Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 40

1 παρακαλει̃τε παρακαλει̃τε τὸν λαόν μου λέγει ὁ θεός
2 ἱερει̃ς λαλήσατε εἰς τὴν καρδίαν Ιερουσαλημ παρακαλέσατε αὐτήν ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτη̃ς λέλυται αὐτη̃ς ἡ ἁμαρτία ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλα̃ τὰ ἁμαρτήματα αὐτη̃ς
3 φωνὴ βοω̃ντος ἐν τη̨̃ ἐρήμω̨ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιει̃τε τὰς τρίβους του̃ θεου̃ ἡμω̃ν
4 πα̃σα φάραγξ πληρωθήσεται καὶ πα̃ν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθει̃αν καὶ ἡ τραχει̃α εἰς πεδία
5 καὶ ὀφθήσεται ἡ δόξα κυρίου καὶ ὄψεται πα̃σα σὰρξ τὸ σωτήριον του̃ θεου̃ ὅτι κύριος ἐλάλησεν
6 φωνὴ λέγοντος βόησον καὶ εἰ̃πα τί βοήσω πα̃σα σὰρξ χόρτος καὶ πα̃σα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου
7 ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν
8 τὸ δὲ ῥη̃μα του̃ θεου̃ ἡμω̃ν μένει εἰς τὸν αἰω̃να
9 ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιων ὕψωσον τη̨̃ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ιερουσαλημ ὑψώσατε μὴ φοβει̃σθε εἰπὸν ται̃ς πόλεσιν Ιουδα ἰδοὺ ὁ θεὸς ὑμω̃ν
10 ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυριείας ἰδοὺ ὁ μισθὸς αὐτου̃ μετ' αὐτου̃ καὶ τὸ ἔργον ἐναντίον αὐτου̃
11 ὡς ποιμὴν ποιμανει̃ τὸ ποίμνιον αὐτου̃ καὶ τω̨̃ βραχίονι αὐτου̃ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει
12 τίς ἐμέτρησεν τη̨̃ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμη̨̃ καὶ πα̃σαν τὴν γη̃ν δρακί τίς ἔστησεν τὰ ὄρη σταθμω̨̃ καὶ τὰς νάπας ζυγω̨̃
13 τίς ἔγνω νου̃ν κυρίου καὶ τίς αὐτου̃ σύμβουλος ἐγένετο ὃς συμβιβα̨̃ αὐτόν
14 ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν ἢ τίς ἔδειξεν αὐτω̨̃ κρίσιν ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτω̨̃
15 εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγου̃ ἐλογίσθησαν καὶ ὡς σίελος λογισθήσονται
16 ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καυ̃σιν καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν
17 καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν
18 τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν
19 μὴ εἰκόνα ἐποίησεν τέκτων ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν ὁμοίωμα κατεσκεύασεν αὐτόν
20 ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφω̃ς ζητει̃ πω̃ς στήσει αὐτου̃ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται
21 οὐ γνώσεσθε οὐκ ἀκούσεσθε οὐκ ἀνηγγέλη ἐξ ἀρχη̃ς ὑμι̃ν οὐκ ἔγνωτε τὰ θεμέλια τη̃ς γη̃ς
22 ὁ κατέχων τὸν γυ̃ρον τη̃ς γη̃ς καὶ οἱ ἐνοικου̃ντες ἐν αὐτη̨̃ ὡς ἀκρίδες ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικει̃ν
23 ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν τὴν δὲ γη̃ν ὡς οὐδὲν ἐποίησεν
24 οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσωσιν οὐδὲ μὴ ῥιζωθη̨̃ εἰς τὴν γη̃ν ἡ ῥίζα αὐτω̃ν ἔπνευσεν ἐπ' αὐτοὺς καὶ ἐξηράνθησαν καὶ καταιγὶς ὡς φρύγανα ἀναλήμψεται αὐτούς
25 νυ̃ν οὐ̃ν τίνι με ὡμοιώσατε καὶ ὑψωθήσομαι εἰ̃πεν ὁ ἅγιος
26 ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμω̃ν καὶ ἴδετε τίς κατέδειξεν πάντα ταυ̃τα ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτου̃ πάντας ἐπ' ὀνόματι καλέσει ἀπὸ πολλη̃ς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν
27 μὴ γὰρ εἴπη̨ς Ιακωβ καὶ τί ἐλάλησας Ισραηλ ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ του̃ θεου̃ καὶ ὁ θεός μου τὴν κρίσιν ἀφει̃λεν καὶ ἀπέστη
28 καὶ νυ̃ν οὐκ ἔγνως εἰ μὴ ἤκουσας θεὸς αἰώνιος ὁ θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τη̃ς γη̃ς οὐ πεινάσει οὐδὲ κοπιάσει οὐδὲ ἔστιν ἐξεύρεσις τη̃ς φρονήσεως αὐτου̃
29 διδοὺς τοι̃ς πεινω̃σιν ἰσχὺν καὶ τοι̃ς μὴ ὀδυνωμένοις λύπην
30 πεινάσουσιν γὰρ νεώτεροι καὶ κοπιάσουσιν νεανίσκοι καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται
31 οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν πτεροφυήσουσιν ὡς ἀετοί δραμου̃νται καὶ οὐ κοπιάσουσιν βαδιου̃νται καὶ οὐ πεινάσουσιν

ΗΣΑΙΑΣ, κεφαλίς 41

1 ἐγκαινίζεσθε πρός με νη̃σοι οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα τότε κρίσιν ἀναγγειλάτωσαν
2 τίς ἐξήγειρεν ἀπὸ ἀνατολω̃ν δικαιοσύνην ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτου̃ καὶ πορεύσεται δώσει ἐναντίον ἐθνω̃ν καὶ βασιλει̃ς ἐκστήσει καὶ δώσει εἰς γη̃ν τὰς μαχαίρας αὐτω̃ν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτω̃ν
3 καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνη̨ ἡ ὁδὸς τω̃ν ποδω̃ν αὐτου̃
4 τίς ἐνήργησεν καὶ ἐποίησεν ταυ̃τα ἐκάλεσεν αὐτὴν ὁ καλω̃ν αὐτὴν ἀπὸ γενεω̃ν ἀρχη̃ς ἐγὼ θεὸς πρω̃τος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι
5 εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν τὰ ἄκρα τη̃ς γη̃ς ἤγγισαν καὶ ἤλθοσαν ἅμα
6 κρίνων ἕκαστος τω̨̃ πλησίον καὶ τω̨̃ ἀδελφω̨̃ βοηθη̃σαι καὶ ἐρει̃
7 ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρη̨ ἅμα ἐλαύνων ποτὲ μὲν ἐρει̃ σύμβλημα καλόν ἐστιν ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται
8 σὺ δέ Ισραηλ παι̃ς μου Ιακωβ ὃν ἐξελεξάμην σπέρμα Αβρααμ ὃν ἠγάπησα
9 οὑ̃ ἀντελαβόμην ἀπ' ἄκρων τη̃ς γη̃ς καὶ ἐκ τω̃ν σκοπιω̃ν αὐτη̃ς ἐκάλεσά σε καὶ εἰ̃πά σοι παι̃ς μου εἰ̃ ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε
10 μὴ φοβου̃ μετὰ σου̃ γάρ εἰμι μὴ πλανω̃ ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τη̨̃ δεξια̨̃ τη̨̃ δικαία̨ μου
11 ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολου̃νται πάντες οἱ ἀντίδικοί σου
12 ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρη̨ς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμου̃ντές σε
13 ὅτι ἐγὼ ὁ θεός σου ὁ κρατω̃ν τη̃ς δεξια̃ς σου ὁ λέγων σοι μὴ φοβου̃
14 Ιακωβ ὀλιγοστὸς Ισραηλ ἐγὼ ἐβοήθησά σοι λέγει ὁ θεὸς ὁ λυτρούμενός σε Ισραηλ
15 ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοω̃ντας καινοὺς πριστηροειδει̃ς καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνει̃ς βουνοὺς καὶ ὡς χνου̃ν θήσεις
16 καὶ λικμήσεις καὶ ἄνεμος λήμψεται αὐτούς καὶ καταιγὶς διασπερει̃ αὐτούς σὺ δὲ εὐφρανθήση̨ ἐν τοι̃ς ἁγίοις Ισραηλ καὶ ἀγαλλιάσονται
17 οἱ πτωχοὶ καὶ οἱ ἐνδεει̃ς ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται ἡ γλω̃σσα αὐτω̃ν ἀπὸ τη̃ς δίψης ἐξηράνθη ἐγὼ κύριος ὁ θεός ἐγὼ ἐπακούσομαι ὁ θεὸς Ισραηλ καὶ οὐκ ἐγκαταλείψω αὐτούς
18 ἀλλὰ ἀνοίξω ἐπὶ τω̃ν ὀρέων ποταμοὺς καὶ ἐν μέσω̨ πεδίων πηγάς ποιήσω τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψω̃σαν γη̃ν ἐν ὑδραγωγοι̃ς
19 θήσω εἰς τὴν ἄνυδρον γη̃ν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην
20 ἵνα ἴδωσιν καὶ γνω̃σιν καὶ ἐννοηθω̃σιν καὶ ἐπιστω̃νται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταυ̃τα πάντα καὶ ὁ ἅγιος του̃ Ισραηλ κατέδειξεν
21 ἐγγίζει ἡ κρίσις ὑμω̃ν λέγει κύριος ὁ θεός ἤγγισαν αἱ βουλαὶ ὑμω̃ν λέγει ὁ βασιλεὺς Ιακωβ
22 ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμι̃ν ἃ συμβήσεται ἢ τὰ πρότερα τίνα ἠ̃ν εἴπατε καὶ ἐπιστήσομεν τὸν νου̃ν καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμι̃ν
23 ἀναγγείλατε ἡμι̃ν τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου καὶ γνωσόμεθα ὅτι θεοί ἐστε εὐ̃ ποιήσατε καὶ κακώσατε καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα
24 ὅτι πόθεν ἐστὲ ὑμει̃ς καὶ πόθεν ἡ ἐργασία ὑμω̃ν ἐκ γη̃ς βδέλυγμα ἐξελέξαντο ὑμα̃ς
25 ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρα̃ καὶ τὸν ἀφ' ἡλίου ἀνατολω̃ν κληθήσονται τω̨̃ ὀνόματί μου ἐρχέσθωσαν ἄρχοντες καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατω̃ν τὸν πηλόν οὕτως καταπατηθήσεσθε
26 τίς γὰρ ἀναγγελει̃ τὰ ἐξ ἀρχη̃ς ἵνα γνω̃μεν καὶ τὰ ἔμπροσθεν καὶ ἐρου̃μεν ὅτι ἀληθη̃ ἐστιν οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμω̃ν τοὺς λόγους
27 ἀρχὴν Σιων δώσω καὶ Ιερουσαλημ παρακαλέσω εἰς ὁδόν
28 ἀπὸ γὰρ τω̃ν ἐθνω̃ν ἰδοὺ οὐδείς καὶ ἀπὸ τω̃ν εἰδώλων αὐτω̃ν οὐκ ἠ̃ν ὁ ἀναγγέλλων καὶ ἐὰν ἐρωτήσω αὐτούς πόθεν ἐστέ οὐ μὴ ἀποκριθω̃σίν μοι
29 εἰσὶν γὰρ οἱ ποιου̃ντες ὑμα̃ς καὶ μάτην οἱ πλανω̃ντες ὑμα̃ς

