Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 20

καὶ ἤκουσεν Πασχωρ υἱὸς Εμμηρ ὁ ἱερεύς καὶ οὑ̃τος ἠ̃ν καθεσταμένος ἡγούμενος οἴκου κυρίου του̃ Ιερεμιου προφητεύοντος τοὺς λόγους τούτους
καὶ ἐπάταξεν αὐτὸν καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρράκτην ὃς ἠ̃ν ἐν πύλη̨ οἴκου ἀποτεταγμένου του̃ ὑπερώ̨ου ὃς ἠ̃ν ἐν οἴκω̨ κυρίου
καὶ ἐξήγαγεν Πασχωρ τὸν Ιερεμιαν ἐκ του̃ καταρράκτου καὶ εἰ̃πεν αὐτω̨̃ Ιερεμιας οὐχὶ Πασχωρ ἐκάλεσεν κύριος τὸ ὄνομά σου ἀλλ' ἢ μέτοικον
διότι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πα̃σι τοι̃ς φίλοις σου καὶ πεσου̃νται ἐν μαχαίρα̨ ἐχθρω̃ν αὐτω̃ν καὶ οἱ ὀφθαλμοί σου ὄψονται καὶ σὲ καὶ πάντα Ιουδαν δώσω εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ μετοικιου̃σιν αὐτοὺς καὶ κατακόψουσιν αὐτοὺς ἐν μαχαίραις
καὶ δώσω τὴν πα̃σαν ἰσχὺν τη̃ς πόλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτη̃ς καὶ πάντας τοὺς θησαυροὺς του̃ βασιλέως Ιουδα εἰς χει̃ρας ἐχθρω̃ν αὐτου̃ καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλω̃να
καὶ σὺ καὶ πάντες οἱ κατοικου̃ντες ἐν τω̨̃ οἴκω̨ σου πορεύσεσθε ἐν αἰχμαλωσία̨ καὶ ἐν Βαβυλω̃νι ἀποθανη̨̃ καὶ ἐκει̃ ταφήση̨ σὺ καὶ πάντες οἱ φίλοι σου οἱ̃ς ἐπροφήτευσας αὐτοι̃ς ψευδη̃
ἠπάτησάς με κύριε καὶ ἠπατήθην ἐκράτησας καὶ ἠδυνάσθης ἐγενόμην εἰς γέλωτα πα̃σαν ἡμέραν διετέλεσα μυκτηριζόμενος
ὅτι πικρω̨̃ λόγω̨ μου γελάσομαι ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι ὅτι ἐγενήθη λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πα̃σαν ἡμέραν μου
καὶ εἰ̃πα οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ καὶ ἐγένετο ὡς πυ̃ρ καιόμενον φλέγον ἐν τοι̃ς ὀστέοις μου καὶ παρει̃μαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν
10 ὅτι ἤκουσα ψόγον πολλω̃ν συναθροιζομένων κυκλόθεν ἐπισύστητε καὶ ἐπισυστω̃μεν αὐτω̨̃ πάντες ἄνδρες φίλοι αὐτου̃ τηρήσατε τὴν ἐπίνοιαν αὐτου̃ εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτω̨̃ καὶ λημψόμεθα τὴν ἐκδίκησιν ἡμω̃ν ἐξ αὐτου̃
11 καὶ κύριος μετ' ἐμου̃ καθὼς μαχητὴς ἰσχύων διὰ του̃το ἐδίωξαν καὶ νοη̃σαι οὐκ ἠδύναντο ἠ̨σχύνθησαν σφόδρα ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτω̃ν αἳ δι' αἰω̃νος οὐκ ἐπιλησθήσονται
12 κύριε δοκιμάζων δίκαια συνίων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σου̃ ἐκδίκησιν ἐν αὐτοι̃ς ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου
13 ἄ̨σατε τω̨̃ κυρίω̨ αἰνέσατε αὐτω̨̃ ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων
14 ἐπικατάρατος ἡ ἡμέρα ἐν ἡ̨̃ ἐτέχθην ἐν αὐτη̨̃ ἡ ἡμέρα ἐν ἡ̨̃ ἔτεκέν με ἡ μήτηρ μου μὴ ἔστω ἐπευκτή
15 ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τω̨̃ πατρί μου λέγων ἐτέχθη σοι ἄρσεν εὐφραινόμενος
16 ἔστω ὁ ἄνθρωπος ἐκει̃νος ὡς αἱ πόλεις ἃς κατέστρεψεν κύριος ἐν θυμω̨̃ καὶ οὐ μετεμελήθη ἀκουσάτω κραυγη̃ς τὸ πρωὶ καὶ ἀλαλαγμου̃ μεσημβρίας
17 ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρα̨ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήμψεως αἰωνίας
18 ἵνα τί του̃το ἐξη̃λθον ἐκ μήτρας του̃ βλέπειν κόπους καὶ πόνους καὶ διετέλεσαν ἐν αἰσχύνη̨ αἱ ἡμέραι μου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.