀγαθὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γη̃ν ταύτην εἰς ἀγαθὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καθελω̃ καὶ καταφυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω
7 καὶ δώσω αὐτοι̃ς καρδίαν του̃ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι κύριος καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεόν ὅτι ἐπιστραφήσονται ἐπ' ἐμὲ ἐξ ὅλης τη̃ς καρδίας αὐτω̃ν
8 καὶ ὡς τὰ συ̃κα τὰ πονηρά ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτω̃ν τάδε λέγει κύριος οὕτως παραδώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς μεγιστα̃νας αὐτου̃ καὶ τὸ κατάλοιπον Ιερουσαλημ τοὺς ὑπολελειμμένους ἐν τη̨̃ γη̨̃ ταύτη̨ καὶ τοὺς κατοικου̃ντας ἐν Αἰγύπτω̨
9 καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τη̃ς γη̃ς καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μι̃σος καὶ εἰς κατάραν ἐν παντὶ τόπω̨ οὑ̃ ἐξω̃σα αὐτοὺς ἐκει̃
10 καὶ ἀποστελω̃ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν θάνατον καὶ τὴν μάχαιραν ἕως ἂν ἐκλίπωσιν ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα αὐτοι̃ς
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.