ΗΣΑΙΑΣ, κεφαλίς 42

1 Ιακωβ ὁ παι̃ς μου ἀντιλήμψομαι αὐτου̃ Ισραηλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου ἔδωκα τὸ πνευ̃μά μου ἐπ' αὐτόν κρίσιν τοι̃ς ἔθνεσιν ἐξοίσει
2 οὐ κεκράξεται οὐδὲ ἀνήσει οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτου̃
3 κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν
4 ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θη̨̃ ἐπὶ τη̃ς γη̃ς κρίσιν καὶ ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ ἔθνη ἐλπιου̃σιν
5 οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν ὁ στερεώσας τὴν γη̃ν καὶ τὰ ἐν αὐτη̨̃ καὶ διδοὺς πνοὴν τω̨̃ λαω̨̃ τω̨̃ ἐπ' αὐτη̃ς καὶ πνευ̃μα τοι̃ς πατου̃σιν αὐτήν
6 ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνη̨ καὶ κρατήσω τη̃ς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φω̃ς ἐθνω̃ν
7 ἀνοι̃ξαι ὀφθαλμοὺς τυφλω̃ν ἐξαγαγει̃ν ἐκ δεσμω̃ν δεδεμένους καὶ ἐξ οἴκου φυλακη̃ς καθημένους ἐν σκότει
8 ἐγὼ κύριος ὁ θεός του̃τό μού ἐστιν τὸ ὄνομα τὴν δόξαν μου ἑτέρω̨ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοι̃ς γλυπτοι̃ς
9 τὰ ἀπ' ἀρχη̃ς ἰδοὺ ἥκασιν καὶ καινὰ ἃ ἐγὼ ἀναγγελω̃ καὶ πρὸ του̃ ἀνατει̃λαι ἐδηλώθη ὑμι̃ν
10 ὑμνήσατε τω̨̃ κυρίω̨ ὕμνον καινόν ἡ ἀρχὴ αὐτου̃ δοξάζετε τὸ ὄνομα αὐτου̃ ἀπ' ἄκρου τη̃ς γη̃ς οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν αἱ νη̃σοι καὶ οἱ κατοικου̃ντες αὐτάς
11 εὐφράνθητι ἔρημος καὶ αἱ κω̃μαι αὐτη̃ς ἐπαύλεις καὶ οἱ κατοικου̃ντες Κηδαρ εὐφρανθήσονται οἱ κατοικου̃ντες Πέτραν ἀπ' ἄκρων τω̃ν ὀρέων βοήσουσιν
12 δώσουσιν τω̨̃ θεω̨̃ δόξαν τὰς ἀρετὰς αὐτου̃ ἐν ται̃ς νήσοις ἀναγγελου̃σιν
13 κύριος ὁ θεὸς τω̃ν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον ἐπεγερει̃ ζη̃λον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτου̃ μετὰ ἰσχύος
14 ἐσιώπησα μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι ἐκαρτέρησα ὡς ἡ τίκτουσα ἐκστήσω καὶ ξηρανω̃ ἅμα
15 καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανω̃
16 καὶ ἄξω τυφλοὺς ἐν ὁδω̨̃ ἡ̨̃ οὐκ ἔγνωσαν καὶ τρίβους οὓς οὐκ ἤ̨δεισαν πατη̃σαι ποιήσω αὐτούς ποιήσω αὐτοι̃ς τὸ σκότος εἰς φω̃ς καὶ τὰ σκολιὰ εἰς εὐθει̃αν ταυ̃τα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς
17 αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοι̃ς γλυπτοι̃ς οἱ λέγοντες τοι̃ς χωνευτοι̃ς ὑμει̃ς ἐστε θεοὶ ἡμω̃ν
18 οἱ κωφοί ἀκούσατε καὶ οἱ τυφλοί ἀναβλέψατε ἰδει̃ν
19 καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παι̃δές μου καὶ κωφοὶ ἀλλ' ἢ οἱ κυριεύοντες αὐτω̃ν καὶ ἐτυφλώθησαν οἱ δου̃λοι του̃ θεου̃
20 εἴδετε πλεονάκις καὶ οὐκ ἐφυλάξασθε ἠνοιγμένα τὰ ὠ̃τα καὶ οὐκ ἠκούσατε
21 κύριος ὁ θεὸς ἐβούλετο ἵνα δικαιωθη̨̃ καὶ μεγαλύνη̨ αἴνεσιν καὶ εἰ̃δον
22 καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος ἡ γὰρ παγὶς ἐν τοι̃ς ταμιείοις πανταχου̃ καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτούς ἐγένοντο εἰς προνομήν καὶ οὐκ ἠ̃ν ὁ ἐξαιρούμενος ἅρπαγμα καὶ οὐκ ἠ̃ν ὁ λέγων ἀπόδος
23 τίς ἐν ὑμι̃ν ὃς ἐνωτιει̃ται ταυ̃τα εἰσακούσεται εἰς τὰ ἐπερχόμενα
24 τίς ἔδωκεν εἰς διαρπαγὴν Ιακωβ καὶ Ισραηλ τοι̃ς προνομεύουσιν αὐτόν οὐχὶ ὁ θεός ὡ̨̃ ἡμάρτοσαν αὐτω̨̃ καὶ οὐκ ἐβούλοντο ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ πορεύεσθαι οὐδὲ ἀκούειν του̃ νόμου αὐτου̃
25 καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς ὀργὴν θυμου̃ αὐτου̃ καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλω̨ καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτω̃ν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν

ΗΣΑΙΑΣ, κεφαλίς 43

1 καὶ νυ̃ν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε Ιακωβ ὁ πλάσας σε Ισραηλ μὴ φοβου̃ ὅτι ἐλυτρωσάμην σε ἐκάλεσά σε τὸ ὄνομά σου ἐμὸς εἰ̃ σύ
2 καὶ ἐὰν διαβαίνη̨ς δι' ὕδατος μετὰ σου̃ εἰμι καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε καὶ ἐὰν διέλθη̨ς διὰ πυρός οὐ μὴ κατακαυθη̨̃ς φλὸξ οὐ κατακαύσει σε
3 ὅτι ἐγὼ κύριος ὁ θεός σου ὁ ἅγιος Ισραηλ ὁ σώ̨ζων σε ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σου̃
4 ἀφ' οὑ̃ ἔντιμος ἐγένου ἐναντίον μου ἐδοξάσθης κἀγώ σε ἠγάπησα καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σου̃ καὶ ἄρχοντας ὑπὲρ τη̃ς κεφαλη̃ς σου
5 μὴ φοβου̃ ὅτι μετὰ σου̃ εἰμι ἀπὸ ἀνατολω̃ν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμω̃ν συνάξω σε
6 ἐρω̃ τω̨̃ βορρα̨̃ ἄγε καὶ τω̨̃ λιβί μὴ κώλυε ἄγε τοὺς υἱούς μου ἀπὸ γη̃ς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ' ἄκρων τη̃ς γη̃ς
7 πάντας ὅσοι ἐπικέκληνται τω̨̃ ὀνόματί μου ἐν γὰρ τη̨̃ δόξη̨ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα αὐτόν
8 καὶ ἐξήγαγον λαὸν τυφλόν καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί καὶ κωφοὶ τὰ ὠ̃τα ἔχοντες
9 πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτω̃ν τίς ἀναγγελει̃ ταυ̃τα ἢ τὰ ἐξ ἀρχη̃ς τίς ἀναγγελει̃ ὑμι̃ν ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτω̃ν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθη̃
10 γένεσθέ μοι μάρτυρες κἀγὼ μάρτυς λέγει κύριος ὁ θεός καὶ ὁ παι̃ς ὃν ἐξελεξάμην ἵνα γνω̃τε καὶ πιστεύσητε καὶ συνη̃τε ὅτι ἐγώ εἰμι ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται
11 ἐγὼ ὁ θεός καὶ οὐκ ἔστιν πάρεξ ἐμου̃ σώ̨ζων
12 ἀνήγγειλα καὶ ἔσωσα ὠνείδισα καὶ οὐκ ἠ̃ν ἐν ὑμι̃ν ἀλλότριος ὑμει̃ς ἐμοὶ μάρτυρες κἀγὼ μάρτυς λέγει κύριος ὁ θεός
13 ἔτι ἀπ' ἀρχη̃ς καὶ οὐκ ἔστιν ὁ ἐκ τω̃ν χειρω̃ν μου ἐξαιρούμενος ποιήσω καὶ τίς ἀποστρέψει αὐτό
14 οὕτως λέγει κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμα̃ς ὁ ἅγιος Ισραηλ ἕνεκεν ὑμω̃ν ἀποστελω̃ εἰς Βαβυλω̃να καὶ ἐπεγερω̃ πάντας φεύγοντας καὶ Χαλδαι̃οι ἐν πλοίοις δεθήσονται
15 ἐγὼ κύριος ὁ θεὸς ὁ ἅγιος ὑμω̃ν ὁ καταδείξας Ισραηλ βασιλέα ὑμω̃ν
16 οὕτως λέγει κύριος ὁ διδοὺς ὁδὸν ἐν θαλάσση̨ καὶ ἐν ὕδατι ἰσχυρω̨̃ τρίβον
17 ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν ἀλλὰ ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον
18 μὴ μνημονεύετε τὰ πρω̃τα καὶ τὰ ἀρχαι̃α μὴ συλλογίζεσθε
19 ἰδοὺ ποιω̃ καινὰ ἃ νυ̃ν ἀνατελει̃ καὶ γνώσεσθε αὐτά καὶ ποιήσω ἐν τη̨̃ ἐρήμω̨ ὁδὸν καὶ ἐν τη̨̃ ἀνύδρω̨ ποταμούς
20 εὐλογήσει με τὰ θηρία του̃ ἀγρου̃ σειρη̃νες καὶ θυγατέρες στρουθω̃ν ὅτι ἔδωκα ἐν τη̨̃ ἐρήμω̨ ὕδωρ καὶ ποταμοὺς ἐν τη̨̃ ἀνύδρω̨ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν
21 λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγει̃σθαι
22 οὐ νυ̃ν ἐκάλεσά σε Ιακωβ οὐδὲ κοπια̃σαί σε ἐποίησα Ισραηλ
23 οὐκ ἐμοὶ πρόβατα τη̃ς ὁλοκαρπώσεώς σου οὐδὲ ἐν ται̃ς θυσίαις σου ἐδόξασάς με οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνω̨
24 οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα οὐδὲ τὸ στέαρ τω̃ν θυσιω̃ν σου ἐπεθύμησα ἀλλὰ ἐν ται̃ς ἁμαρτίαις σου καὶ ἐν ται̃ς ἀδικίαις σου προέστην σου
25 ἐγώ εἰμι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μὴ μνησθήσομαι
26 σὺ δὲ μνήσθητι καὶ κριθω̃μεν λέγε σὺ τὰς ἀνομίας σου πρω̃τος ἵνα δικαιωθη̨̃ς
27 οἱ πατέρες ὑμω̃ν πρω̃τοι καὶ οἱ ἄρχοντες αὐτω̃ν ἠνόμησαν εἰς ἐμέ
28 καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου καὶ ἔδωκα ἀπολέσαι Ιακωβ καὶ Ισραηλ εἰς ὀνειδισμόν

