Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΟΥΔΉΘ, κεφαλίς 11

1 καὶ εἰ̃πεν πρὸς αὐτὴν Ολοφέρνης θάρσησον γύναι μὴ φοβηθη̨̃ς τη̨̃ καρδία̨ σου ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον ὅστις ἡ̨ρέτικεν δουλεύειν βασιλει̃ Ναβουχοδονοσορ πάσης τη̃ς γη̃ς
2 καὶ νυ̃ν ὁ λαός σου ὁ κατοικω̃ν τὴν ὀρεινὴν εἰ μὴ ἐφαύλισάν με οὐκ ἂν ἠ̃ρα τὸ δόρυ μου ἐπ' αὐτούς ἀλλὰ αὐτοὶ ἑαυτοι̃ς ἐποίησαν ταυ̃τα
3 καὶ νυ̃ν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπ' αὐτω̃ν καὶ ἠ̃λθες πρὸς ἡμα̃ς ἥκεις γὰρ εἰς σωτηρίαν θάρσει ἐν τη̨̃ νυκτὶ ταύτη̨ ζήση̨ καὶ εἰς τὸ λοιπόν
4 οὐ γὰρ ἔστιν ὃς ἀδικήσει σε ἀλλ' εὐ̃ σε ποιήσει καθὰ γίνεται τοι̃ς δούλοις του̃ κυρίου μου βασιλέως Ναβουχοδονοσορ
5 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ιουδιθ δέξαι τὰ ῥήματα τη̃ς δούλης σου καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου καὶ οὐκ ἀναγγελω̃ ψευ̃δος τω̨̃ κυρίω̨ μου ἐν τη̨̃ νυκτὶ ταύτη̨
6 καὶ ἐὰν κατακολουθήση̨ς τοι̃ς λόγοις τη̃ς παιδίσκης σου τελείως πρα̃γμα ποιήσει μετὰ σου̃ ὁ θεός καὶ οὐκ ἀποπεσει̃ται ὁ κύριός μου τω̃ν ἐπιτηδευμάτων αὐτου̃
7 ζη̨̃ γὰρ βασιλεὺς Ναβουχοδονοσορ πάσης τη̃ς γη̃ς καὶ ζη̨̃ τὸ κράτος αὐτου̃ ὃς ἀπέστειλέν σε εἰς κατόρθωσιν πάσης ψυχη̃ς ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτω̨̃ ἀλλὰ καὶ τὰ θηρία του̃ ἀγρου̃ καὶ τὰ κτήνη καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ διὰ τη̃ς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονοσορ καὶ πάντα τὸν οἰ̃κον αὐτου̃
8 ἠκούσαμεν γὰρ τὴν σοφίαν σου καὶ τὰ πανουργεύματα τη̃ς ψυχη̃ς σου καὶ ἀνηγγέλη πάση̨ τη̨̃ γη̨̃ ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάση̨ βασιλεία̨ καὶ δυνατὸς ἐν ἐπιστήμη̨ καὶ θαυμαστὸς ἐν στρατεύμασιν πολέμου
9 καὶ νυ̃ν ὁ λόγος ὃν ἐλάλησεν Αχιωρ ἐν τη̨̃ συνεδρία̨ σου ἠκούσαμεν τὰ ῥήματα αὐτου̃ ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βαιτυλουα καὶ ἀνήγγειλεν αὐτοι̃ς πάντα ὅσα ἐξελάλησεν παρὰ σοί
10 διό δέσποτα κύριε μὴ παρέλθη̨ς τὸν λόγον αὐτου̃ ἀλλὰ κατάθου αὐτὸν ἐν τη̨̃ καρδία̨ σου ὅτι ἐστὶν ἀληθής οὐ γὰρ ἐκδικα̃ται τὸ γένος ἡμω̃ν οὐ κατισχύει ῥομφαία ἐπ' αὐτούς ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν θεὸν αὐτω̃ν
11 καὶ νυ̃ν ἵνα μὴ γένηται ὁ κύριός μου ἔκβολος καὶ ἄπρακτος καὶ ἐπιπεσει̃ται θάνατος ἐπὶ πρόσωπον αὐτω̃ν καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα ἐν ὡ̨̃ παροργιου̃σιν τὸν θεὸν αὐτω̃ν ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν
