|
|
|
|
5 ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον καὶ στηρίσει σάρκα βραχίονος αὐτου̃ ἐπ' αὐτόν καὶ ἀπὸ κυρίου ἀποστη̨̃ ἡ καρδία αὐτου̃ |
6 καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τη̨̃ ἐρήμω̨ οὐκ ὄψεται ὅταν ἔλθη̨ τὰ ἀγαθά καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμω̨ ἐν γη̨̃ ἁλμυρα̨̃ ἥτις οὐ κατοικει̃ται |
7 καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τω̨̃ κυρίω̨ καὶ ἔσται κύριος ἐλπὶς αὐτου̃ |
8 καὶ ἔσται ὡς ξύλον εὐθηνου̃ν παρ' ὕδατα καὶ ἐπὶ ἰκμάδα βαλει̃ ῥίζας αὐτου̃ καὶ οὐ φοβηθήσεται ὅταν ἔλθη̨ καυ̃μα καὶ ἔσται ἐπ' αὐτω̨̃ στελέχη ἀλσώδη ἐν ἐνιαυτω̨̃ ἀβροχίας οὐ φοβηθήσεται καὶ οὐ διαλείψει ποιω̃ν καρπόν |
9 βαθει̃α ἡ καρδία παρὰ πάντα καὶ ἄνθρωπός ἐστιν καὶ τίς γνώσεται αὐτόν |
10 ἐγὼ κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφροὺς του̃ δου̃ναι ἑκάστω̨ κατὰ τὰς ὁδοὺς αὐτου̃ καὶ κατὰ τοὺς καρποὺς τω̃ν ἐπιτηδευμάτων αὐτου̃ |
11 ἐφώνησεν πέρδιξ συνήγαγεν ἃ οὐκ ἔτεκεν ποιω̃ν πλου̃τον αὐτου̃ οὐ μετὰ κρίσεως ἐν ἡμίσει ἡμερω̃ν αὐτου̃ ἐγκαταλείψουσιν αὐτόν καὶ ἐπ' ἐσχάτων αὐτου̃ ἔσται ἄφρων |
12 θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμω̃ν |
13 ὑπομονὴ Ισραηλ κύριε πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν ἀφεστηκότες ἐπὶ τη̃ς γη̃ς γραφήτωσαν ὅτι ἐγκατέλιπον πηγὴν ζωη̃ς τὸν κύριον |
14 ἴασαί με κύριε καὶ ἰαθήσομαι σω̃σόν με καὶ σωθήσομαι ὅτι καύχημά μου σὺ εἰ̃ |
15 ἰδοὺ αὐτοὶ λέγουσι πρός με που̃ ἐστιν ὁ λόγος κυρίου ἐλθάτω |
16 ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθω̃ν ὀπίσω σου καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα σὺ ἐπίστη̨ τὰ ἐκπορευόμενα διὰ τω̃ν χειλέων μου πρὸ προσώπου σού ἐστιν |
17 μὴ γενηθη̨̃ς μοι εἰς ἀλλοτρίωσιν φειδόμενός μου ἐν ἡμέρα̨ πονηρα̨̃ |
18 καταισχυνθήτωσαν οἱ διώκοντές με καὶ μὴ καταισχυνθείην ἐγώ πτοηθείησαν αὐτοί καὶ μὴ πτοηθείην ἐγώ ἐπάγαγε ἐπ' αὐτοὺς ἡμέραν πονηράν δισσὸν σύντριμμα σύντριψον αὐτούς |
19 τάδε λέγει κύριος βάδισον καὶ στη̃θι ἐν πύλαις υἱω̃ν λαου̃ σου ἐν αἱ̃ς εἰσπορεύονται ἐν αὐται̃ς βασιλει̃ς Ιουδα καὶ ἐν αἱ̃ς ἐκπορεύονται ἐν αὐται̃ς καὶ ἐν πάσαις ται̃ς πύλαις Ιερουσαλημ |
20 καὶ ἐρει̃ς πρὸς αὐτούς ἀκούσατε λόγον κυρίου βασιλει̃ς Ιουδα καὶ πα̃σα Ιουδαία καὶ πα̃σα Ιερουσαλημ οἱ εἰσπορευόμενοι ἐν ται̃ς πύλαις ταύταις |
21 τάδε λέγει κύριος φυλάσσεσθε τὰς ψυχὰς ὑμω̃ν καὶ μὴ αἴρετε βαστάγματα ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ μὴ ἐκπορεύεσθε ται̃ς πύλαις Ιερουσαλημ |
22 καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιω̃ν ὑμω̃ν ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ πα̃ν ἔργον οὐ ποιήσετε ἁγιάσατε τὴν ἡμέραν τω̃ν σαββάτων καθὼς ἐνετειλάμην τοι̃ς πατράσιν ὑμω̃ν καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὐ̃ς αὐτω̃ν |
23 καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτω̃ν ὑπὲρ τοὺς πατέρας αὐτω̃ν του̃ μὴ ἀκου̃σαί μου καὶ του̃ μὴ δέξασθαι παιδείαν |
24 καὶ ἔσται ἐὰν ἀκοη̨̃ ἀκούσητέ μου λέγει κύριος του̃ μὴ εἰσφέρειν βαστάγματα διὰ τω̃ν πυλω̃ν τη̃ς πόλεως ταύτης ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τω̃ν σαββάτων του̃ μὴ ποιει̃ν πα̃ν ἔργον |
25 καὶ εἰσελεύσονται διὰ τω̃ν πυλω̃ν τη̃ς πόλεως ταύτης βασιλει̃ς καὶ ἄρχοντες καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ' ἅρμασιν καὶ ἵπποις αὐτω̃ν αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτω̃ν ἄνδρες Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰω̃να |
26 καὶ ἥξουσιν ἐκ τω̃ν πόλεων Ιουδα καὶ κυκλόθεν Ιερουσαλημ καὶ ἐκ γη̃ς Βενιαμιν καὶ ἐκ τη̃ς πεδινη̃ς καὶ ἐκ του̃ ὄρους καὶ ἐκ τη̃ς πρὸς νότον φέροντες ὁλοκαυτώματα καὶ θυσίαν καὶ θυμιάματα καὶ μαναα καὶ λίβανον φέροντες αἴνεσιν εἰς οἰ̃κον κυρίου |
27 καὶ ἔσται ἐὰν μὴ εἰσακούσητέ μου του̃ ἁγιάζειν τὴν ἡμέραν τω̃ν σαββάτων του̃ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσθαι ται̃ς πύλαις Ιερουσαλημ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ ἀνάψω πυ̃ρ ἐν ται̃ς πύλαις αὐτη̃ς καὶ καταφάγεται ἄμφοδα Ιερουσαλημ καὶ οὐ σβεσθήσεται |