ΗΣΑΙΑΣ, κεφαλίς 44

1 νυ̃ν δὲ ἄκουσον παι̃ς μου Ιακωβ καὶ Ισραηλ ὃν ἐξελεξάμην
2 οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας ἔτι βοηθηθήση̨ μὴ φοβου̃ παι̃ς μου Ιακωβ καὶ ὁ ἠγαπημένος Ισραηλ ὃν ἐξελεξάμην
3 ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοι̃ς πορευομένοις ἐν ἀνύδρω̨ ἐπιθήσω τὸ πνευ̃μά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου
4 καὶ ἀνατελου̃σιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ
5 οὑ̃τος ἐρει̃ του̃ θεου̃ εἰμι καὶ οὑ̃τος βοήσεται ἐπὶ τω̨̃ ὀνόματι Ιακωβ καὶ ἕτερος ἐπιγράψει του̃ θεου̃ εἰμι ἐπὶ τω̨̃ ὀνόματι Ισραηλ
6 οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς του̃ Ισραηλ ὁ ῥυσάμενος αὐτὸν θεὸς σαβαωθ ἐγὼ πρω̃τος καὶ ἐγὼ μετὰ ταυ̃τα πλὴν ἐμου̃ οὐκ ἔστιν θεός
7 τίς ὥσπερ ἐγώ στήτω καλεσάτω καὶ ἑτοιμασάτω μοι ἀφ' οὑ̃ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰω̃να καὶ τὰ ἐπερχόμενα πρὸ του̃ ἐλθει̃ν ἀναγγειλάτωσαν ὑμι̃ν
8 μὴ παρακαλύπτεσθε οὐκ ἀπ' ἀρχη̃ς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμι̃ν μάρτυρες ὑμει̃ς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμου̃ καὶ οὐκ ἠ̃σαν τότε
9 οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι οἱ ποιου̃ντες τὰ καταθύμια αὐτω̃ν ἃ οὐκ ὠφελήσει αὐτούς ἀλλὰ αἰσχυνθήσονται
10 πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελη̃
11 καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα
12 ὅτι ὤξυνεν τέκτων σίδηρον σκεπάρνω̨ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρω̨ ἔτρησεν αὐτό εἰργάσατο αὐτὸ ἐν τω̨̃ βραχίονι τη̃ς ἰσχύος αὐτου̃ καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίη̨ ὕδωρ ἐκλεξάμενος
13 τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρω̨ καὶ ἐν κόλλη̨ ἐρρύθμισεν αὐτό ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στη̃σαι αὐτὸ ἐν οἴκω̨
14 ὃ ἔκοψεν ξύλον ἐκ του̃ δρυμου̃ ὃ ἐφύτευσεν κύριος καὶ ὑετὸς ἐμήκυνεν
15 ἵνα ἠ̨̃ ἀνθρώποις εἰς καυ̃σιν καὶ λαβὼν ἀπ' αὐτου̃ ἐθερμάνθη καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτω̃ν τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεούς καὶ προσκυνου̃σιν αὐτούς
16 οὑ̃ τὸ ἥμισυ αὐτου̃ κατέκαυσαν ἐν πυρὶ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτω̃ν καὶ ἐπ' αὐτου̃ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη καὶ θερμανθεὶς εἰ̃πεν ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἰ̃δον πυ̃ρ
17 τὸ δὲ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν καὶ προσκυνει̃ αὐτω̨̃ καὶ προσεύχεται λέγων ἐξελου̃ με ὅτι θεός μου εἰ̃ σύ
18 οὐκ ἔγνωσαν φρονη̃σαι ὅτι ἀπημαυρώθησαν του̃ βλέπειν τοι̃ς ὀφθαλμοι̃ς αὐτω̃ν καὶ του̃ νοη̃σαι τη̨̃ καρδία̨ αὐτω̃ν
19 καὶ οὐκ ἐλογίσατο τη̨̃ καρδία̨ αὐτου̃ οὐδὲ ἀνελογίσατο ἐν τη̨̃ ψυχη̨̃ αὐτου̃ οὐδὲ ἔγνω τη̨̃ φρονήσει ὅτι τὸ ἥμισυ αὐτου̃ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τω̃ν ἀνθράκων αὐτου̃ ἄρτους καὶ ὀπτήσας κρέας ἔφαγεν καὶ τὸ λοιπὸν αὐτου̃ εἰς βδέλυγμα ἐποίησεν καὶ προσκυνου̃σιν αὐτω̨̃
20 γνω̃τε ὅτι σποδὸς ἡ καρδία αὐτω̃ν καὶ πλανω̃νται καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτου̃ ἴδετε οὐκ ἐρει̃τε ὅτι ψευ̃δος ἐν τη̨̃ δεξια̨̃ μου
21 μνήσθητι ταυ̃τα Ιακωβ καὶ Ισραηλ ὅτι παι̃ς μου εἰ̃ σύ ἔπλασά σε παι̃δά μου καὶ σύ Ισραηλ μὴ ἐπιλανθάνου μου
22 ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου ἐπιστράφητι πρός με καὶ λυτρώσομαί σε
23 εὐφράνθητε οὐρανοί ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ισραηλ σαλπίσατε θεμέλια τη̃ς γη̃ς βοήσατε ὄρη εὐφροσύνην οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοι̃ς ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ιακωβ καὶ Ισραηλ δοξασθήσεται
24 οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας ἐγὼ κύριος ὁ συντελω̃ν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γη̃ν τίς ἕτερος
25 διασκεδάσει σημει̃α ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτω̃ν μωρεύων
26 καὶ ἱστω̃ν ῥήματα παιδὸς αὐτου̃ καὶ τὴν βουλὴν τω̃ν ἀγγέλων αὐτου̃ ἀληθεύων ὁ λέγων Ιερουσαλημ κατοικηθήση̨ καὶ ται̃ς πόλεσιν τη̃ς Ιουδαίας οἰκοδομηθήσεσθε καὶ τὰ ἔρημα αὐτη̃ς ἀνατελει̃
27 ὁ λέγων τη̨̃ ἀβύσσω̨ ἐρημωθήση̨ καὶ τοὺς ποταμούς σου ξηρανω̃
28 ὁ λέγων Κύρω̨ φρονει̃ν καὶ πάντα τὰ θελήματά μου ποιήσει ὁ λέγων Ιερουσαλημ οἰκοδομηθήση̨ καὶ τὸν οἰ̃κον τὸν ἅγιόν μου θεμελιώσω

ΗΣΑΙΑΣ, κεφαλίς 45

1 οὕτως λέγει κύριος ὁ θεὸς τω̨̃ χριστω̨̃ μου Κύρω̨ οὑ̃ ἐκράτησα τη̃ς δεξια̃ς ἐπακου̃σαι ἔμπροσθεν αὐτου̃ ἔθνη καὶ ἰσχὺν βασιλέων διαρρήξω ἀνοίξω ἔμπροσθεν αὐτου̃ θύρας καὶ πόλεις οὐ συγκλεισθήσονται
2 ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιω̃ θύρας χαλκα̃ς συντρίψω καὶ μοχλοὺς σιδηρου̃ς συγκλάσω
3 καὶ δώσω σοι θησαυροὺς σκοτεινούς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι ἵνα γνω̨̃ς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὁ καλω̃ν τὸ ὄνομά σου θεὸς Ισραηλ
4 ἕνεκεν Ιακωβ του̃ παιδός μου καὶ Ισραηλ του̃ ἐκλεκτου̃ μου ἐγὼ καλέσω σε τω̨̃ ὀνόματί σου καὶ προσδέξομαί σε σὺ δὲ οὐκ ἔγνως με
5 ὅτι ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμου̃ θεός καὶ οὐκ ἤ̨δεις με
6 ἵνα γνω̃σιν οἱ ἀπὸ ἀνατολω̃ν ἡλίου καὶ οἱ ἀπὸ δυσμω̃ν ὅτι οὐκ ἔστιν πλὴν ἐμου̃ ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι
7 ἐγὼ ὁ κατασκευάσας φω̃ς καὶ ποιήσας σκότος ὁ ποιω̃ν εἰρήνην καὶ κτίζων κακά ἐγὼ κύριος ὁ θεὸς ὁ ποιω̃ν ταυ̃τα πάντα
8 εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην ἀνατειλάτω ἡ γη̃ ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα ἐγώ εἰμι κύριος ὁ κτίσας σε
9 ποι̃ον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως μὴ ὁ ἀροτριω̃ν ἀροτριάσει τὴν γη̃ν ὅλην τὴν ἡμέραν μὴ ἐρει̃ ὁ πηλὸς τω̨̃ κεραμει̃ τί ποιει̃ς ὅτι οὐκ ἐργάζη̨ οὐδὲ ἔχεις χει̃ρας
10 ὁ λέγων τω̨̃ πατρί τί γεννήσεις καὶ τη̨̃ μητρί τί ὠδινήσεις
11 ὅτι οὕτως λέγει κύριος ὁ θεὸς ὁ ἅγιος Ισραηλ ὁ ποιήσας τὰ ἐπερχόμενα ἐρωτήσατέ με περὶ τω̃ν υἱω̃ν μου καὶ περὶ τω̃ν θυγατέρων μου καὶ περὶ τω̃ν ἔργων τω̃ν χειρω̃ν μου ἐντείλασθέ μοι
12 ἐγὼ ἐποίησα γη̃ν καὶ ἄνθρωπον ἐπ' αὐτη̃ς ἐγὼ τη̨̃ χειρί μου ἐστερέωσα τὸν οὐρανόν ἐγὼ πα̃σι τοι̃ς ἄστροις ἐνετειλάμην
13 ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα καὶ πα̃σαι αἱ ὁδοὶ αὐτου̃ εὐθει̃αι οὑ̃τος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν του̃ λαου̃ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων εἰ̃πεν κύριος σαβαωθ
14 οὕτως λέγει κύριος σαβαωθ ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σεβωιν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δου̃λοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ ἐρου̃σιν οὐκ ἔστιν θεὸς πλὴν σου̃
15 σὺ γὰρ εἰ̃ θεός καὶ οὐκ ἤ̨δειμεν ὁ θεὸς του̃ Ισραηλ σωτήρ
16 αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτω̨̃ καὶ πορεύσονται ἐν αἰσχύνη̨ ἐγκαινίζεσθε πρός με νη̃σοι
17 Ισραηλ σώ̨ζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπω̃σιν ἕως του̃ αἰω̃νος
18 οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν οὑ̃τος ὁ θεὸς ὁ καταδείξας τὴν γη̃ν καὶ ποιήσας αὐτήν αὐτὸς διώρισεν αὐτήν οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν ἀλλὰ κατοικει̃σθαι ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι
19 οὐκ ἐν κρυφη̨̃ λελάληκα οὐδὲ ἐν τόπω̨ γη̃ς σκοτεινω̨̃ οὐκ εἰ̃πα τω̨̃ σπέρματι Ιακωβ μάταιον ζητήσατε ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλω̃ν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν
20 συνάχθητε καὶ ἥκετε βουλεύσασθε ἅμα οἱ σω̨ζόμενοι ἀπὸ τω̃ν ἐθνω̃ν οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτω̃ν καὶ προσευχόμενοι ὡς πρὸς θεούς οἳ οὐ σώ̨ζουσιν
21 εἰ ἀναγγελου̃σιν ἐγγισάτωσαν ἵνα γνω̃σιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταυ̃τα ἀπ' ἀρχη̃ς τότε ἀνηγγέλη ὑμι̃ν ἐγὼ ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμου̃ δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμου̃
22 ἐπιστράφητε πρός με καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τη̃ς γη̃ς ἐγώ εἰμι ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος
23 κατ' ἐμαυτου̃ ὀμνύω ἠ̃ μὴν ἐξελεύσεται ἐκ του̃ στόματός μου δικαιοσύνη οἱ λόγοι μου οὐκ ἀποστραφήσονται ὅτι ἐμοὶ κάμψει πα̃ν γόνυ καὶ ἐξομολογήσεται πα̃σα γλω̃σσα τω̨̃ θεω̨̃
24 λέγων δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς
25 ἀπὸ κυρίου δικαιωθήσονται καὶ ἐν τω̨̃ θεω̨̃ ἐνδοξασθήσονται πα̃ν τὸ σπέρμα τω̃ν υἱω̃ν Ισραηλ

ΗΣΑΙΑΣ, κεφαλίς 46

1 ἔπεσε Βηλ συνετρίβη Δαγων ἐγένετο τὰ γλυπτὰ αὐτω̃ν εἰς θηρία καὶ κτήνη αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιω̃ντι
2 καὶ πεινω̃ντι καὶ ἐκλελυμένω̨ οὐκ ἰσχύοντι ἅμα οἳ οὐ δυνήσονται σωθη̃ναι ἀπὸ πολέμου αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν
3 ἀκούσατέ μου οἰ̃κος του̃ Ιακωβ καὶ πα̃ν τὸ κατάλοιπον του̃ Ισραηλ οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου
4 ἕως γήρους ἐγώ εἰμι καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι ἐγὼ ἀνέχομαι ὑμω̃ν ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμα̃ς
5 τίνι με ὡμοιώσατε ἴδετε τεχνάσασθε οἱ πλανώμενοι
6 οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγω̨̃ στήσουσιν ἐν σταθμω̨̃ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα καὶ κύψαντες προσκυνου̃σιν αὐτοι̃ς
7 αἴρουσιν αὐτὸ ἐπὶ τω̃ν ὤμων καὶ πορεύονται ἐὰν δὲ θω̃σιν αὐτό ἐπὶ του̃ τόπου αὐτου̃ μένει οὐ μὴ κινηθη̨̃ καὶ ὃς ἂν βοήση̨ πρὸς αὐτόν οὐ μὴ εἰσακούση̨ ἀπὸ κακω̃ν οὐ μὴ σώση̨ αὐτόν
8 μνήσθητε ταυ̃τα καὶ στενάξατε μετανοήσατε οἱ πεπλανημένοι ἐπιστρέψατε τη̨̃ καρδία̨
9 καὶ μνήσθητε τὰ πρότερα ἀπὸ του̃ αἰω̃νος ὅτι ἐγώ εἰμι ὁ θεός καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμου̃
10 ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι καὶ ἅμα συνετελέσθη καὶ εἰ̃πα πα̃σά μου ἡ βουλὴ στήσεται καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω
11 καλω̃ν ἀπ' ἀνατολω̃ν πετεινὸν καὶ ἀπὸ γη̃ς πόρρωθεν περὶ ὡ̃ν βεβούλευμαι ἐλάλησα καὶ ἤγαγον ἔκτισα καὶ ἐποίησα ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτου̃
12 ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν οἱ μακρὰν ἀπὸ τη̃ς δικαιοσύνης
13 ἤγγισα τὴν δικαιοσύνην μου καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμου̃ οὐ βραδυνω̃ δέδωκα ἐν Σιων σωτηρίαν τω̨̃ Ισραηλ εἰς δόξασμα

