Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 21

ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὅτε ἀπέστειλεν πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκιας τὸν Πασχωρ υἱὸν Μελχιου καὶ Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα λέγων
ἐπερώτησον περὶ ἡμω̃ν τὸν κύριον ὅτι βασιλεὺς Βαβυλω̃νος ἐφέστηκεν ἐφ' ἡμα̃ς εἰ ποιήσει κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτου̃ καὶ ἀπελεύσεται ἀφ' ἡμω̃ν
καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ιερεμιας οὕτως ἐρει̃τε πρὸς Σεδεκιαν βασιλέα Ιουδα
τάδε λέγει κύριος ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικά ἐν οἱ̃ς ὑμει̃ς πολεμει̃τε ἐν αὐτοι̃ς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμα̃ς ἔξωθεν του̃ τείχους εἰς τὸ μέσον τη̃ς πόλεως ταύτης
καὶ πολεμήσω ἐγὼ ὑμα̃ς ἐν χειρὶ ἐκτεταμένη̨ καὶ ἐν βραχίονι κραταιω̨̃ μετὰ θυμου̃ καὶ ὀργη̃ς καὶ παροργισμου̃ μεγάλου
καὶ πατάξω πάντας τοὺς κατοικου̃ντας ἐν τη̨̃ πόλει ταύτη̨ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτω̨ μεγάλω̨ καὶ ἀποθανου̃νται
καὶ μετὰ ταυ̃τα οὕτως λέγει κύριος δώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς παι̃δας αὐτου̃ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τη̨̃ πόλει ταύτη̨ ἀπὸ του̃ θανάτου καὶ ἀπὸ του̃ λιμου̃ καὶ ἀπὸ τη̃ς μαχαίρας εἰς χει̃ρας ἐχθρω̃ν αὐτω̃ν τω̃ν ζητούντων τὰς ψυχὰς αὐτω̃ν καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας οὐ φείσομαι ἐπ' αὐτοι̃ς καὶ οὐ μὴ οἰκτιρήσω αὐτούς
καὶ πρὸς τὸν λαὸν του̃τον ἐρει̃ς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμω̃ν τὴν ὁδὸν τη̃ς ζωη̃ς καὶ τὴν ὁδὸν του̃ θανάτου
ὁ καθήμενος ἐν τη̨̃ πόλει ταύτη̨ ἀποθανει̃ται ἐν μαχαίρα̨ καὶ ἐν λιμω̨̃ καὶ ὁ ἐκπορευόμενος προσχωρη̃σαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμα̃ς ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτου̃ εἰς σκυ̃λα καὶ ζήσεται
10 διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος παραδοθήσεται καὶ κατακαύσει αὐτὴν ἐν πυρί
11 ὁ οἰ̃κος βασιλέως Ιουδα ἀκούσατε λόγον κυρίου
12 οἰ̃κος Δαυιδ τάδε λέγει κύριος κρίνατε τὸ πρωὶ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικου̃ντος αὐτόν ὅπως μὴ ἀναφθη̨̃ ὡς πυ̃ρ ἡ ὀργή μου καὶ καυθήσεται καὶ οὐκ ἔσται ὁ σβέσων
13 ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικου̃ντα τὴν κοιλάδα Σορ τὴν πεδινὴν τοὺς λέγοντας τίς πτοήσει ἡμα̃ς ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμω̃ν
14 καὶ ἀνάψω πυ̃ρ ἐν τω̨̃ δρυμω̨̃ αὐτη̃ς καὶ ἔδεται πάντα τὰ κύκλω̨ αὐτη̃ς
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.