Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 16

καὶ σὺ μὴ λάβη̨ς γυναι̃κα λέγει κύριος ὁ θεὸς Ισραηλ
καὶ οὐ γεννηθήσεταί σοι υἱὸς οὐδὲ θυγάτηρ ἐν τω̨̃ τόπω̨ τούτω̨
ὅτι τάδε λέγει κύριος περὶ τω̃ν υἱω̃ν καὶ περὶ τω̃ν θυγατέρων τω̃ν γεννωμένων ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ περὶ τω̃ν μητέρων αὐτω̃ν τω̃ν τετοκυιω̃ν αὐτοὺς καὶ περὶ τω̃ν πατέρων αὐτω̃ν τω̃ν γεγεννηκότων αὐτοὺς ἐν τη̨̃ γη̨̃ ταύτη̨
ἐν θανάτω̨ νοσερω̨̃ ἀποθανου̃νται οὐ κοπήσονται καὶ οὐ ταφήσονται εἰς παράδειγμα ἐπὶ προσώπου τη̃ς γη̃ς ἔσονται καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ ἐν μαχαίρα̨ πεσου̃νται καὶ ἐν λιμω̨̃ συντελεσθήσονται
τάδε λέγει κύριος μὴ εἰσέλθη̨ς εἰς θίασον αὐτω̃ν καὶ μὴ πορευθη̨̃ς του̃ κόψασθαι καὶ μὴ πενθήση̨ς αὐτούς ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ του̃ λαου̃ τούτου
οὐ μὴ κόψωνται αὐτοὺς οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσωσιν καὶ οὐ ξυρήσονται
καὶ οὐ μὴ κλασθη̨̃ ἄρτος ἐν πένθει αὐτω̃ν εἰς παράκλησιν ἐπὶ τεθνηκότι οὐ ποτιου̃σιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτου̃
εἰς οἰκίαν πότου οὐκ εἰσελεύση̨ συγκαθίσαι μετ' αὐτω̃ν του̃ φαγει̃ν καὶ πιει̃ν
διότι τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ καταλύω ἐκ του̃ τόπου τούτου ἐνώπιον τω̃ν ὀφθαλμω̃ν ὑμω̃ν καὶ ἐν ται̃ς ἡμέραις ὑμω̃ν φωνὴν χαρα̃ς καὶ φωνὴν εὐφροσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης
10 καὶ ἔσται ὅταν ἀναγγείλη̨ς τω̨̃ λαω̨̃ τούτω̨ ἅπαντα τὰ ῥήματα ταυ̃τα καὶ εἴπωσιν πρὸς σέ διὰ τί ἐλάλησεν κύριος ἐφ' ἡμα̃ς πάντα τὰ κακὰ ταυ̃τα τίς ἡ ἀδικία ἡμω̃ν καὶ τίς ἡ ἁμαρτία ἡμω̃ν ἣν ἡμάρτομεν ἔναντι κυρίου του̃ θεου̃ ἡμω̃ν
11 καὶ ἐρει̃ς αὐτοι̃ς ἀνθ' ὡ̃ν ἐγκατέλιπόν με οἱ πατέρες ὑμω̃ν λέγει κύριος καὶ ὤ̨χοντο ὀπίσω θεω̃ν ἀλλοτρίων καὶ ἐδούλευσαν αὐτοι̃ς καὶ προσεκύνησαν αὐτοι̃ς καὶ ἐμὲ ἐγκατέλιπον καὶ τὸν νόμον μου οὐκ ἐφυλάξαντο
12 καὶ ὑμει̃ς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμω̃ν καὶ ἰδοὺ ὑμει̃ς πορεύεσθε ἕκαστος ὀπίσω τω̃ν ἀρεστω̃ν τη̃ς καρδίας ὑμω̃ν τη̃ς πονηρα̃ς του̃ μὴ ὑπακούειν μου
13 καὶ ἀπορρίψω ὑμα̃ς ἀπὸ τη̃ς γη̃ς ταύτης εἰς τὴν γη̃ν ἣν οὐκ ἤ̨δειτε ὑμει̃ς καὶ οἱ πατέρες ὑμω̃ν καὶ δουλεύσετε ἐκει̃ θεοι̃ς ἑτέροις οἳ οὐ δώσουσιν ὑμι̃ν ἔλεος
14 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐκ ἐρου̃σιν ἔτι ζη̨̃ κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου
15 ἀλλά ζη̨̃ κύριος ὃς ἀνήγαγεν τὸν οἰ̃κον Ισραηλ ἀπὸ γη̃ς βορρα̃ καὶ ἀπὸ πασω̃ν τω̃ν χωρω̃ν οὑ̃ ἐξώσθησαν ἐκει̃ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γη̃ν αὐτω̃ν ἣν ἔδωκα τοι̃ς πατράσιν αὐτω̃ν
16 ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλεει̃ς τοὺς πολλούς λέγει κύριος καὶ ἁλιεύσουσιν αὐτούς καὶ μετὰ ταυ̃τα ἀποστελω̃ τοὺς πολλοὺς θηρευτάς καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνου̃ καὶ ἐκ τω̃ν τρυμαλιω̃ν τω̃ν πετρω̃ν
17 ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτω̃ν καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτω̃ν ἀπέναντι τω̃ν ὀφθαλμω̃ν μου
18 καὶ ἀνταποδώσω διπλα̃ς τὰς ἀδικίας αὐτω̃ν καὶ τὰς ἁμαρτίας αὐτω̃ν ἐφ' αἱ̃ς ἐβεβήλωσαν τὴν γη̃ν μου ἐν τοι̃ς θνησιμαίοις τω̃ν βδελυγμάτων αὐτω̃ν καὶ ἐν ται̃ς ἀνομίαις αὐτω̃ν ἐν αἱ̃ς ἐπλημμέλησαν τὴν κληρονομίαν μου
19 κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρα̨ κακω̃ν πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τη̃ς γη̃ς καὶ ἐρου̃σιν ὡς ψευδη̃ ἐκτήσαντο οἱ πατέρες ἡμω̃ν εἴδωλα καὶ οὐκ ἔστιν ἐν αὐτοι̃ς ὠφέλημα
20 εἰ ποιήσει ἑαυτω̨̃ ἄνθρωπος θεούς καὶ οὑ̃τοι οὔκ εἰσιν θεοί
21 διὰ του̃το ἰδοὺ ἐγὼ δηλώσω αὐτοι̃ς ἐν τω̨̃ καιρω̨̃ τούτω̨ τὴν χει̃ρά μου καὶ γνωριω̃ αὐτοι̃ς τὴν δύναμίν μου καὶ γνώσονται ὅτι ὄνομά μοι κύριος
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.