Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 49

ἀκούσατέ μου νη̃σοι καὶ προσέχετε ἔθνη διὰ χρόνου πολλου̃ στήσεται λέγει κύριος ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου
καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξει̃αν καὶ ὑπὸ τὴν σκέπην τη̃ς χειρὸς αὐτου̃ ἔκρυψέν με ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τη̨̃ φαρέτρα̨ αὐτου̃ ἐσκέπασέν με
καὶ εἰ̃πέν μοι δου̃λός μου εἰ̃ σύ Ισραηλ καὶ ἐν σοὶ δοξασθήσομαι
καὶ ἐγὼ εἰ̃πα κενω̃ς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου διὰ του̃το ἡ κρίσις μου παρὰ κυρίω̨ καὶ ὁ πόνος μου ἐναντίον του̃ θεου̃ μου
καὶ νυ̃ν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δου̃λον ἑαυτω̨̃ του̃ συναγαγει̃ν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου καὶ ὁ θεός μου ἔσται μου ἰσχύς
καὶ εἰ̃πέν μοι μέγα σοί ἐστιν του̃ κληθη̃ναί σε παι̃δά μου του̃ στη̃σαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν του̃ Ισραηλ ἐπιστρέψαι ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φω̃ς ἐθνω̃ν του̃ εἰ̃ναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τη̃ς γη̃ς
οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ θεὸς Ισραηλ ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτου̃ τὸν βδελυσσόμενον ὑπὸ τω̃ν ἐθνω̃ν τω̃ν δούλων τω̃ν ἀρχόντων βασιλει̃ς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτω̨̃ ἕνεκεν κυρίου ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ καὶ ἐξελεξάμην σε
οὕτως λέγει κύριος καιρω̨̃ δεκτω̨̃ ἐπήκουσά σου καὶ ἐν ἡμέρα̨ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνω̃ν του̃ καταστη̃σαι τὴν γη̃ν καὶ κληρονομη̃σαι κληρονομίαν ἐρήμου
λέγοντα τοι̃ς ἐν δεσμοι̃ς ἐξέλθατε καὶ τοι̃ς ἐν τω̨̃ σκότει ἀνακαλυφθη̃ναι καὶ ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτω̃ν βοσκηθήσονται καὶ ἐν πάσαις ται̃ς τρίβοις ἡ νομὴ αὐτω̃ν
10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος ἀλλὰ ὁ ἐλεω̃ν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγω̃ν ὑδάτων ἄξει αὐτούς
11 καὶ θήσω πα̃ν ὄρος εἰς ὁδὸν καὶ πα̃σαν τρίβον εἰς βόσκημα αὐτοι̃ς
12 ἰδοὺ οὑ̃τοι πόρρωθεν ἔρχονται οὑ̃τοι ἀπὸ βορρα̃ καὶ οὑ̃τοι ἀπὸ θαλάσσης ἄλλοι δὲ ἐκ γη̃ς Περσω̃ν
13 εὐφραίνεσθε οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γη̃ ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτου̃ καὶ τοὺς ταπεινοὺς του̃ λαου̃ αὐτου̃ παρεκάλεσεν
14 εἰ̃πεν δὲ Σιων ἐγκατέλιπέν με κύριος καὶ ὁ κύριος ἐπελάθετό μου
15 μὴ ἐπιλήσεται γυνὴ του̃ παιδίου αὐτη̃ς του̃ μὴ ἐλεη̃σαι τὰ ἔκγονα τη̃ς κοιλίας αὐτη̃ς εἰ δὲ καὶ ἐπιλάθοιτο ταυ̃τα γυνή ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου εἰ̃πεν κύριος
16 ἰδοὺ ἐπὶ τω̃ν χειρω̃ν μου ἐζωγράφησά σου τὰ τείχη καὶ ἐνώπιόν μου εἰ̃ διὰ παντός
17 καὶ ταχὺ οἰκοδομηθήση̨ ὑφ' ὡ̃ν καθη̨ρέθης καὶ οἱ ἐρημώσαντές σε ἐκ σου̃ ἐξελεύσονται
18 ἀ̃ρον κύκλω̨ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ ζω̃ ἐγώ λέγει κύριος ὅτι πάντας αὐτοὺς ἐνδύση̨ καὶ περιθήση̨ αὐτοὺς ὡς κόσμον νύμφης
19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νυ̃ν στενοχωρήσει ἀπὸ τω̃ν κατοικούντων καὶ μακρυνθήσονται ἀπὸ σου̃ οἱ καταπίνοντές σε
20 ἐρου̃σιν γὰρ εἰς τὰ ὠ̃τά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας στενός μοι ὁ τόπος ποίησόν μοι τόπον ἵνα κατοικήσω
21 καὶ ἐρει̃ς ἐν τη̨̃ καρδία̨ σου τίς ἐγέννησέν μοι τούτους ἐγὼ δὲ ἄτεκνος καὶ χήρα τούτους δὲ τίς ἐξέθρεψέν μοι ἐγὼ δὲ κατελείφθην μόνη οὑ̃τοι δέ μοι που̃ ἠ̃σαν
22 οὕτως λέγει κύριος ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χει̃ρά μου καὶ εἰς τὰς νήσους ἀρω̃ σύσσημόν μου καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπω̨ τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀρου̃σιν
23 καὶ ἔσονται βασιλει̃ς τιθηνοί σου αἱ δὲ ἄρχουσαι τροφοί σου ἐπὶ πρόσωπον τη̃ς γη̃ς προσκυνήσουσίν σοι καὶ τὸν χου̃ν τω̃ν ποδω̃ν σου λείξουσιν καὶ γνώση̨ ὅτι ἐγὼ κύριος καὶ οὐκ αἰσχυνθήση̨
24 μὴ λήμψεταί τις παρὰ γίγαντος σκυ̃λα καὶ ἐὰν αἰχμαλωτεύση̨ τις ἀδίκως σωθήσεται
25 οὕτως λέγει κύριος ἐάν τις αἰχμαλωτεύση̨ γίγαντα λήμψεται σκυ̃λα λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται ἐγὼ δὲ τὴν κρίσιν σου κρινω̃ καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι
26 καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτω̃ν καὶ πίονται ὡς οἰ̃νον νέον τὸ αἱ̃μα αὐτω̃ν καὶ μεθυσθήσονται καὶ αἰσθανθήσεται πα̃σα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.