|
2 καὶ εἰ̃πεν τάδε λέγει κύριος ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου του̃ ἐξακολουθη̃σαί σε τω̨̃ ἁγίω̨ Ισραηλ λέγει κύριος |
3 ἅγιος Ισραηλ τω̨̃ κυρίω̨ ἀρχὴ γενημάτων αὐτου̃ πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν κακὰ ἥξει ἐπ' αὐτούς φησὶν κύριος |
4 ἀκούσατε λόγον κυρίου οἰ̃κος Ιακωβ καὶ πα̃σα πατριὰ οἴκου Ισραηλ |
5 τάδε λέγει κύριος τί εὕροσαν οἱ πατέρες ὑμω̃ν ἐν ἐμοὶ πλημμέλημα ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμου̃ καὶ ἐπορεύθησαν ὀπίσω τω̃ν ματαίων καὶ ἐματαιώθησαν |
6 καὶ οὐκ εἰ̃παν που̃ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμα̃ς ἐκ γη̃ς Αἰγύπτου ὁ καθοδηγήσας ἡμα̃ς ἐν τη̨̃ ἐρήμω̨ ἐν γη̨̃ ἀπείρω̨ καὶ ἀβάτω̨ ἐν γη̨̃ ἀνύδρω̨ καὶ ἀκάρπω̨ ἐν γη̨̃ ἐν ἡ̨̃ οὐ διώδευσεν ἐν αὐτη̨̃ οὐθὲν καὶ οὐ κατώ̨κησεν ἐκει̃ υἱὸς ἀνθρώπου |
7 καὶ εἰσήγαγον ὑμα̃ς εἰς τὸν Κάρμηλον του̃ φαγει̃ν ὑμα̃ς τοὺς καρποὺς αὐτου̃ καὶ τὰ ἀγαθὰ αὐτου̃ καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γη̃ν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα |
8 οἱ ἱερει̃ς οὐκ εἰ̃παν που̃ ἐστιν κύριος καὶ οἱ ἀντεχόμενοι του̃ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ καὶ οἱ προφη̃ται ἐπροφήτευον τη̨̃ Βααλ καὶ ὀπίσω ἀνωφελου̃ς ἐπορεύθησαν |
9 διὰ του̃το ἔτι κριθήσομαι πρὸς ὑμα̃ς λέγει κύριος καὶ πρὸς τοὺς υἱοὺς τω̃ν υἱω̃ν ὑμω̃ν κριθήσομαι |
10 διότι διέλθετε εἰς νήσους Χεττιιμ καὶ ἴδετε καὶ εἰς Κηδαρ ἀποστείλατε καὶ νοήσατε σφόδρα καὶ ἴδετε εἰ γέγονεν τοιαυ̃τα |
11 εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτω̃ν καὶ οὑ̃τοι οὔκ εἰσιν θεοί ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτου̃ ἐξ ἡ̃ς οὐκ ὠφεληθήσονται |
12 ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτω̨ καὶ ἔφριξεν ἐπὶ πλει̃ον σφόδρα λέγει κύριος |
13 ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωη̃ς καὶ ὤρυξαν ἑαυτοι̃ς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν |
14 μὴ δου̃λός ἐστιν Ισραηλ ἢ οἰκογενής ἐστιν διὰ τί εἰς προνομὴν ἐγένετο |
15 ἐπ' αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν φωνὴν αὐτω̃ν οἳ ἔταξαν τὴν γη̃ν αὐτου̃ εἰς ἔρημον καὶ αἱ πόλεις αὐτου̃ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικει̃σθαι |
16 καὶ υἱοὶ Μέμφεως καὶ Ταφνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου |
17 οὐχὶ ταυ̃τα ἐποίησέν σοι τὸ καταλιπει̃ν σε ἐμέ λέγει κύριος ὁ θεός σου |
18 καὶ νυ̃ν τί σοι καὶ τη̨̃ ὁδω̨̃ Αἰγύπτου του̃ πιει̃ν ὕδωρ Γηων καὶ τί σοι καὶ τη̨̃ ὁδω̨̃ 'Ασσυρίων του̃ πιει̃ν ὕδωρ ποταμω̃ν |
19 παιδεύσει σε ἡ ἀποστασία σου καὶ ἡ κακία σου ἐλέγξει σε καὶ γνω̃θι καὶ ἰδὲ ὅτι πικρόν σοι τὸ καταλιπει̃ν σε ἐμέ λέγει κύριος ὁ θεός σου καὶ οὐκ εὐδόκησα ἐπὶ σοί λέγει κύριος ὁ θεός σου |
20 ὅτι ἀπ' αἰω̃νος συνέτριψας τὸν ζυγόν σου διέσπασας τοὺς δεσμούς σου καὶ εἰ̃πας οὐ δουλεύσω ἀλλὰ πορεύσομαι ἐπὶ πα̃ν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου ἐκει̃ διαχυθήσομαι ἐν τη̨̃ πορνεία̨ μου |
