Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 5

ἄ̨σω δὴ τω̨̃ ἠγαπημένω̨ ἀ̨̃σμα του̃ ἀγαπητου̃ τω̨̃ ἀμπελω̃νί μου ἀμπελὼν ἐγενήθη τω̨̃ ἠγαπημένω̨ ἐν κέρατι ἐν τόπω̨ πίονι
καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα καὶ ἐφύτευσα ἄμπελον σωρηχ καὶ ὠ̨κοδόμησα πύργον ἐν μέσω̨ αὐτου̃ καὶ προλήνιον ὤρυξα ἐν αὐτω̨̃ καὶ ἔμεινα του̃ ποιη̃σαι σταφυλήν ἐποίησεν δὲ ἀκάνθας
καὶ νυ̃ν ἄνθρωπος του̃ Ιουδα καὶ οἱ ἐνοικου̃ντες ἐν Ιερουσαλημ κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον του̃ ἀμπελω̃νός μου
τί ποιήσω ἔτι τω̨̃ ἀμπελω̃νί μου καὶ οὐκ ἐποίησα αὐτω̨̃ διότι ἔμεινα του̃ ποιη̃σαι σταφυλήν ἐποίησεν δὲ ἀκάνθας
νυ̃ν δὲ ἀναγγελω̃ ὑμι̃ν τί ποιήσω τω̨̃ ἀμπελω̃νί μου ἀφελω̃ τὸν φραγμὸν αὐτου̃ καὶ ἔσται εἰς διαρπαγήν καὶ καθελω̃ τὸν τοι̃χον αὐτου̃ καὶ ἔσται εἰς καταπάτημα
καὶ ἀνήσω τὸν ἀμπελω̃νά μου καὶ οὐ μὴ τμηθη̨̃ οὐδὲ μὴ σκαφη̨̃ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα καὶ ται̃ς νεφέλαις ἐντελου̃μαι του̃ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν
ὁ γὰρ ἀμπελὼν κυρίου σαβαωθ οἰ̃κος του̃ Ισραηλ ἐστίν καὶ ἄνθρωπος του̃ Ιουδα νεόφυτον ἠγαπημένον ἔμεινα του̃ ποιη̃σαι κρίσιν ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν
οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες ἵνα του̃ πλησίον ἀφέλωνταί τι μὴ οἰκήσετε μόνοι ἐπὶ τη̃ς γη̃ς
ἠκούσθη γὰρ εἰς τὰ ὠ̃τα κυρίου σαβαωθ ταυ̃τα ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί καὶ οὐκ ἔσονται οἱ ἐνοικου̃ντες ἐν αὐται̃ς
10 οὑ̃ γὰρ ἐργω̃νται δέκα ζεύγη βοω̃ν ποιήσει κεράμιον ἕν καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία
11 οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σικερα διώκοντες οἱ μένοντες τὸ ὀψέ ὁ γὰρ οἰ̃νος αὐτοὺς συγκαύσει
12 μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλω̃ν τὸν οἰ̃νον πίνουσιν τὰ δὲ ἔργα κυρίου οὐκ ἐμβλέπουσιν καὶ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ οὐ κατανοου̃σιν
13 τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον καὶ πλη̃θος ἐγενήθη νεκρω̃ν διὰ λιμὸν καὶ δίψαν ὕδατος
14 καὶ ἐπλάτυνεν ὁ ἅ̨δης τὴν ψυχὴν αὐτου̃ καὶ διήνοιξεν τὸ στόμα αὐτου̃ του̃ μὴ διαλιπει̃ν καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτη̃ς
15 καὶ ταπεινωθήσεται ἄνθρωπος καὶ ἀτιμασθήσεται ἀνήρ καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται
16 καὶ ὑψωθήσεται κύριος σαβαωθ ἐν κρίματι καὶ ὁ θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνη̨
17 καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταυ̃ροι καὶ τὰς ἐρήμους τω̃ν ἀπειλημμένων ἄρνες φάγονται
18 οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίω̨ μακρω̨̃ καὶ ὡς ζυγου̃ ἱμάντι δαμάλεως τὰς ἀνομίας
19 οἱ λέγοντες τὸ τάχος ἐγγισάτω ἃ ποιήσει ἵνα ἴδωμεν καὶ ἐλθάτω ἡ βουλὴ του̃ ἁγίου Ισραηλ ἵνα γνω̃μεν
20 οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν οἱ τιθέντες τὸ σκότος φω̃ς καὶ τὸ φω̃ς σκότος οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν
21 οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοι̃ς καὶ ἐνώπιον ἑαυτω̃ν ἐπιστήμονες
22 οὐαὶ οἱ ἰσχύοντες ὑμω̃ν οἱ τὸν οἰ̃νον πίνοντες καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σικερα
23 οἱ δικαιου̃ντες τὸν ἀσεβη̃ ἕνεκεν δώρων καὶ τὸ δίκαιον του̃ δικαίου αἴροντες
24 διὰ του̃το ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης ἡ ῥίζα αὐτω̃ν ὡς χνου̃ς ἔσται καὶ τὸ ἄνθος αὐτω̃ν ὡς κονιορτὸς ἀναβήσεται οὐ γὰρ ἠθέλησαν τὸν νόμον κυρίου σαβαωθ ἀλλὰ τὸ λόγιον του̃ ἁγίου Ισραηλ παρώξυναν
25 καὶ ἐθυμώθη ὀργη̨̃ κύριος σαβαωθ ἐπὶ τὸν λαὸν αὐτου̃ καὶ ἐπέβαλεν τὴν χει̃ρα αὐτου̃ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς καὶ παρωξύνθη τὰ ὄρη καὶ ἐγενήθη τὰ θνησιμαι̃α αὐτω̃ν ὡς κοπρία ἐν μέσω̨ ὁδου̃ καὶ ἐν πα̃σι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή
26 τοιγαρου̃ν ἀρει̃ σύσσημον ἐν τοι̃ς ἔθνεσιν τοι̃ς μακρὰν καὶ συριει̃ αὐτοι̃ς ἀπ' ἄκρου τη̃ς γη̃ς καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται
27 οὐ πεινάσουσιν οὐδὲ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδὲ κοιμηθήσονται οὐδὲ λύσουσιν τὰς ζώνας αὐτω̃ν ἀπὸ τη̃ς ὀσφύος αὐτω̃ν οὐδὲ μὴ ῥαγω̃σιν οἱ ἱμάντες τω̃ν ὑποδημάτων αὐτω̃ν
28 ὡ̃ν τὰ βέλη ὀξει̃ά ἐστιν καὶ τὰ τόξα αὐτω̃ν ἐντεταμένα οἱ πόδες τω̃ν ἵππων αὐτω̃ν ὡς στερεὰ πέτρα ἐλογίσθησαν οἱ τροχοὶ τω̃ν ἁρμάτων αὐτω̃ν ὡς καταιγίς
29 ὁρμω̃σιν ὡς λέοντες καὶ παρέστηκαν ὡς σκύμνος λέοντος καὶ ἐπιλήμψεται καὶ βοήσει ὡς θηρίου καὶ ἐκβαλει̃ καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς
30 καὶ βοήσει δι' αὐτοὺς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὡς φωνὴ θαλάσσης κυμαινούσης καὶ ἐμβλέψονται εἰς τὴν γη̃ν καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τη̨̃ ἀπορία̨ αὐτω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.