12 ἐπεὶ παρεξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ ἐσπανίσθη πα̃ν ὕδωρ ἐβουλεύσαντο ἐπιβαλει̃ν τοι̃ς κτήνεσιν αὐτω̃ν καὶ πάντα ὅσα διεστείλατο αὐτοι̃ς ὁ θεὸς τοι̃ς νόμοις αὐτου̃ μὴ φαγει̃ν διέγνωσαν δαπανη̃σαι
13 καὶ τὰς ἀπαρχὰς του̃ σίτου καὶ τὰς δεκάτας του̃ οἴνου καὶ του̃ ἐλαίου ἃ διεφύλαξαν ἁγιάσαντες τοι̃ς ἱερευ̃σιν τοι̃ς παρεστηκόσιν ἐν Ιερουσαλημ ἀπέναντι του̃ προσώπου του̃ θεου̃ ἡμω̃ν κεκρίκασιν ἐξαναλω̃σαι ὡ̃ν οὐδὲ ται̃ς χερσὶν καθη̃κεν ἅψασθαι οὐδένα τω̃ν ἐκ του̃ λαου̃
14 καὶ ἀπεστάλκασιν εἰς Ιερουσαλημ ὅτι καὶ οἱ ἐκει̃ κατοικου̃ντες ἐποίησαν ταυ̃τα τοὺς μετακομίσοντας αὐτοι̃ς τὴν ἄφεσιν παρὰ τη̃ς γερουσίας
15 καὶ ἔσται ὡς ἂν ἀναγγείλη̨ αὐτοι̃ς καὶ ποιήσωσιν δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
16 ὅθεν ἐγὼ ἡ δούλη σου ἐπιγνου̃σα ταυ̃τα πάντα ἀπέδρων ἀπὸ προσώπου αὐτω̃ν καὶ ἀπέστειλέν με ὁ θεὸς ποιη̃σαι μετὰ σου̃ πράγματα ἐφ' οἱ̃ς ἐκστήσεται πα̃σα ἡ γη̃ ὅσοι ἐὰν ἀκούσωσιν αὐτά
17 ὅτι ἡ δούλη σου θεοσεβής ἐστιν καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν θεὸν του̃ οὐρανου̃ καὶ νυ̃ν μενω̃ παρὰ σοί κύριέ μου καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ νύκτα εἰς τὴν φάραγγα καὶ προσεύξομαι πρὸς τὸν θεόν καὶ ἐρει̃ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτω̃ν
18 καὶ ἐλθου̃σα προσανοίσω σοι καὶ ἐξελεύση̨ σὺν πάση̨ τη̨̃ δυνάμει σου καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτω̃ν
19 καὶ ἄξω σε διὰ μέσου τη̃ς Ιουδαίας ἕως του̃ ἐλθει̃ν ἀπέναντι Ιερουσαλημ καὶ θήσω τὸν δίφρον σου ἐν μέσω̨ αὐτη̃ς καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα οἱ̃ς οὐκ ἔστιν ποιμήν καὶ οὐ γρύξει κύων τη̨̃ γλώσση̨ αὐτου̃ ἀπέναντί σου ὅτι ταυ̃τα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι καὶ ἀπεστάλην ἀναγγει̃λαί σοι
20 καὶ ἤρεσαν οἱ λόγοι αὐτη̃ς ἐναντίον Ολοφέρνου καὶ ἐναντίον πάντων τω̃ν θεραπόντων αὐτου̃ καὶ ἐθαύμασαν ἐπὶ τη̨̃ σοφία̨ αὐτη̃ς καὶ εἰ̃παν
21 οὐκ ἔστιν τοιαύτη γυνὴ ἀπ' ἄκρου ἕως ἄκρου τη̃ς γη̃ς ἐν καλω̨̃ προσώπω̨ καὶ συνέσει λόγων
22 καὶ εἰ̃πεν πρὸς αὐτὴν Ολοφέρνης εὐ̃ ἐποίησεν ὁ θεὸς ἀποστείλας σε ἔμπροσθεν του̃ λαου̃ του̃ γενηθη̃ναι ἐν χερσὶν ἡμω̃ν κράτος ἐν δὲ τοι̃ς φαυλίσασι τὸν κύριόν μου ἀπώλειαν
23 καὶ νυ̃ν ἀστεία εἰ̃ σὺ ἐν τω̨̃ εἴδει σου καὶ ἀγαθὴ ἐν τοι̃ς λόγοις σου ὅτι ἐὰν ποιήση̨ς καθὰ ἐλάλησας ὁ θεός σου ἔσται μου θεός καὶ σὺ ἐν οἴκω̨ βασιλέως Ναβουχοδονοσορ καθήση̨ καὶ ἔση̨ ὀνομαστὴ παρὰ πα̃σαν τὴν γη̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.