21 ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πα̃σαν ἀληθινήν πω̃ς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία |
22 ἐὰν ἀποπλύνη̨ ἐν νίτρω̨ καὶ πληθύνη̨ς σεαυτη̨̃ πόαν κεκηλίδωσαι ἐν ται̃ς ἀδικίαις σου ἐναντίον ἐμου̃ λέγει κύριος |
23 πω̃ς ἐρει̃ς οὐκ ἐμιάνθην καὶ ὀπίσω τη̃ς Βααλ οὐκ ἐπορεύθην ἰδὲ τὰς ὁδούς σου ἐν τω̨̃ πολυανδρίω̨ καὶ γνω̃θι τί ἐποίησας ὀψὲ φωνὴ αὐτη̃ς ὠλόλυξεν τὰς ὁδοὺς αὐτη̃ς |
24 ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου ἐν ἐπιθυμίαις ψυχη̃ς αὐτη̃ς ἐπνευματοφορει̃το παρεδόθη τίς ἐπιστρέψει αὐτήν πάντες οἱ ζητου̃ντες αὐτὴν οὐ κοπιάσουσιν ἐν τη̨̃ ταπεινώσει αὐτη̃ς εὑρήσουσιν αὐτήν |
25 ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδου̃ τραχείας καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους ἡ δὲ εἰ̃πεν ἀνδριου̃μαι ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτω̃ν ἐπορεύετο |
26 ὡς αἰσχύνη κλέπτου ὅταν ἁλω̨̃ οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ βασιλει̃ς αὐτω̃ν καὶ οἱ ἄρχοντες αὐτω̃ν καὶ οἱ ἱερει̃ς αὐτω̃ν καὶ οἱ προφη̃ται αὐτω̃ν |
27 τω̨̃ ξύλω̨ εἰ̃παν ὅτι πατήρ μου εἰ̃ σύ καὶ τω̨̃ λίθω̨ σὺ ἐγέννησάς με καὶ ἔστρεψαν ἐπ' ἐμὲ νω̃τα καὶ οὐ πρόσωπα αὐτω̃ν καὶ ἐν τω̨̃ καιρω̨̃ τω̃ν κακω̃ν αὐτω̃ν ἐρου̃σιν ἀνάστα καὶ σω̃σον ἡμα̃ς |
28 καὶ που̃ εἰσιν οἱ θεοί σου οὓς ἐποίησας σεαυτω̨̃ εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρω̨̃ τη̃ς κακώσεώς σου ὅτι κατ' ἀριθμὸν τω̃ν πόλεών σου ἠ̃σαν θεοί σου Ιουδα καὶ κατ' ἀριθμὸν διόδων τη̃ς Ιερουσαλημ ἔθυον τη̨̃ Βααλ |
29 ἵνα τί λαλει̃τε πρός με πάντες ὑμει̃ς ἠσεβήσατε καὶ πάντες ὑμει̃ς ἠνομήσατε εἰς ἐμέ λέγει κύριος |
30 μάτην ἐπάταξα τὰ τέκνα ὑμω̃ν παιδείαν οὐκ ἐδέξασθε μάχαιρα κατέφαγεν τοὺς προφήτας ὑμω̃ν ὡς λέων ὀλεθρεύων καὶ οὐκ ἐφοβήθητε |
31 ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος μὴ ἔρημος ἐγενόμην τω̨̃ Ισραηλ ἢ γη̃ κεχερσωμένη διὰ τί εἰ̃πεν ὁ λαός μου οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι |
32 μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτη̃ς καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτη̃ς ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας ὡ̃ν οὐκ ἔστιν ἀριθμός |
33 τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ται̃ς ὁδοι̃ς σου του̃ ζητη̃σαι ἀγάπησιν οὐχ οὕτως ἀλλὰ καὶ σὺ ἐπονηρεύσω του̃ μια̃ναι τὰς ὁδούς σου |
34 καὶ ἐν ται̃ς χερσίν σου εὑρέθησαν αἵματα ψυχω̃ν ἀθώ̨ων οὐκ ἐν διορύγμασιν εὑ̃ρον αὐτούς ἀλλ' ἐπὶ πάση̨ δρυί |
35 καὶ εἰ̃πας ἀθω̨̃ός εἰμι ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτου̃ ἀπ' ἐμου̃ ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τω̨̃ λέγειν σε οὐχ ἥμαρτον |
36 τί κατεφρόνησας σφόδρα του̃ δευτερω̃σαι τὰς ὁδούς σου καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήση̨ καθὼς κατη̨σχύνθης ἀπὸ Ασσουρ |
37 ὅτι καὶ ἐντευ̃θεν ἐξελεύση̨ καὶ αἱ χει̃ρές σου ἐπὶ τη̃ς κεφαλη̃ς σου ὅτι ἀπώσατο κύριος τὴν ἐλπίδα σου καὶ οὐκ εὐοδωθήση̨ ἐν αὐτη̨̃ |