ΗΣΑΙΑΣ, κεφαλίς 47

1 κατάβηθι κάθισον ἐπὶ τὴν γη̃ν παρθένος θυγάτηρ Βαβυλω̃νος εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων ὅτι οὐκέτι προστεθήση̨ κληθη̃ναι ἁπαλὴ καὶ τρυφερά
2 λαβὲ μύλον ἄλεσον ἄλευρον ἀποκάλυψαι τὸ κατακάλυμμά σου ἀνακάλυψαι τὰς πολιάς ἀνάσυραι τὰς κνήμας διάβηθι ποταμούς
3 ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου φανήσονται οἱ ὀνειδισμοί σου τὸ δίκαιον ἐκ σου̃ λήμψομαι οὐκέτι μὴ παραδω̃ ἀνθρώποις
4 εἰ̃πεν ὁ ῥυσάμενός σε κύριος σαβαωθ ὄνομα αὐτω̨̃ ἅγιος Ισραηλ
5 κάθισον κατανενυγμένη εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων οὐκέτι μὴ κληθη̨̃ς ἰσχὺς βασιλείας
6 παρωξύνθην ἐπὶ τω̨̃ λαω̨̃ μου ἐμίανας τὴν κληρονομίαν μου ἐγὼ ἔδωκα εἰς τὴν χει̃ρά σου σὺ δὲ οὐκ ἔδωκας αὐτοι̃ς ἔλεος του̃ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα
7 καὶ εἰ̃πας εἰς τὸν αἰω̃να ἔσομαι ἄρχουσα οὐκ ἐνόησας ταυ̃τα ἐν τη̨̃ καρδία̨ σου οὐδὲ ἐμνήσθης τὰ ἔσχατα
8 νυ̃ν δὲ ἄκουσον ταυ̃τα ἡ τρυφερὰ ἡ καθημένη πεποιθυι̃α ἡ λέγουσα ἐν τη̨̃ καρδία̨ αὐτη̃ς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα οὐ καθιω̃ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν
9 νυ̃ν δὲ ἥξει ἐξαίφνης ἐπὶ σὲ τὰ δύο ταυ̃τα ἐν μια̨̃ ἡμέρα̨ χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τη̨̃ φαρμακεία̨ σου ἐν τη̨̃ ἰσχύι τω̃ν ἐπαοιδω̃ν σου σφόδρα
10 τη̨̃ ἐλπίδι τη̃ς πονηρίας σου σὺ γὰρ εἰ̃πας ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα γνω̃θι ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη καὶ εἰ̃πας τη̨̃ καρδία̨ σου ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα
11 καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια καὶ οὐ μὴ γνω̨̃ς βόθυνος καὶ ἐμπεση̨̃ εἰς αὐτόν καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία καὶ οὐ μὴ δυνήση̨ καθαρὰ γενέσθαι καὶ ἥξει ἐπὶ σὲ ἐξαπίνης ἀπώλεια καὶ οὐ μὴ γνω̨̃ς
12 στη̃θι νυ̃ν ἐν ται̃ς ἐπαοιδαι̃ς σου καὶ τη̨̃ πολλη̨̃ φαρμακεία̨ σου ἃ ἐμάνθανες ἐκ νεότητός σου εἰ δυνήση̨ ὠφεληθη̃ναι
13 κεκοπίακας ἐν ται̃ς βουλαι̃ς σου στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι του̃ οὐρανου̃ οἱ ὁρω̃ντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι
14 ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτω̃ν ἐκ φλογός ὅτι ἔχεις ἄνθρακας πυρός κάθισαι ἐπ' αὐτούς
15 οὑ̃τοι ἔσονταί σοι βοήθεια ἐκοπίασας ἐν τη̨̃ μεταβολη̨̃ σου ἐκ νεότητος ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη σοὶ δὲ οὐκ ἔσται σωτηρία

ΗΣΑΙΑΣ, κεφαλίς 48

1 ἀκούσατε ταυ̃τα οἰ̃κος Ιακωβ οἱ κεκλημένοι τω̨̃ ὀνόματι Ισραηλ καὶ οἱ ἐξ Ιουδα ἐξελθόντες οἱ ὀμνύοντες τω̨̃ ὀνόματι κυρίου θεου̃ Ισραηλ μιμνη̨σκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης
2 καὶ ἀντεχόμενοι τω̨̃ ὀνόματι τη̃ς πόλεως τη̃ς ἁγίας καὶ ἐπὶ τω̨̃ θεω̨̃ του̃ Ισραηλ ἀντιστηριζόμενοι κύριος σαβαωθ ὄνομα αὐτω̨̃
3 τὰ πρότερα ἔτι ἀνήγγειλα καὶ ἐκ του̃ στόματός μου ἐξη̃λθεν καὶ ἀκουστὸν ἐγένετο ἐξάπινα ἐποίησα καὶ ἐπη̃λθεν
4 γινώσκω ἐγὼ ὅτι σκληρὸς εἰ̃ καὶ νευ̃ρον σιδηρου̃ν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκου̃ν
5 καὶ ἀνήγγειλά σοι πάλαι πρὶν ἐλθει̃ν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα μὴ εἴπη̨ς ὅτι τὰ εἴδωλά μου ἐποίησαν καὶ μὴ εἴπη̨ς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι
6 ἠκούσατε πάντα καὶ ὑμει̃ς οὐκ ἔγνωτε ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ του̃ νυ̃ν ἃ μέλλει γίνεσθαι καὶ οὐκ εἰ̃πας
7 νυ̃ν γίνεται καὶ οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά μὴ εἴπη̨ς ὅτι ναί γινώσκω αὐτά
8 οὔτε ἔγνως οὔτε ἠπίστω οὔτε ἀπ' ἀρχη̃ς ἤνοιξά σου τὰ ὠ̃τα ἔγνων γὰρ ὅτι ἀθετω̃ν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήση̨
9 ἕνεκεν του̃ ἐμου̃ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί ἵνα μὴ ἐξολεθρεύσω σε
10 ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας
11 ἕνεκεν ἐμου̃ ποιήσω σοι ὅτι τὸ ἐμὸν ὄνομα βεβηλου̃ται καὶ τὴν δόξαν μου ἑτέρω̨ οὐ δώσω
12 ἄκουέ μου Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλω̃ ἐγώ εἰμι πρω̃τος καὶ ἐγώ εἰμι εἰς τὸν αἰω̃να
13 καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γη̃ν καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν καλέσω αὐτούς καὶ στήσονται ἅμα
14 καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται τίς αὐτοι̃ς ἀνήγγειλεν ταυ̃τα ἀγαπω̃ν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλω̃να του̃ ἀ̃ραι σπέρμα Χαλδαίων
15 ἐγὼ ἐλάλησα ἐγὼ ἐκάλεσα ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτου̃
16 προσαγάγετε πρός με καὶ ἀκούσατε ταυ̃τα οὐκ ἀπ' ἀρχη̃ς ἐν κρυφη̨̃ ἐλάλησα οὐδὲ ἐν τόπω̨ γη̃ς σκοτεινω̨̃ ἡνίκα ἐγένετο ἐκει̃ ἤμην καὶ νυ̃ν κύριος ἀπέσταλκέν με καὶ τὸ πνευ̃μα αὐτου̃
17 οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ισραηλ ἐγώ εἰμι ὁ θεός σου δέδειχά σοι του̃ εὑρει̃ν σε τὴν ὁδόν ἐν ἡ̨̃ πορεύση̨ ἐν αὐτη̨̃
18 καὶ εἰ ἤκουσας τω̃ν ἐντολω̃ν μου ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κυ̃μα θαλάσσης
19 καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τη̃ς κοιλίας σου ὡς ὁ χου̃ς τη̃ς γη̃ς οὐδὲ νυ̃ν οὐ μὴ ἐξολεθρευθη̨̃ς οὐδὲ ἀπολει̃ται τὸ ὄνομά σου ἐνώπιόν μου
20 ἔξελθε ἐκ Βαβυλω̃νος φεύγων ἀπὸ τω̃ν Χαλδαίων φωνὴν εὐφροσύνης ἀναγγείλατε καὶ ἀκουστὸν γενέσθω του̃το ἀπαγγείλατε ἕως ἐσχάτου τη̃ς γη̃ς λέγετε ἐρρύσατο κύριος τὸν δου̃λον αὐτου̃ Ιακωβ
21 καὶ ἐὰν διψήσωσιν δι' ἐρήμου ἄξει αὐτούς ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοι̃ς σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ καὶ πίεται ὁ λαός μου
22 οὐκ ἔστιν χαίρειν τοι̃ς ἀσεβέσιν λέγει κύριος

ΗΣΑΙΑΣ, κεφαλίς 49

1 ἀκούσατέ μου νη̃σοι καὶ προσέχετε ἔθνη διὰ χρόνου πολλου̃ στήσεται λέγει κύριος ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου
2 καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξει̃αν καὶ ὑπὸ τὴν σκέπην τη̃ς χειρὸς αὐτου̃ ἔκρυψέν με ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τη̨̃ φαρέτρα̨ αὐτου̃ ἐσκέπασέν με
3 καὶ εἰ̃πέν μοι δου̃λός μου εἰ̃ σύ Ισραηλ καὶ ἐν σοὶ δοξασθήσομαι
4 καὶ ἐγὼ εἰ̃πα κενω̃ς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου διὰ του̃το ἡ κρίσις μου παρὰ κυρίω̨ καὶ ὁ πόνος μου ἐναντίον του̃ θεου̃ μου
5 καὶ νυ̃ν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δου̃λον ἑαυτω̨̃ του̃ συναγαγει̃ν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου καὶ ὁ θεός μου ἔσται μου ἰσχύς
6 καὶ εἰ̃πέν μοι μέγα σοί ἐστιν του̃ κληθη̃ναί σε παι̃δά μου του̃ στη̃σαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν του̃ Ισραηλ ἐπιστρέψαι ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φω̃ς ἐθνω̃ν του̃ εἰ̃ναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τη̃ς γη̃ς
7 οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ θεὸς Ισραηλ ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτου̃ τὸν βδελυσσόμενον ὑπὸ τω̃ν ἐθνω̃ν τω̃ν δούλων τω̃ν ἀρχόντων βασιλει̃ς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτω̨̃ ἕνεκεν κυρίου ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ καὶ ἐξελεξάμην σε
8 οὕτως λέγει κύριος καιρω̨̃ δεκτω̨̃ ἐπήκουσά σου καὶ ἐν ἡμέρα̨ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνω̃ν του̃ καταστη̃σαι τὴν γη̃ν καὶ κληρονομη̃σαι κληρονομίαν ἐρήμου
9 λέγοντα τοι̃ς ἐν δεσμοι̃ς ἐξέλθατε καὶ τοι̃ς ἐν τω̨̃ σκότει ἀνακαλυφθη̃ναι καὶ ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτω̃ν βοσκηθήσονται καὶ ἐν πάσαις ται̃ς τρίβοις ἡ νομὴ αὐτω̃ν
10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος ἀλλὰ ὁ ἐλεω̃ν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγω̃ν ὑδάτων ἄξει αὐτούς
11 καὶ θήσω πα̃ν ὄρος εἰς ὁδὸν καὶ πα̃σαν τρίβον εἰς βόσκημα αὐτοι̃ς
12 ἰδοὺ οὑ̃τοι πόρρωθεν ἔρχονται οὑ̃τοι ἀπὸ βορρα̃ καὶ οὑ̃τοι ἀπὸ θαλάσσης ἄλλοι δὲ ἐκ γη̃ς Περσω̃ν
13 εὐφραίνεσθε οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γη̃ ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτου̃ καὶ τοὺς ταπεινοὺς του̃ λαου̃ αὐτου̃ παρεκάλεσεν
14 εἰ̃πεν δὲ Σιων ἐγκατέλιπέν με κύριος καὶ ὁ κύριος ἐπελάθετό μου
15 μὴ ἐπιλήσεται γυνὴ του̃ παιδίου αὐτη̃ς του̃ μὴ ἐλεη̃σαι τὰ ἔκγονα τη̃ς κοιλίας αὐτη̃ς εἰ δὲ καὶ ἐπιλάθοιτο ταυ̃τα γυνή ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου εἰ̃πεν κύριος
16 ἰδοὺ ἐπὶ τω̃ν χειρω̃ν μου ἐζωγράφησά σου τὰ τείχη καὶ ἐνώπιόν μου εἰ̃ διὰ παντός
17 καὶ ταχὺ οἰκοδομηθήση̨ ὑφ' ὡ̃ν καθη̨ρέθης καὶ οἱ ἐρημώσαντές σε ἐκ σου̃ ἐξελεύσονται
18 ἀ̃ρον κύκλω̨ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ ζω̃ ἐγώ λέγει κύριος ὅτι πάντας αὐτοὺς ἐνδύση̨ καὶ περιθήση̨ αὐτοὺς ὡς κόσμον νύμφης
19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νυ̃ν στενοχωρήσει ἀπὸ τω̃ν κατοικούντων καὶ μακρυνθήσονται ἀπὸ σου̃ οἱ καταπίνοντές σε
20 ἐρου̃σιν γὰρ εἰς τὰ ὠ̃τά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας στενός μοι ὁ τόπος ποίησόν μοι τόπον ἵνα κατοικήσω
21 καὶ ἐρει̃ς ἐν τη̨̃ καρδία̨ σου τίς ἐγέννησέν μοι τούτους ἐγὼ δὲ ἄτεκνος καὶ χήρα τούτους δὲ τίς ἐξέθρεψέν μοι ἐγὼ δὲ κατελείφθην μόνη οὑ̃τοι δέ μοι που̃ ἠ̃σαν
22 οὕτως λέγει κύριος ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χει̃ρά μου καὶ εἰς τὰς νήσους ἀρω̃ σύσσημόν μου καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπω̨ τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀρου̃σιν
23 καὶ ἔσονται βασιλει̃ς τιθηνοί σου αἱ δὲ ἄρχουσαι τροφοί σου ἐπὶ πρόσωπον τη̃ς γη̃ς προσκυνήσουσίν σοι καὶ τὸν χου̃ν τω̃ν ποδω̃ν σου λείξουσιν καὶ γνώση̨ ὅτι ἐγὼ κύριος καὶ οὐκ αἰσχυνθήση̨
24 μὴ λήμψεταί τις παρὰ γίγαντος σκυ̃λα καὶ ἐὰν αἰχμαλωτεύση̨ τις ἀδίκως σωθήσεται
25 οὕτως λέγει κύριος ἐάν τις αἰχμαλωτεύση̨ γίγαντα λήμψεται σκυ̃λα λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται ἐγὼ δὲ τὴν κρίσιν σου κρινω̃ καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι
26 καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτω̃ν καὶ πίονται ὡς οἰ̃νον νέον τὸ αἱ̃μα αὐτω̃ν καὶ μεθυσθήσονται καὶ αἰσθανθήσεται πα̃σα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ

