Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 60

1 φωτίζου φωτίζου Ιερουσαλημ ἥκει γάρ σου τὸ φω̃ς καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν
2 ἰδοὺ σκότος καὶ γνόφος καλύψει γη̃ν ἐπ' ἔθνη ἐπὶ δὲ σὲ φανήσεται κύριος καὶ ἡ δόξα αὐτου̃ ἐπὶ σὲ ὀφθήσεται
3 καὶ πορεύσονται βασιλει̃ς τω̨̃ φωτί σου καὶ ἔθνη τη̨̃ λαμπρότητί σου
4 ἀ̃ρον κύκλω̨ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόθεν καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται
5 τότε ὄψη̨ καὶ φοβηθήση̨ καὶ ἐκστήση̨ τη̨̃ καρδία̨ ὅτι μεταβαλει̃ εἰς σὲ πλου̃τος θαλάσσης καὶ ἐθνω̃ν καὶ λαω̃ν καὶ ἥξουσίν σοι
6 ἀγέλαι καμήλων καὶ καλύψουσίν σε κάμηλοι Μαδιαμ καὶ Γαιφα πάντες ἐκ Σαβα ἥξουσιν φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν καὶ τὸ σωτήριον κυρίου εὐαγγελιου̃νται
7 καὶ πάντα τὰ πρόβατα Κηδαρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιωθ ἥξουσίν σοι καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου καὶ ὁ οἰ̃κος τη̃ς προσευχη̃ς μου δοξασθήσεται
8 τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοι̃ς
9 ἐμὲ νη̃σοι ὑπέμειναν καὶ πλοι̃α Θαρσις ἐν πρώτοις ἀγαγει̃ν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ' αὐτω̃ν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον του̃ Ισραηλ ἔνδοξον εἰ̃ναι
10 καὶ οἰκοδομήσουσιν ἀλλογενει̃ς τὰ τείχη σου καὶ οἱ βασιλει̃ς αὐτω̃ν παραστήσονταί σοι διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε
11 καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται εἰσαγαγει̃ν πρὸς σὲ δύναμιν ἐθνω̃ν καὶ βασιλει̃ς ἀγομένους
12 τὰ γὰρ ἔθνη καὶ οἱ βασιλει̃ς οἵτινες οὐ δουλεύσουσίν σοι ἀπολου̃νται καὶ τὰ ἔθνη ἐρημία̨ ἐρημωθήσονται
13 καὶ ἡ δόξα του̃ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσω̨ καὶ πεύκη̨ καὶ κέδρω̨ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου
14 καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ κληθήση̨ πόλις κυρίου Σιων ἁγίου Ισραηλ
15 διὰ τὸ γεγενη̃σθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην καὶ οὐκ ἠ̃ν ὁ βοηθω̃ν καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον εὐφροσύνην γενεω̃ν γενεαι̃ς
16 καὶ θηλάσεις γάλα ἐθνω̃ν καὶ πλου̃τον βασιλέων φάγεσαι καὶ γνώση̨ ὅτι ἐγὼ κύριος ὁ σώ̨ζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ισραηλ
17 καὶ ἀντὶ χαλκου̃ οἴσω σοι χρυσίον ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν ἀντὶ δὲ λίθων σίδηρον καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνη̨ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνη̨
18 καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τη̨̃ γη̨̃ σου οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοι̃ς ὁρίοις σου ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου καὶ αἱ πύλαι σου γλύμμα
19 καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φω̃ς ἡμέρας οὐδὲ ἀνατολὴ σελήνης φωτιει̃ σοι τὴν νύκτα ἀλλ' ἔσται σοι κύριος φω̃ς αἰώνιον καὶ ὁ θεὸς δόξα σου
20 οὐ γὰρ δύσεται ὁ ἥλιός σοι καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει ἔσται γὰρ κύριός σοι φω̃ς αἰώνιον καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι του̃ πένθους σου
21 καὶ ὁ λαός σου πα̃ς δίκαιος καὶ δι' αἰω̃νος κληρονομήσουσιν τὴν γη̃ν φυλάσσων τὸ φύτευμα ἔργα χειρω̃ν αὐτου̃ εἰς δόξαν
22 ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς

