1 καὶ ἐγένετο ἐν ται̃ς ἡμέραις Αχαζ του̃ Ιωαθαμ του̃ υἱου̃ Οζιου βασιλέως Ιουδα ἀνέβη Ραασσων βασιλεὺς Αραμ καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ ἐπὶ Ιερουσαλημ πολεμη̃σαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκη̃σαι αὐτήν |
2 καὶ ἀνηγγέλη εἰς τὸν οἰ̃κον Δαυιδ λέγοντες συνεφώνησεν Αραμ πρὸς τὸν Εφραιμ καὶ ἐξέστη ἡ ψυχὴ αὐτου̃ καὶ ἡ ψυχὴ του̃ λαου̃ αὐτου̃ ὃν τρόπον ὅταν ἐν δρυμω̨̃ ξύλον ὑπὸ πνεύματος σαλευθη̨̃ |
3 καὶ εἰ̃πεν κύριος πρὸς Ησαιαν ἔξελθε εἰς συνάντησιν Αχαζ σὺ καὶ ὁ καταλειφθεὶς Ιασουβ ὁ υἱός σου πρὸς τὴν κολυμβήθραν τη̃ς ἄνω ὁδου̃ του̃ ἀγρου̃ του̃ γναφέως |
4 καὶ ἐρει̃ς αὐτω̨̃ φύλαξαι του̃ ἡσυχάσαι καὶ μὴ φοβου̃ μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τω̃ν δύο ξύλων τω̃ν δαλω̃ν τω̃ν καπνιζομένων τούτων ὅταν γὰρ ὀργὴ του̃ θυμου̃ μου γένηται πάλιν ἰάσομαι |
5 καὶ ὁ υἱὸς του̃ Αραμ καὶ ὁ υἱὸς του̃ Ρομελιου ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σου̃ λέγοντες |
6 ἀναβησόμεθα εἰς τὴν Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοι̃ς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμα̃ς καὶ βασιλεύσομεν αὐτη̃ς τὸν υἱὸν Ταβεηλ |
7 τάδε λέγει κύριος σαβαωθ οὐ μὴ ἐμμείνη̨ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται |
8 ἀλλ' ἡ κεφαλὴ Αραμ Δαμασκός ἀλλ' ἔτι ἑξήκοντα καὶ πέντε ἐτω̃ν ἐκλείψει ἡ βασιλεία Εφραιμ ἀπὸ λαου̃ |
9 καὶ ἡ κεφαλὴ Εφραιμ Σομορων καὶ ἡ κεφαλὴ Σομορων υἱὸς του̃ Ρομελιου καὶ ἐὰν μὴ πιστεύσητε οὐδὲ μὴ συνη̃τε |
10 καὶ προσέθετο κύριος λαλη̃σαι τω̨̃ Αχαζ λέγων |
11 αἴτησαι σεαυτω̨̃ σημει̃ον παρὰ κυρίου θεου̃ σου εἰς βάθος ἢ εἰς ὕψος |
12 καὶ εἰ̃πεν Αχαζ οὐ μὴ αἰτήσω οὐδ' οὐ μὴ πειράσω κύριον |
13 καὶ εἰ̃πεν ἀκούσατε δή οἰ̃κος Δαυιδ μὴ μικρὸν ὑμι̃ν ἀγω̃να παρέχειν ἀνθρώποις καὶ πω̃ς κυρίω̨ παρέχετε ἀγω̃να |
14 διὰ του̃το δώσει κύριος αὐτὸς ὑμι̃ν σημει̃ον ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτου̃ Εμμανουηλ |
15 βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνω̃ναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν |
16 διότι πρὶν ἢ γνω̃ναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθει̃ πονηρία̨ του̃ ἐκλέξασθαι τὸ ἀγαθόν καὶ καταλειφθήσεται ἡ γη̃ ἣν σὺ φοβη̨̃ ἀπὸ προσώπου τω̃ν δύο βασιλέων |
17 ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἰ̃κον του̃ πατρός σου ἡμέρας αἳ οὔπω ἥκασιν ἀφ' ἡ̃ς ἡμέρας ἀφει̃λεν Εφραιμ ἀπὸ Ιουδα τὸν βασιλέα τω̃ν 'Ασσυρίων |
18 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ συριει̃ κύριος μυίαις ὃ κυριεύει μέρους ποταμου̃ Αἰγύπτου καὶ τη̨̃ μελίσση̨ ἥ ἐστιν ἐν χώρα̨ 'Ασσυρίων |
19 καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ται̃ς φάραγξι τη̃ς χώρας καὶ ἐν ται̃ς τρώγλαις τω̃ν πετρω̃ν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πα̃σαν ῥαγάδα καὶ ἐν παντὶ ξύλω̨ |
20 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ξυρήσει κύριος τω̨̃ ξυρω̨̃ τω̨̃ μεγάλω̨ καὶ μεμεθυσμένω̨ ὅ ἐστιν πέραν του̃ ποταμου̃ βασιλέως 'Ασσυρίων τὴν κεφαλὴν καὶ τὰς τρίχας τω̃ν ποδω̃ν καὶ τὸν πώγωνα ἀφελει̃ |
21 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ θρέψει ἄνθρωπος δάμαλιν βοω̃ν καὶ δύο πρόβατα |
22 καὶ ἔσται ἀπὸ του̃ πλει̃στον ποιει̃ν γάλα βούτυρον καὶ μέλι φάγεται πα̃ς ὁ καταλειφθεὶς ἐπὶ τη̃ς γη̃ς |
23 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ πα̃ς τόπος οὑ̃ ἐὰν ὠ̃σιν χίλιαι ἄμπελοι χιλίων σίκλων εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν |
24 μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκει̃ ὅτι χέρσος καὶ ἄκανθα ἔσται πα̃σα ἡ γη̃ |
25 καὶ πα̃ν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται καὶ οὐ μὴ ἐπέλθη̨ ἐκει̃ φόβος ἔσται γὰρ ἀπὸ τη̃ς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ εἰς καταπάτημα βοός |