ΗΣΑΙΑΣ, κεφαλίς 50

1 οὕτως λέγει κύριος ποι̃ον τὸ βιβλίον του̃ ἀποστασίου τη̃ς μητρὸς ὑμω̃ν ὡ̨̃ ἐξαπέστειλα αὐτήν ἢ τίνι ὑπόχρεω̨ πέπρακα ὑμα̃ς ἰδοὺ ται̃ς ἁμαρτίαις ὑμω̃ν ἐπράθητε καὶ ται̃ς ἀνομίαις ὑμω̃ν ἐξαπέστειλα τὴν μητέρα ὑμω̃ν
2 τί ὅτι ἠ̃λθον καὶ οὐκ ἠ̃ν ἄνθρωπος ἐκάλεσα καὶ οὐκ ἠ̃ν ὁ ὑπακούων μὴ οὐκ ἰσχύει ἡ χείρ μου του̃ ῥύσασθαι ἢ οὐκ ἰσχύω του̃ ἐξελέσθαι ἰδοὺ τη̨̃ ἀπειλη̨̃ μου ἐξερημώσω τὴν θάλασσαν καὶ θήσω ποταμοὺς ἐρήμους καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτω̃ν ἀπὸ του̃ μὴ εἰ̃ναι ὕδωρ καὶ ἀποθανου̃νται ἐν δίψει
3 καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτου̃
4 κύριος δίδωσίν μοι γλω̃σσαν παιδείας του̃ γνω̃ναι ἐν καιρω̨̃ ἡνίκα δει̃ εἰπει̃ν λόγον ἔθηκέν μοι πρωί προσέθηκέν μοι ὠτίον ἀκούειν
5 καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὠ̃τα ἐγὼ δὲ οὐκ ἀπειθω̃ οὐδὲ ἀντιλέγω
6 τὸν νω̃τόν μου δέδωκα εἰς μάστιγας τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων
7 καὶ κύριος βοηθός μου ἐγενήθη διὰ του̃το οὐκ ἐνετράπην ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθω̃
8 ὅτι ἐγγίζει ὁ δικαιώσας με τίς ὁ κρινόμενός μοι ἀντιστήτω μοι ἅμα καὶ τίς ὁ κρινόμενός μοι ἐγγισάτω μοι
9 ἰδοὺ κύριος βοηθει̃ μοι τίς κακώσει με ἰδοὺ πάντες ὑμει̃ς ὡς ἱμάτιον παλαιωθήσεσθε καὶ ὡς σὴς καταφάγεται ὑμα̃ς
10 τίς ἐν ὑμι̃ν ὁ φοβούμενος τὸν κύριον ἀκουσάτω τη̃ς φωνη̃ς του̃ παιδὸς αὐτου̃ οἱ πορευόμενοι ἐν σκότει οὐκ ἔστιν αὐτοι̃ς φω̃ς πεποίθατε ἐπὶ τω̨̃ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τω̨̃ θεω̨̃
11 ἰδοὺ πάντες ὑμει̃ς πυ̃ρ καίετε καὶ κατισχύετε φλόγα πορεύεσθε τω̨̃ φωτὶ του̃ πυρὸς ὑμω̃ν καὶ τη̨̃ φλογί ἡ̨̃ ἐξεκαύσατε δι' ἐμὲ ἐγένετο ταυ̃τα ὑμι̃ν ἐν λύπη̨ κοιμηθήσεσθε

ΗΣΑΙΑΣ, κεφαλίς 51

1 ἀκούσατέ μου οἱ διώκοντες τὸ δίκαιον καὶ ζητου̃ντες τὸν κύριον ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἣν ἐλατομήσατε καὶ εἰς τὸν βόθυνον του̃ λάκκου ὃν ὠρύξατε
2 ἐμβλέψατε εἰς Αβρααμ τὸν πατέρα ὑμω̃ν καὶ εἰς Σαρραν τὴν ὠδίνουσαν ὑμα̃ς ὅτι εἱ̃ς ἠ̃ν καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν
3 καὶ σὲ νυ̃ν παρακαλέσω Σιων καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτη̃ς καὶ θήσω τὰ ἔρημα αὐτη̃ς ὡς παράδεισον κυρίου εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτη̨̃ ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως
4 ἀκούσατέ μου ἀκούσατε λαός μου καὶ οἱ βασιλει̃ς πρός με ἐνωτίσασθε ὅτι νόμος παρ' ἐμου̃ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φω̃ς ἐθνω̃ν
5 ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου καὶ ἐξελεύσεται ὡς φω̃ς τὸ σωτήριόν μου καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιου̃σιν ἐμὲ νη̃σοι ὑπομενου̃σιν καὶ εἰς τὸν βραχίονά μου ἐλπιου̃σιν
6 ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμω̃ν καὶ ἐμβλέψατε εἰς τὴν γη̃ν κάτω ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη ἡ δὲ γη̃ ὡς ἱμάτιον παλαιωθήσεται οἱ δὲ κατοικου̃ντες τὴν γη̃ν ὥσπερ ταυ̃τα ἀποθανου̃νται τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰω̃να ἔσται ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπη̨
7 ἀκούσατέ μου οἱ εἰδότες κρίσιν λαός μου οὑ̃ ὁ νόμος μου ἐν τη̨̃ καρδία̨ ὑμω̃ν μὴ φοβει̃σθε ὀνειδισμὸν ἀνθρώπων καὶ τω̨̃ φαυλισμω̨̃ αὐτω̃ν μὴ ἡττα̃σθε
8 ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰω̃να ἔσται τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεω̃ν
9 ἐξεγείρου ἐξεγείρου Ιερουσαλημ καὶ ἔνδυσαι τὴν ἰσχὺν του̃ βραχίονός σου ἐξεγείρου ὡς ἐν ἀρχη̨̃ ἡμέρας ὡς γενεὰ αἰω̃νος οὐ σὺ εἰ̃
10 ἡ ἐρημου̃σα θάλασσαν ὕδωρ ἀβύσσου πλη̃θος ἡ θει̃σα τὰ βάθη τη̃ς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις
11 καὶ λελυτρωμένοις ὑπὸ γὰρ κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ' εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου ἐπὶ γὰρ τη̃ς κεφαλη̃ς αὐτω̃ν ἀγαλλίασις καὶ αἴνεσις καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός
12 ἐγώ εἰμι ἐγώ εἰμι ὁ παρακαλω̃ν σε γνω̃θι τίνα εὐλαβηθει̃σα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητου̃ καὶ ἀπὸ υἱου̃ ἀνθρώπου οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν
13 καὶ ἐπελάθου θεὸν τὸν ποιήσαντά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γη̃ν καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον του̃ θυμου̃ του̃ θλίβοντός σε ὃν τρόπον γὰρ ἐβουλεύσατο του̃ ἀ̃ραί σε καὶ νυ̃ν που̃ ὁ θυμὸς του̃ θλίβοντός σε
14 ἐν γὰρ τω̨̃ σώ̨ζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιει̃
15 ὅτι ἐγὼ ὁ θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχω̃ν τὰ κύματα αὐτη̃ς κύριος σαβαωθ ὄνομά μοι
16 θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τη̃ς χειρός μου σκεπάσω σε ἐν ἡ̨̃ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γη̃ν καὶ ἐρει̃ Σιων λαός μου εἰ̃ σύ
17 ἐξεγείρου ἐξεγείρου ἀνάστηθι Ιερουσαλημ ἡ πιου̃σα τὸ ποτήριον του̃ θυμου̃ ἐκ χειρὸς κυρίου τὸ ποτήριον γὰρ τη̃ς πτώσεως τὸ κόνδυ του̃ θυμου̃ ἐξέπιες καὶ ἐξεκένωσας
18 καὶ οὐκ ἠ̃ν ὁ παρακαλω̃ν σε ἀπὸ πάντων τω̃ν τέκνων σου ὡ̃ν ἔτεκες καὶ οὐκ ἠ̃ν ὁ ἀντιλαμβανόμενος τη̃ς χειρός σου οὐδὲ ἀπὸ πάντων τω̃ν υἱω̃ν σου ὡ̃ν ὕψωσας
19 δύο ταυ̃τα ἀντικείμενά σοι τίς σοι συλλυπηθήσεται πτω̃μα καὶ σύντριμμα λιμὸς καὶ μάχαιρα τίς σε παρακαλέσει
20 οἱ υἱοί σου οἱ ἀπορούμενοι οἱ καθεύδοντες ἐπ' ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον οἱ πλήρεις θυμου̃ κυρίου ἐκλελυμένοι διὰ κυρίου του̃ θεου̃
21 διὰ του̃το ἄκουε τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου
22 οὕτως λέγει κύριος ὁ θεὸς ὁ κρίνων τὸν λαὸν αὐτου̃ ἰδοὺ εἴληφα ἐκ τη̃ς χειρός σου τὸ ποτήριον τη̃ς πτώσεως τὸ κόνδυ του̃ θυμου̃ καὶ οὐ προσθήση̨ ἔτι πιει̃ν αὐτό
23 καὶ ἐμβαλω̃ αὐτὸ εἰς τὰς χει̃ρας τω̃ν ἀδικησάντων σε καὶ τω̃ν ταπεινωσάντων σε οἳ εἰ̃παν τη̨̃ ψυχη̨̃ σου κύψον ἵνα παρέλθωμεν καὶ ἔθηκας ἴσα τη̨̃ γη̨̃ τὰ μετάφρενά σου ἔξω τοι̃ς παραπορευομένοις