ΗΣΑΙΑΣ, κεφαλίς 61

1 πνευ̃μα κυρίου ἐπ' ἐμέ οὑ̃ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοι̃ς ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τη̨̃ καρδία̨ κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοι̃ς ἀνάβλεψιν
2 καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως παρακαλέσαι πάντας τοὺς πενθου̃ντας
3 δοθη̃ναι τοι̃ς πενθου̃σιν Σιων δόξαν ἀντὶ σποδου̃ ἄλειμμα εὐφροσύνης τοι̃ς πενθου̃σιν καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας καὶ κληθήσονται γενεαὶ δικαιοσύνης φύτευμα κυρίου εἰς δόξαν
4 καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας ἐξηρημωμένας πρότερον ἐξαναστήσουσιν καὶ καινιου̃σιν πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς
5 καὶ ἥξουσιν ἀλλογενει̃ς ποιμαίνοντες τὰ πρόβατά σου καὶ ἀλλόφυλοι ἀροτη̃ρες καὶ ἀμπελουργοί
6 ὑμει̃ς δὲ ἱερει̃ς κυρίου κληθήσεσθε λειτουργοὶ θεου̃ ἰσχὺν ἐθνω̃ν κατέδεσθε καὶ ἐν τω̨̃ πλούτω̨ αὐτω̃ν θαυμασθήσεσθε
7 οὕτως ἐκ δευτέρας κληρονομήσουσιν τὴν γη̃ν καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλη̃ς αὐτω̃ν
8 ἐγὼ γάρ εἰμι κύριος ὁ ἀγαπω̃ν δικαιοσύνην καὶ μισω̃ν ἁρπάγματα ἐξ ἀδικίας καὶ δώσω τὸν μόχθον αὐτω̃ν δικαίοις καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοι̃ς
9 καὶ γνωσθήσεται ἐν τοι̃ς ἔθνεσιν τὸ σπέρμα αὐτω̃ν καὶ τὰ ἔκγονα αὐτω̃ν πα̃ς ὁ ὁρω̃ν αὐτοὺς ἐπιγνώσεται αὐτούς ὅτι οὑ̃τοί εἰσιν σπέρμα ηὐλογημένον ὑπὸ θεου̃
10 καὶ εὐφροσύνη̨ εὐφρανθήσονται ἐπὶ κύριον ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τω̨̃ κυρίω̨ ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου καὶ χιτω̃να εὐφροσύνης ὡς νυμφίω̨ περιέθηκέν μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέν με κόσμω̨
11 καὶ ὡς γη̃ν αὔξουσαν τὸ ἄνθος αὐτη̃ς καὶ ὡς κη̃πος τὰ σπέρματα αὐτου̃ οὕτως ἀνατελει̃ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τω̃ν ἐθνω̃ν

ΗΣΑΙΑΣ, κεφαλίς 62

1 διὰ Σιων οὐ σιωπήσομαι καὶ διὰ Ιερουσαλημ οὐκ ἀνήσω ἕως ἂν ἐξέλθη̨ ὡς φω̃ς ἡ δικαιοσύνη μου τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται
2 καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλει̃ς τὴν δόξαν σου καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν ὃ ὁ κύριος ὀνομάσει αὐτό
3 καὶ ἔση̨ στέφανος κάλλους ἐν χειρὶ κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ θεου̃ σου
4 καὶ οὐκέτι κληθήση̨ καταλελειμμένη καὶ ἡ γη̃ σου οὐ κληθήσεται ἔρημος σοὶ γὰρ κληθήσεται θέλημα ἐμόν καὶ τη̨̃ γη̨̃ σου οἰκουμένη
5 καὶ ὡς συνοικω̃ν νεανίσκος παρθένω̨ οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σου̃ καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφη̨ οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί
6 καὶ ἐπὶ τω̃ν τειχέων σου Ιερουσαλημ κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνη̨σκόμενοι κυρίου
7 οὐκ ἔστιν γὰρ ὑμι̃ν ὅμοιος ἐὰν διορθώση̨ καὶ ποιήση̨ Ιερουσαλημ ἀγαυρίαμα ἐπὶ τη̃ς γη̃ς
8 ὤμοσεν κύριος κατὰ τη̃ς δεξια̃ς αὐτου̃ καὶ κατὰ τη̃ς ἰσχύος του̃ βραχίονος αὐτου̃ εἰ ἔτι δώσω τὸν σι̃τόν σου καὶ τὰ βρώματά σου τοι̃ς ἐχθροι̃ς σου καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἰ̃νόν σου ἐφ' ὡ̨̃ ἐμόχθησας
9 ἀλλ' ἢ οἱ συνάγοντες φάγονται αὐτὰ καὶ αἰνέσουσιν κύριον καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ται̃ς ἐπαύλεσιν ται̃ς ἁγίαις μου
10 πορεύεσθε διὰ τω̃ν πυλω̃ν μου καὶ ὁδοποιήσατε τω̨̃ λαω̨̃ μου καὶ τοὺς λίθους τοὺς ἐκ τη̃ς ὁδου̃ διαρρίψατε ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη
11 ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τη̃ς γη̃ς εἴπατε τη̨̃ θυγατρὶ Σιων ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτου̃ μισθὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτου̃
12 καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου σὺ δὲ κληθήση̨ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.