ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ,
κεφαλίς 5
1 ἄγε νυ̃ν οἱ πλούσιοι κλαύσατε ὀλολύζοντες ἐπὶ ται̃ς ταλαιπωρίαις ὑμω̃ν ται̃ς ἐπερχομέναις |
2 ὁ πλου̃τος ὑμω̃ν σέσηπεν καὶ τὰ ἱμάτια ὑμω̃ν σητόβρωτα γέγονεν |
3 ὁ χρυσòς ὑμω̃ν καὶ ὁ ἄργυρος κατίωται καὶ ὁ ἰòς αὐτω̃ν εἰς μαρτύριον ὑμι̃ν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμω̃ν ὡς πυ̃ρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις |
4 ἰδοὺ ὁ μισθòς τω̃ν ἐργατω̃ν τω̃ν ἀμησάντων τὰς χώρας ὑμω̃ν ὁ ἀπεστερημένος ἀφ' ὑμω̃ν κράζει καὶ αἱ βοαὶ τω̃ν θερισάντων εἰς τὰ ὠ̃τα κυρίου Σαβαὼθ εἰσεληλύθασιν |
5 ἐτρυφήσατε ἐπὶ τη̃ς γη̃ς καὶ ἐσπαταλήσατε ἐθρέψατε τὰς καρδίας ὑμω̃ν ἐν ἡμέρα̨ σφαγη̃ς |
6 κατεδικάσατε ἐφονεύσατε τòν δίκαιον οὐκ ἀντιτάσσεται ὑμι̃ν |
7 μακροθυμήσατε οὐ̃ν ἀδελφοί ἕως τη̃ς παρουσίας του̃ κυρίου ἰδοὺ ὁ γεωργòς ἐκδέχεται τòν τίμιον καρπòν τη̃ς γη̃ς μακροθυμω̃ν ἐπ' αὐτω̨̃ ἕως λάβη̨ πρόϊμον καὶ ὄψιμον |
8 μακροθυμήσατε καὶ ὑμει̃ς στηρίξατε τὰς καρδίας ὑμω̃ν ὅτι ἡ παρουσία του̃ κυρίου ἤγγικεν |
9 μὴ στενάζετε ἀδελφοί κατ' ἀλλήλων ἵνα μὴ κριθη̃τε ἰδοὺ ὁ κριτὴς πρò τω̃ν θυρω̃ν ἕστηκεν |
10 ὑπόδειγμα λάβετε ἀδελφοί τη̃ς κακοπαθείας καὶ τη̃ς μακροθυμίας τοὺς προφήτας οἳ ἐλάλησαν ἐν τω̨̃ ὀνόματι κυρίου |
11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας τὴν ὑπομονὴν ’Ιὼβ ἠκούσατε καὶ τò τέλος κυρίου εἴδετε ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων |
12 πρò πάντων δέ ἀδελφοί μου μὴ ὀμνύετε μήτε τòν οὐρανòν μήτε τὴν γη̃ν μήτε ἄλλον τινὰ ὅρκον ἤτω δὲ ὑμω̃ν τò ναὶ ναὶ καὶ τò οὒ οὔ ἵνα μὴ ὑπò κρίσιν πέσητε |
13 κακοπαθει̃ τις ἐν ὑμι̃ν προσευχέσθω εὐθυμει̃ τις ψαλλέτω |
14 ἀσθενει̃ τις ἐν ὑμι̃ν προσκαλεσάσθω τοὺς πρεσβυτέρους τη̃ς ἐκκλησίας καὶ προσευξάσθωσαν ἐπ' αὐτòν ἀλείψαντες αὐτòν ἐλαίω̨ ἐν τω̨̃ ὀνόματι του̃ κυρίου |
15 καὶ ἡ εὐχὴ τη̃ς πίστεως σώσει τòν κάμνοντα καὶ ἐγερει̃ αὐτòν ὁ κύριος κἂν ἁμαρτίας ἠ̨̃ πεποιηκώς ἀφεθήσεται αὐτω̨̃ |
16 ἐξομολογει̃σθε οὐ̃ν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθη̃τε πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη |
17 ’Ηλίας ἄνθρωπος ἠ̃ν ὁμοιοπαθὴς ἡμι̃ν καὶ προσευχη̨̃ προσηύξατο του̃ μὴ βρέξαι καὶ οὐκ ἔβρεξεν ἐπὶ τη̃ς γη̃ς ἐνιαυτοὺς τρει̃ς καὶ μη̃νας ἕξ |
18 καὶ πάλιν προσηύξατο καὶ ὁ οὐρανòς ὑετòν ἔδωκεν καὶ ἡ γη̃ ἐβλάστησεν τòν καρπòν αὐτη̃ς |
19 ἀδελφοί μου ἐάν τις ἐν ὑμι̃ν πλανηθη̨̃ ἀπò τη̃ς ἀληθείας καὶ ἐπιστρέψη̨ τις αὐτόν |
20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλòν ἐκ πλάνης ὁδου̃ αὐτου̃ σώσει ψυχὴν αὐτου̃ ἐκ θανάτου καὶ καλύψει πλη̃θος ἁμαρτιω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.