ΗΣΑΙΑΣ, κεφαλίς 52

1 ἐξεγείρου ἐξεγείρου Σιων ἔνδυσαι τὴν ἰσχύν σου Σιων καὶ ἔνδυσαι τὴν δόξαν σου Ιερουσαλημ πόλις ἡ ἁγία οὐκέτι προστεθήσεται διελθει̃ν διὰ σου̃ ἀπερίτμητος καὶ ἀκάθαρτος
2 ἐκτίναξαι τὸν χου̃ν καὶ ἀνάστηθι κάθισον Ιερουσαλημ ἔκδυσαι τὸν δεσμὸν του̃ τραχήλου σου ἡ αἰχμάλωτος θυγάτηρ Σιων
3 ὅτι τάδε λέγει κύριος δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε
4 οὕτως λέγει κύριος εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικη̃σαι ἐκει̃ καὶ εἰς 'Ασσυρίους βία̨ ἤχθησαν
5 καὶ νυ̃ν τί ὡ̃δέ ἐστε τάδε λέγει κύριος ὅτι ἐλήμφθη ὁ λαός μου δωρεάν θαυμάζετε καὶ ὀλολύζετε τάδε λέγει κύριος δι' ὑμα̃ς διὰ παντὸς τὸ ὄνομά μου βλασφημει̃ται ἐν τοι̃ς ἔθνεσιν
6 διὰ του̃το γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλω̃ν πάρειμι
7 ὡς ὥρα ἐπὶ τω̃ν ὀρέων ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης ὡς εὐαγγελιζόμενος ἀγαθά ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων βασιλεύσει σου ὁ θεός
8 ὅτι φωνὴ τω̃ν φυλασσόντων σε ὑψώθη καὶ τη̨̃ φωνη̨̃ ἅμα εὐφρανθήσονται ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται ἡνίκα ἂν ἐλεήση̨ κύριος τὴν Σιων
9 ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ιερουσαλημ ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ιερουσαλημ
10 καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτου̃ τὸν ἅγιον ἐνώπιον πάντων τω̃ν ἐθνω̃ν καὶ ὄψονται πάντα τὰ ἄκρα τη̃ς γη̃ς τὴν σωτηρίαν τὴν παρὰ του̃ θεου̃
11 ἀπόστητε ἀπόστητε ἐξέλθατε ἐκει̃θεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε ἐξέλθατε ἐκ μέσου αὐτη̃ς ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου
12 ὅτι οὐ μετὰ ταραχη̃ς ἐξελεύσεσθε οὐδὲ φυγη̨̃ πορεύσεσθε πορεύσεται γὰρ πρότερος ὑμω̃ν κύριος καὶ ὁ ἐπισυνάγων ὑμα̃ς κύριος ὁ θεὸς Ισραηλ
13 ἰδοὺ συνήσει ὁ παι̃ς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα
14 ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἰ̃δός σου καὶ ἡ δόξα σου ἀπὸ τω̃ν ἀνθρώπων
15 οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτω̨̃ καὶ συνέξουσιν βασιλει̃ς τὸ στόμα αὐτω̃ν ὅτι οἱ̃ς οὐκ ἀνηγγέλη περὶ αὐτου̃ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν

ΗΣΑΙΑΣ, κεφαλίς 53

1 κύριε τίς ἐπίστευσεν τη̨̃ ἀκοη̨̃ ἡμω̃ν καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη
2 ἀνηγγείλαμεν ἐναντίον αὐτου̃ ὡς παιδίον ὡς ῥίζα ἐν γη̨̃ διψώση̨ οὐκ ἔστιν εἰ̃δος αὐτω̨̃ οὐδὲ δόξα καὶ εἴδομεν αὐτόν καὶ οὐκ εἰ̃χεν εἰ̃δος οὐδὲ κάλλος
3 ἀλλὰ τὸ εἰ̃δος αὐτου̃ ἄτιμον ἐκλει̃πον παρὰ πάντας ἀνθρώπους ἄνθρωπος ἐν πληγη̨̃ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτου̃ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη
4 οὑ̃τος τὰς ἁμαρτίας ἡμω̃ν φέρει καὶ περὶ ἡμω̃ν ὀδυνα̃ται καὶ ἡμει̃ς ἐλογισάμεθα αὐτὸν εἰ̃ναι ἐν πόνω̨ καὶ ἐν πληγη̨̃ καὶ ἐν κακώσει
5 αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμω̃ν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμω̃ν παιδεία εἰρήνης ἡμω̃ν ἐπ' αὐτόν τω̨̃ μώλωπι αὐτου̃ ἡμει̃ς ἰάθημεν
6 πάντες ὡς πρόβατα ἐπλανήθημεν ἄνθρωπος τη̨̃ ὁδω̨̃ αὐτου̃ ἐπλανήθη καὶ κύριος παρέδωκεν αὐτὸν ται̃ς ἁμαρτίαις ἡμω̃ν
7 καὶ αὐτὸς διὰ τὸ κεκακω̃σθαι οὐκ ἀνοίγει τὸ στόμα ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον του̃ κείροντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτου̃
8 ἐν τη̨̃ ταπεινώσει ἡ κρίσις αὐτου̃ ἤρθη τὴν γενεὰν αὐτου̃ τίς διηγήσεται ὅτι αἴρεται ἀπὸ τη̃ς γη̃ς ἡ ζωὴ αὐτου̃ ἀπὸ τω̃ν ἀνομιω̃ν του̃ λαου̃ μου ἤχθη εἰς θάνατον
9 καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τη̃ς ταφη̃ς αὐτου̃ καὶ τοὺς πλουσίους ἀντὶ του̃ θανάτου αὐτου̃ ὅτι ἀνομίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τω̨̃ στόματι αὐτου̃
10 καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τη̃ς πληγη̃ς ἐὰν δω̃τε περὶ ἁμαρτίας ἡ ψυχὴ ὑμω̃ν ὄψεται σπέρμα μακρόβιον καὶ βούλεται κύριος ἀφελει̃ν
11 ἀπὸ του̃ πόνου τη̃ς ψυχη̃ς αὐτου̃ δει̃ξαι αὐτω̨̃ φω̃ς καὶ πλάσαι τη̨̃ συνέσει δικαιω̃σαι δίκαιον εὐ̃ δουλεύοντα πολλοι̃ς καὶ τὰς ἁμαρτίας αὐτω̃ν αὐτὸς ἀνοίσει
12 διὰ του̃το αὐτὸς κληρονομήσει πολλοὺς καὶ τω̃ν ἰσχυρω̃ν μεριει̃ σκυ̃λα ἀνθ' ὡ̃ν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτου̃ καὶ ἐν τοι̃ς ἀνόμοις ἐλογίσθη καὶ αὐτὸς ἁμαρτίας πολλω̃ν ἀνήνεγκεν καὶ διὰ τὰς ἁμαρτίας αὐτω̃ν παρεδόθη

ΗΣΑΙΑΣ, κεφαλίς 54

1 εὐφράνθητι στει̃ρα ἡ οὐ τίκτουσα ῥη̃ξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τη̃ς ἐρήμου μα̃λλον ἢ τη̃ς ἐχούσης τὸν ἄνδρα εἰ̃πεν γὰρ κύριος
2 πλάτυνον τὸν τόπον τη̃ς σκηνη̃ς σου καὶ τω̃ν αὐλαιω̃ν σου πη̃ξον μὴ φείση̨ μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον
3 ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει καὶ πόλεις ἠρημωμένας κατοικιει̃ς
4 μὴ φοβου̃ ὅτι κατη̨σχύνθης μηδὲ ἐντραπη̨̃ς ὅτι ὠνειδίσθης ὅτι αἰσχύνην αἰώνιον ἐπιλήση̨ καὶ ὄνειδος τη̃ς χηρείας σου οὐ μὴ μνησθήση̨
5 ὅτι κύριος ὁ ποιω̃ν σε κύριος σαβαωθ ὄνομα αὐτω̨̃ καὶ ὁ ῥυσάμενός σε αὐτὸς θεὸς Ισραηλ πάση̨ τη̨̃ γη̨̃ κληθήσεται
6 οὐχ ὡς γυναι̃κα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε κύριος οὐδ' ὡς γυναι̃κα ἐκ νεότητος μεμισημένην εἰ̃πεν ὁ θεός σου
7 χρόνον μικρὸν κατέλιπόν σε καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε
8 ἐν θυμω̨̃ μικρω̨̃ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σου̃ καὶ ἐν ἐλέει αἰωνίω̨ ἐλεήσω σε εἰ̃πεν ὁ ῥυσάμενός σε κύριος
9 ἀπὸ του̃ ὕδατος του̃ ἐπὶ Νωε του̃τό μοί ἐστιν καθότι ὤμοσα αὐτω̨̃ ἐν τω̨̃ χρόνω̨ ἐκείνω̨ τη̨̃ γη̨̃ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι μηδὲ ἐν ἀπειλη̨̃ σου
10 τὰ ὄρη μεταστήσεσθαι οὐδὲ οἱ βουνοί σου μετακινηθήσονται οὕτως οὐδὲ τὸ παρ' ἐμου̃ σοι ἔλεος ἐκλείψει οὐδὲ ἡ διαθήκη τη̃ς εἰρήνης σου οὐ μὴ μεταστη̨̃ εἰ̃πεν γὰρ κύριος ἵλεώς σοι
11 ταπεινὴ καὶ ἀκατάστατος οὐ παρεκλήθης ἰδοὺ ἐγὼ ἑτοιμάζω σοὶ ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον
12 καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς
13 καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεου̃ καὶ ἐν πολλη̨̃ εἰρήνη̨ τὰ τέκνα σου
14 καὶ ἐν δικαιοσύνη̨ οἰκοδομηθήση̨ ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήση̨ καὶ τρόμος οὐκ ἐγγιει̃ σοι
15 ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμου̃ καὶ ἐπὶ σὲ καταφεύξονται
16 ἰδοὺ ἐγὼ κτίζω σε οὐχ ὡς χαλκεὺς φυσω̃ν ἄνθρακας καὶ ἐκφέρων σκευ̃ος εἰς ἔργον ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθει̃ραι
17 πα̃ν σκευ̃ος φθαρτόν ἐπὶ σὲ οὐκ εὐοδώσω καὶ πα̃σα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν πάντας αὐτοὺς ἡττήσεις οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτη̨̃ ἔστιν κληρονομία τοι̃ς θεραπεύουσιν κύριον καὶ ὑμει̃ς ἔσεσθέ μοι δίκαιοι λέγει κύριος

ΗΣΑΙΑΣ, κεφαλίς 55

1 οἱ διψω̃ντες πορεύεσθε ἐφ' ὕδωρ καὶ ὅσοι μὴ ἔχετε ἀργύριον βαδίσαντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμη̃ς οἴνου καὶ στέαρ
2 ἵνα τί τιμα̃σθε ἀργυρίου καὶ τὸν μόχθον ὑμω̃ν οὐκ εἰς πλησμονήν ἀκούσατέ μου καὶ φάγεσθε ἀγαθά καὶ ἐντρυφήσει ἐν ἀγαθοι̃ς ἡ ψυχὴ ὑμω̃ν
3 προσέχετε τοι̃ς ὠτίοις ὑμω̃ν καὶ ἐπακολουθήσατε ται̃ς ὁδοι̃ς μου ἐπακούσατέ μου καὶ ζήσεται ἐν ἀγαθοι̃ς ἡ ψυχὴ ὑμω̃ν καὶ διαθήσομαι ὑμι̃ν διαθήκην αἰώνιον τὰ ὅσια Δαυιδ τὰ πιστά
4 ἰδοὺ μαρτύριον ἐν ἔθνεσιν δέδωκα αὐτόν ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν
5 ἔθνη ἃ οὐκ ἤ̨δεισάν σε ἐπικαλέσονταί σε καὶ λαοί οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται ἕνεκεν του̃ θεου̃ σου του̃ ἁγίου Ισραηλ ὅτι ἐδόξασέν σε
6 ζητήσατε τὸν θεὸν καὶ ἐν τω̨̃ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε ἡνίκα δ' ἂν ἐγγίζη̨ ὑμι̃ν
7 ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτου̃ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτου̃ καὶ ἐπιστραφήτω ἐπὶ κύριον καὶ ἐλεηθήσεται ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμω̃ν
8 οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμω̃ν οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμω̃ν αἱ ὁδοί μου λέγει κύριος
9 ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τη̃ς γη̃ς οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τω̃ν ὁδω̃ν ὑμω̃ν καὶ τὰ διανοήματα ὑμω̃ν ἀπὸ τη̃ς διανοίας μου
10 ὡς γὰρ ἐὰν καταβη̨̃ ὑετὸς ἢ χιὼν ἐκ του̃ οὐρανου̃ καὶ οὐ μὴ ἀποστραφη̨̃ ἕως ἂν μεθύση̨ τὴν γη̃ν καὶ ἐκτέκη̨ καὶ ἐκβλαστήση̨ καὶ δω̨̃ σπέρμα τω̨̃ σπείροντι καὶ ἄρτον εἰς βρω̃σιν
11 οὕτως ἔσται τὸ ῥη̃μά μου ὃ ἐὰν ἐξέλθη̨ ἐκ του̃ στόματός μου οὐ μὴ ἀποστραφη̨̃ ἕως ἂν συντελεσθη̨̃ ὅσα ἠθέλησα καὶ εὐοδώσω τὰς ὁδούς σου καὶ τὰ ἐντάλματά μου
12 ἐν γὰρ εὐφροσύνη̨ ἐξελεύσεσθε καὶ ἐν χαρα̨̃ διδαχθήσεσθε τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλου̃νται προσδεχόμενοι ὑμα̃ς ἐν χαρα̨̃ καὶ πάντα τὰ ξύλα του̃ ἀγρου̃ ἐπικροτήσει τοι̃ς κλάδοις
13 καὶ ἀντὶ τη̃ς στοιβη̃ς ἀναβήσεται κυπάρισσος ἀντὶ δὲ τη̃ς κονύζης ἀναβήσεται μυρσίνη καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημει̃ον αἰώνιον καὶ οὐκ ἐκλείψει

