ΗΣΑΙΑΣ,
κεφαλίς 50
1 οὕτως λέγει κύριος ποι̃ον τὸ βιβλίον του̃ ἀποστασίου τη̃ς μητρὸς ὑμω̃ν ὡ̨̃ ἐξαπέστειλα αὐτήν ἢ τίνι ὑπόχρεω̨ πέπρακα ὑμα̃ς ἰδοὺ ται̃ς ἁμαρτίαις ὑμω̃ν ἐπράθητε καὶ ται̃ς ἀνομίαις ὑμω̃ν ἐξαπέστειλα τὴν μητέρα ὑμω̃ν |
2 τί ὅτι ἠ̃λθον καὶ οὐκ ἠ̃ν ἄνθρωπος ἐκάλεσα καὶ οὐκ ἠ̃ν ὁ ὑπακούων μὴ οὐκ ἰσχύει ἡ χείρ μου του̃ ῥύσασθαι ἢ οὐκ ἰσχύω του̃ ἐξελέσθαι ἰδοὺ τη̨̃ ἀπειλη̨̃ μου ἐξερημώσω τὴν θάλασσαν καὶ θήσω ποταμοὺς ἐρήμους καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτω̃ν ἀπὸ του̃ μὴ εἰ̃ναι ὕδωρ καὶ ἀποθανου̃νται ἐν δίψει |
3 καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτου̃ |
4 κύριος δίδωσίν μοι γλω̃σσαν παιδείας του̃ γνω̃ναι ἐν καιρω̨̃ ἡνίκα δει̃ εἰπει̃ν λόγον ἔθηκέν μοι πρωί προσέθηκέν μοι ὠτίον ἀκούειν |
5 καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὠ̃τα ἐγὼ δὲ οὐκ ἀπειθω̃ οὐδὲ ἀντιλέγω |
6 τὸν νω̃τόν μου δέδωκα εἰς μάστιγας τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων |
7 καὶ κύριος βοηθός μου ἐγενήθη διὰ του̃το οὐκ ἐνετράπην ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθω̃ |
8 ὅτι ἐγγίζει ὁ δικαιώσας με τίς ὁ κρινόμενός μοι ἀντιστήτω μοι ἅμα καὶ τίς ὁ κρινόμενός μοι ἐγγισάτω μοι |
9 ἰδοὺ κύριος βοηθει̃ μοι τίς κακώσει με ἰδοὺ πάντες ὑμει̃ς ὡς ἱμάτιον παλαιωθήσεσθε καὶ ὡς σὴς καταφάγεται ὑμα̃ς |
10 τίς ἐν ὑμι̃ν ὁ φοβούμενος τὸν κύριον ἀκουσάτω τη̃ς φωνη̃ς του̃ παιδὸς αὐτου̃ οἱ πορευόμενοι ἐν σκότει οὐκ ἔστιν αὐτοι̃ς φω̃ς πεποίθατε ἐπὶ τω̨̃ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τω̨̃ θεω̨̃ |
11 ἰδοὺ πάντες ὑμει̃ς πυ̃ρ καίετε καὶ κατισχύετε φλόγα πορεύεσθε τω̨̃ φωτὶ του̃ πυρὸς ὑμω̃ν καὶ τη̨̃ φλογί ἡ̨̃ ἐξεκαύσατε δι' ἐμὲ ἐγένετο ταυ̃τα ὑμι̃ν ἐν λύπη̨ κοιμηθήσεσθε |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.