ΗΣΑΙΑΣ, κεφαλίς 56

1 τάδε λέγει κύριος φυλάσσεσθε κρίσιν ποιήσατε δικαιοσύνην ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθη̃ναι
2 μακάριος ἀνὴρ ὁ ποιω̃ν ταυ̃τα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτω̃ν καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλου̃ν καὶ διατηρω̃ν τὰς χει̃ρας αὐτου̃ μὴ ποιει̃ν ἀδίκημα
3 μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς κύριον ἀφοριει̃ με ἄρα κύριος ἀπὸ του̃ λαου̃ αὐτου̃ καὶ μὴ λεγέτω ὁ εὐνου̃χος ὅτι ἐγώ εἰμι ξύλον ξηρόν
4 τάδε λέγει κύριος τοι̃ς εὐνούχοις ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τη̃ς διαθήκης μου
5 δώσω αὐτοι̃ς ἐν τω̨̃ οἴκω̨ μου καὶ ἐν τω̨̃ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱω̃ν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοι̃ς καὶ οὐκ ἐκλείψει
6 καὶ τοι̃ς ἀλλογενέσι τοι̃ς προσκειμένοις κυρίω̨ δουλεύειν αὐτω̨̃ καὶ ἀγαπα̃ν τὸ ὄνομα κυρίου του̃ εἰ̃ναι αὐτω̨̃ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλου̃ν καὶ ἀντεχομένους τη̃ς διαθήκης μου
7 εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανω̃ αὐτοὺς ἐν τω̨̃ οἴκω̨ τη̃ς προσευχη̃ς μου τὰ ὁλοκαυτώματα αὐτω̃ν καὶ αἱ θυσίαι αὐτω̃ν ἔσονται δεκταὶ ἐπὶ του̃ θυσιαστηρίου μου ὁ γὰρ οἰ̃κός μου οἰ̃κος προσευχη̃ς κληθήσεται πα̃σιν τοι̃ς ἔθνεσιν
8 εἰ̃πεν κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ισραηλ ὅτι συνάξω ἐπ' αὐτὸν συναγωγήν
9 πάντα τὰ θηρία τὰ ἄγρια δευ̃τε φάγετε πάντα τὰ θηρία του̃ δρυμου̃
10 ἴδετε ὅτι πάντες ἐκτετύφλωνται οὐκ ἔγνωσαν φρονη̃σαι πάντες κύνες ἐνεοί οὐ δυνήσονται ὑλακτει̃ν ἐνυπνιαζόμενοι κοίτην φιλου̃ντες νυστάξαι
11 καὶ οἱ κύνες ἀναιδει̃ς τη̨̃ ψυχη̨̃ οὐκ εἰδότες πλησμονήν καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν πάντες ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν ἐξηκολούθησαν ἕκαστος κατὰ τὸ ἑαυτου̃

ΗΣΑΙΑΣ, κεφαλίς 57

1 ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο καὶ οὐδεὶς ἐκδέχεται τη̨̃ καρδία̨ καὶ ἄνδρες δίκαιοι αἴρονται καὶ οὐδεὶς κατανοει̃ ἀπὸ γὰρ προσώπου ἀδικίας ἠ̃ρται ὁ δίκαιος
2 ἔσται ἐν εἰρήνη̨ ἡ ταφὴ αὐτου̃ ἠ̃ρται ἐκ του̃ μέσου
3 ὑμει̃ς δὲ προσαγάγετε ὡ̃δε υἱοὶ ἄνομοι σπέρμα μοιχω̃ν καὶ πόρνης
4 ἐν τίνι ἐνετρυφήσατε καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμω̃ν καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλω̃σσαν ὑμω̃ν οὐχ ὑμει̃ς ἐστε τέκνα ἀπωλείας σπέρμα ἄνομον
5 οἱ παρακαλου̃ντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα σφάζοντες τὰ τέκνα αὐτω̃ν ἐν ται̃ς φάραγξιν ἀνὰ μέσον τω̃ν πετρω̃ν
6 ἐκείνη σου ἡ μερίς οὑ̃τός σου ὁ κλη̃ρος κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας θυσίας ἐπὶ τούτοις οὐ̃ν οὐκ ὀργισθήσομαι
7 ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον ἐκει̃ σου ἡ κοίτη κἀκει̃ ἀνεβίβασας θυσίας
8 καὶ ὀπίσω τω̃ν σταθμω̃ν τη̃ς θύρας σου ἔθηκας μνημόσυνά σου ὤ̨ου ὅτι ἐὰν ἀπ' ἐμου̃ ἀποστη̨̃ς πλει̃όν τι ἕξεις ἠγάπησας τοὺς κοιμωμένους μετὰ σου̃
9 καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτω̃ν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σου̃ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώθης ἕως ἅ̨δου
10 ται̃ς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἰ̃πας παύσομαι ἐνισχύουσα ὅτι ἔπραξας ταυ̃τα διὰ του̃το οὐ κατεδεήθης μου
11 σύ τίνα εὐλαβηθει̃σα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου κἀγώ σε ἰδὼν παρορω̃ καὶ ἐμὲ οὐκ ἐφοβήθης
12 κἀγὼ ἀπαγγελω̃ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου ἃ οὐκ ὠφελήσουσίν σε
13 ὅταν ἀναβοήση̨ς ἐξελέσθωσάν σε ἐν τη̨̃ θλίψει σου τούτους γὰρ πάντας ἄνεμος λήμψεται καὶ ἀποίσει καταιγίς οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γη̃ν καὶ κληρονομήσουσιν τὸ ὄρος τὸ ἅγιόν μου
14 καὶ ἐρου̃σιν καθαρίσατε ἀπὸ προσώπου αὐτου̃ ὁδοὺς καὶ ἄρατε σκω̃λα ἀπὸ τη̃ς ὁδου̃ του̃ λαου̃ μου
15 τάδε λέγει κύριος ὁ ὕψιστος ὁ ἐν ὑψηλοι̃ς κατοικω̃ν τὸν αἰω̃να ἅγιος ἐν ἁγίοις ὄνομα αὐτω̨̃ κύριος ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ διδοὺς ζωὴν τοι̃ς συντετριμμένοις τὴν καρδίαν
16 οὐκ εἰς τὸν αἰω̃να ἐκδικήσω ὑμα̃ς οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμι̃ν πνευ̃μα γὰρ παρ' ἐμου̃ ἐξελεύσεται καὶ πνοὴν πα̃σαν ἐγὼ ἐποίησα
17 δι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτου̃ καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ται̃ς ὁδοι̃ς αὐτου̃
18 τὰς ὁδοὺς αὐτου̃ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτω̨̃ παράκλησιν ἀληθινήν
19 εἰρήνην ἐπ' εἰρήνην τοι̃ς μακρὰν καὶ τοι̃ς ἐγγὺς οὐ̃σιν καὶ εἰ̃πεν κύριος ἰάσομαι αὐτούς
20 οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ δυνήσονται
21 οὐκ ἔστιν χαίρειν τοι̃ς ἀσεβέσιν εἰ̃πεν κύριος ὁ θεός

ΗΣΑΙΑΣ, κεφαλίς 58

1 ἀναβόησον ἐν ἰσχύι καὶ μὴ φείση̨ ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου καὶ ἀνάγγειλον τω̨̃ λαω̨̃ μου τὰ ἁμαρτήματα αὐτω̃ν καὶ τω̨̃ οἴκω̨ Ιακωβ τὰς ἀνομίας αὐτω̃ν
2 ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητου̃σιν καὶ γνω̃ναί μου τὰς ὁδοὺς ἐπιθυμου̃σιν ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν θεου̃ αὐτου̃ μὴ ἐγκαταλελοιπὼς αἰτου̃σίν με νυ̃ν κρίσιν δικαίαν καὶ ἐγγίζειν θεω̨̃ ἐπιθυμου̃σιν
3 λέγοντες τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἰ̃δες ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμω̃ν καὶ οὐκ ἔγνως ἐν γὰρ ται̃ς ἡμέραις τω̃ν νηστειω̃ν ὑμω̃ν εὑρίσκετε τὰ θελήματα ὑμω̃ν καὶ πάντας τοὺς ὑποχειρίους ὑμω̃ν ὑπονύσσετε
4 εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαι̃ς ταπεινόν ἵνα τί μοι νηστεύετε ὡς σήμερον ἀκουσθη̃ναι ἐν κραυγη̨̃ τὴν φωνὴν ὑμω̃ν
5 οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινου̃ν ἄνθρωπον τὴν ψυχὴν αὐτου̃ οὐδ' ἂν κάμψη̨ς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώση̨ οὐδ' οὕτως καλέσετε νηστείαν δεκτήν
6 οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην λέγει κύριος ἀλλὰ λυ̃ε πάντα σύνδεσμον ἀδικίας διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πα̃σαν συγγραφὴν ἄδικον διάσπα
7 διάθρυπτε πεινω̃ντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἰ̃κόν σου ἐὰν ἴδη̨ς γυμνόν περίβαλε καὶ ἀπὸ τω̃ν οἰκείων του̃ σπέρματός σου οὐχ ὑπερόψη̨
8 τότε ῥαγήσεται πρόιμον τὸ φω̃ς σου καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελει̃ καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου καὶ ἡ δόξα του̃ θεου̃ περιστελει̃ σε
9 τότε βοήση̨ καὶ ὁ θεὸς εἰσακούσεταί σου ἔτι λαλου̃ντός σου ἐρει̃ ἰδοὺ πάρειμι ἐὰν ἀφέλη̨ς ἀπὸ σου̃ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥη̃μα γογγυσμου̃
10 καὶ δω̨̃ς πεινω̃ντι τὸν ἄρτον ἐκ ψυχη̃ς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήση̨ς τότε ἀνατελει̃ ἐν τω̨̃ σκότει τὸ φω̃ς σου καὶ τὸ σκότος σου ὡς μεσημβρία
11 καὶ ἔσται ὁ θεός σου μετὰ σου̃ διὰ παντός καὶ ἐμπλησθήση̨ καθάπερ ἐπιθυμει̃ ἡ ψυχή σου καὶ τὰ ὀστα̃ σου πιανθήσεται καὶ ἔση̨ ὡς κη̃πος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ καὶ τὰ ὀστα̃ σου ὡς βοτάνη ἀνατελει̃ καὶ πιανθήσεται καὶ κληρονομήσουσι γενεὰς γενεω̃ν
12 καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι καὶ ἔσται σου τὰ θεμέλια αἰώνια γενεω̃ν γενεαι̃ς καὶ κληθήση̨ οἰκοδόμος φραγμω̃ν καὶ τοὺς τρίβους τοὺς ἀνὰ μέσον παύσεις
13 ἐὰν ἀποστρέψη̨ς τὸν πόδα σου ἀπὸ τω̃ν σαββάτων του̃ μὴ ποιει̃ν τὰ θελήματά σου ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἁγία̨ καὶ καλέσεις τὰ σάββατα τρυφερά ἅγια τω̨̃ θεω̨̃ σου οὐκ ἀρει̃ς τὸν πόδα σου ἐπ' ἔργω̨ οὐδὲ λαλήσεις λόγον ἐν ὀργη̨̃ ἐκ του̃ στόματός σου
14 καὶ ἔση̨ πεποιθὼς ἐπὶ κύριον καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τη̃ς γη̃ς καὶ ψωμιει̃ σε τὴν κληρονομίαν Ιακωβ του̃ πατρός σου τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταυ̃τα

ΗΣΑΙΑΣ, κεφαλίς 59

1 μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου του̃ σω̃σαι ἢ ἐβάρυνεν τὸ οὐ̃ς αὐτου̃ του̃ μὴ εἰσακου̃σαι
2 ἀλλὰ τὰ ἁμαρτήματα ὑμω̃ν διιστω̃σιν ἀνὰ μέσον ὑμω̃ν καὶ του̃ θεου̃ καὶ διὰ τὰς ἁμαρτίας ὑμω̃ν ἀπέστρεψεν τὸ πρόσωπον αὐτου̃ ἀφ' ὑμω̃ν του̃ μὴ ἐλεη̃σαι
3 αἱ γὰρ χει̃ρες ὑμω̃ν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμω̃ν ἐν ἁμαρτίαις τὰ δὲ χείλη ὑμω̃ν ἐλάλησεν ἀνομίαν καὶ ἡ γλω̃σσα ὑμω̃ν ἀδικίαν μελετα̨̃
4 οὐδεὶς λαλει̃ δίκαια οὐδὲ ἔστιν κρίσις ἀληθινή πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλου̃σιν κενά ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν
5 ὠ̨ὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν καὶ ὁ μέλλων τω̃ν ὠ̨ω̃ν αὐτω̃ν φαγει̃ν συντρίψας οὔριον εὑ̃ρεν καὶ ἐν αὐτω̨̃ βασιλίσκος
6 ὁ ἱστὸς αὐτω̃ν οὐκ ἔσται εἰς ἱμάτιον οὐδὲ μὴ περιβάλωνται ἀπὸ τω̃ν ἔργων αὐτω̃ν τὰ γὰρ ἔργα αὐτω̃ν ἔργα ἀνομίας
7 οἱ δὲ πόδες αὐτω̃ν ἐπὶ πονηρίαν τρέχουσιν ταχινοὶ ἐκχέαι αἱ̃μα καὶ οἱ διαλογισμοὶ αὐτω̃ν διαλογισμοὶ ἀφρόνων σύντριμμα καὶ ταλαιπωρία ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν
8 καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν καὶ οὐκ ἔστιν κρίσις ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν αἱ γὰρ τρίβοι αὐτω̃ν διεστραμμέναι ἃς διοδεύουσιν καὶ οὐκ οἴδασιν εἰρήνην
9 διὰ του̃το ἀπέστη ἡ κρίσις ἀπ' αὐτω̃ν καὶ οὐ μὴ καταλάβη̨ αὐτοὺς δικαιοσύνη ὑπομεινάντων αὐτω̃ν φω̃ς ἐγένετο αὐτοι̃ς σκότος μείναντες αὐγὴν ἐν ἀωρία̨ περιεπάτησαν
10 ψηλαφήσουσιν ὡς τυφλοὶ τοι̃χον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμω̃ν ψηλαφήσουσιν καὶ πεσου̃νται ἐν μεσημβρία̨ ὡς ἐν μεσονυκτίω̨ ὡς ἀποθνή̨σκοντες στενάξουσιν
11 ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται ἀνεμείναμεν κρίσιν καὶ οὐκ ἔστιν σωτηρία μακρὰν ἀφέστηκεν ἀφ' ἡμω̃ν
12 πολλὴ γὰρ ἡμω̃ν ἡ ἀνομία ἐναντίον σου καὶ αἱ ἁμαρτίαι ἡμω̃ν ἀντέστησαν ἡμι̃ν αἱ γὰρ ἀνομίαι ἡμω̃ν ἐν ἡμι̃ν καὶ τὰ ἀδικήματα ἡμω̃ν ἔγνωμεν
13 ἠσεβήσαμεν καὶ ἐψευσάμεθα καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν του̃ θεου̃ ἡμω̃ν ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμω̃ν λόγους ἀδίκους
14 καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν ὅτι καταναλώθη ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν ἡ ἀλήθεια καὶ δι' εὐθείας οὐκ ἠδύναντο διελθει̃ν
15 καὶ ἡ ἀλήθεια ἠ̃ρται καὶ μετέστησαν τὴν διάνοιαν του̃ συνιέναι καὶ εἰ̃δεν κύριος καὶ οὐκ ἤρεσεν αὐτω̨̃ ὅτι οὐκ ἠ̃ν κρίσις
16 καὶ εἰ̃δεν καὶ οὐκ ἠ̃ν ἀνήρ καὶ κατενόησεν καὶ οὐκ ἠ̃ν ὁ ἀντιλημψόμενος καὶ ἠμύνατο αὐτοὺς τω̨̃ βραχίονι αὐτου̃ καὶ τη̨̃ ἐλεημοσύνη̨ ἐστηρίσατο
17 καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τη̃ς κεφαλη̃ς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον
18 ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοι̃ς ὑπεναντίοις
19 καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμω̃ν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ' ἀνατολω̃ν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ κυρίου ἥξει μετὰ θυμου̃
20 καὶ ἥξει ἕνεκεν Σιων ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ιακωβ
21 καὶ αὕτη αὐτοι̃ς ἡ παρ' ἐμου̃ διαθήκη εἰ̃πεν κύριος τὸ πνευ̃μα τὸ ἐμόν ὅ ἐστιν ἐπὶ σοί καὶ τὰ ῥήματα ἃ ἔδωκα εἰς τὸ στόμα σου οὐ μὴ ἐκλίπη̨ ἐκ του̃ στόματός σου καὶ ἐκ του̃ στόματος του̃ σπέρματός σου εἰ̃πεν γὰρ κύριος ἀπὸ του̃ νυ̃ν καὶ εἰς τὸν αἰω̃να

ΗΣΑΙΑΣ, κεφαλίς 60

1 φωτίζου φωτίζου Ιερουσαλημ ἥκει γάρ σου τὸ φω̃ς καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν
2 ἰδοὺ σκότος καὶ γνόφος καλύψει γη̃ν ἐπ' ἔθνη ἐπὶ δὲ σὲ φανήσεται κύριος καὶ ἡ δόξα αὐτου̃ ἐπὶ σὲ ὀφθήσεται
3 καὶ πορεύσονται βασιλει̃ς τω̨̃ φωτί σου καὶ ἔθνη τη̨̃ λαμπρότητί σου
4 ἀ̃ρον κύκλω̨ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόθεν καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται
5 τότε ὄψη̨ καὶ φοβηθήση̨ καὶ ἐκστήση̨ τη̨̃ καρδία̨ ὅτι μεταβαλει̃ εἰς σὲ πλου̃τος θαλάσσης καὶ ἐθνω̃ν καὶ λαω̃ν καὶ ἥξουσίν σοι
6 ἀγέλαι καμήλων καὶ καλύψουσίν σε κάμηλοι Μαδιαμ καὶ Γαιφα πάντες ἐκ Σαβα ἥξουσιν φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν καὶ τὸ σωτήριον κυρίου εὐαγγελιου̃νται
7 καὶ πάντα τὰ πρόβατα Κηδαρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιωθ ἥξουσίν σοι καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου καὶ ὁ οἰ̃κος τη̃ς προσευχη̃ς μου δοξασθήσεται
8 τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοι̃ς
9 ἐμὲ νη̃σοι ὑπέμειναν καὶ πλοι̃α Θαρσις ἐν πρώτοις ἀγαγει̃ν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ' αὐτω̃ν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον του̃ Ισραηλ ἔνδοξον εἰ̃ναι
10 καὶ οἰκοδομήσουσιν ἀλλογενει̃ς τὰ τείχη σου καὶ οἱ βασιλει̃ς αὐτω̃ν παραστήσονταί σοι διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε
11 καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται εἰσαγαγει̃ν πρὸς σὲ δύναμιν ἐθνω̃ν καὶ βασιλει̃ς ἀγομένους
12 τὰ γὰρ ἔθνη καὶ οἱ βασιλει̃ς οἵτινες οὐ δουλεύσουσίν σοι ἀπολου̃νται καὶ τὰ ἔθνη ἐρημία̨ ἐρημωθήσονται
13 καὶ ἡ δόξα του̃ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσω̨ καὶ πεύκη̨ καὶ κέδρω̨ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου
14 καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ κληθήση̨ πόλις κυρίου Σιων ἁγίου Ισραηλ
15 διὰ τὸ γεγενη̃σθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην καὶ οὐκ ἠ̃ν ὁ βοηθω̃ν καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον εὐφροσύνην γενεω̃ν γενεαι̃ς
16 καὶ θηλάσεις γάλα ἐθνω̃ν καὶ πλου̃τον βασιλέων φάγεσαι καὶ γνώση̨ ὅτι ἐγὼ κύριος ὁ σώ̨ζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ισραηλ
17 καὶ ἀντὶ χαλκου̃ οἴσω σοι χρυσίον ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν ἀντὶ δὲ λίθων σίδηρον καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνη̨ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνη̨
18 καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τη̨̃ γη̨̃ σου οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοι̃ς ὁρίοις σου ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου καὶ αἱ πύλαι σου γλύμμα
19 καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φω̃ς ἡμέρας οὐδὲ ἀνατολὴ σελήνης φωτιει̃ σοι τὴν νύκτα ἀλλ' ἔσται σοι κύριος φω̃ς αἰώνιον καὶ ὁ θεὸς δόξα σου
20 οὐ γὰρ δύσεται ὁ ἥλιός σοι καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει ἔσται γὰρ κύριός σοι φω̃ς αἰώνιον καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι του̃ πένθους σου
21 καὶ ὁ λαός σου πα̃ς δίκαιος καὶ δι' αἰω̃νος κληρονομήσουσιν τὴν γη̃ν φυλάσσων τὸ φύτευμα ἔργα χειρω̃ν αὐτου̃ εἰς δόξαν
22 ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς

ΗΣΑΙΑΣ, κεφαλίς 61

1 πνευ̃μα κυρίου ἐπ' ἐμέ οὑ̃ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοι̃ς ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τη̨̃ καρδία̨ κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοι̃ς ἀνάβλεψιν
2 καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως παρακαλέσαι πάντας τοὺς πενθου̃ντας
3 δοθη̃ναι τοι̃ς πενθου̃σιν Σιων δόξαν ἀντὶ σποδου̃ ἄλειμμα εὐφροσύνης τοι̃ς πενθου̃σιν καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας καὶ κληθήσονται γενεαὶ δικαιοσύνης φύτευμα κυρίου εἰς δόξαν
4 καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας ἐξηρημωμένας πρότερον ἐξαναστήσουσιν καὶ καινιου̃σιν πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς
5 καὶ ἥξουσιν ἀλλογενει̃ς ποιμαίνοντες τὰ πρόβατά σου καὶ ἀλλόφυλοι ἀροτη̃ρες καὶ ἀμπελουργοί
6 ὑμει̃ς δὲ ἱερει̃ς κυρίου κληθήσεσθε λειτουργοὶ θεου̃ ἰσχὺν ἐθνω̃ν κατέδεσθε καὶ ἐν τω̨̃ πλούτω̨ αὐτω̃ν θαυμασθήσεσθε
7 οὕτως ἐκ δευτέρας κληρονομήσουσιν τὴν γη̃ν καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλη̃ς αὐτω̃ν
8 ἐγὼ γάρ εἰμι κύριος ὁ ἀγαπω̃ν δικαιοσύνην καὶ μισω̃ν ἁρπάγματα ἐξ ἀδικίας καὶ δώσω τὸν μόχθον αὐτω̃ν δικαίοις καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοι̃ς
9 καὶ γνωσθήσεται ἐν τοι̃ς ἔθνεσιν τὸ σπέρμα αὐτω̃ν καὶ τὰ ἔκγονα αὐτω̃ν πα̃ς ὁ ὁρω̃ν αὐτοὺς ἐπιγνώσεται αὐτούς ὅτι οὑ̃τοί εἰσιν σπέρμα ηὐλογημένον ὑπὸ θεου̃
10 καὶ εὐφροσύνη̨ εὐφρανθήσονται ἐπὶ κύριον ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τω̨̃ κυρίω̨ ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου καὶ χιτω̃να εὐφροσύνης ὡς νυμφίω̨ περιέθηκέν μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέν με κόσμω̨
11 καὶ ὡς γη̃ν αὔξουσαν τὸ ἄνθος αὐτη̃ς καὶ ὡς κη̃πος τὰ σπέρματα αὐτου̃ οὕτως ἀνατελει̃ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τω̃ν ἐθνω̃ν

ΗΣΑΙΑΣ, κεφαλίς 62

1 διὰ Σιων οὐ σιωπήσομαι καὶ διὰ Ιερουσαλημ οὐκ ἀνήσω ἕως ἂν ἐξέλθη̨ ὡς φω̃ς ἡ δικαιοσύνη μου τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται
2 καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλει̃ς τὴν δόξαν σου καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν ὃ ὁ κύριος ὀνομάσει αὐτό
3 καὶ ἔση̨ στέφανος κάλλους ἐν χειρὶ κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ θεου̃ σου
4 καὶ οὐκέτι κληθήση̨ καταλελειμμένη καὶ ἡ γη̃ σου οὐ κληθήσεται ἔρημος σοὶ γὰρ κληθήσεται θέλημα ἐμόν καὶ τη̨̃ γη̨̃ σου οἰκουμένη
5 καὶ ὡς συνοικω̃ν νεανίσκος παρθένω̨ οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σου̃ καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφη̨ οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί
6 καὶ ἐπὶ τω̃ν τειχέων σου Ιερουσαλημ κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνη̨σκόμενοι κυρίου
7 οὐκ ἔστιν γὰρ ὑμι̃ν ὅμοιος ἐὰν διορθώση̨ καὶ ποιήση̨ Ιερουσαλημ ἀγαυρίαμα ἐπὶ τη̃ς γη̃ς
8 ὤμοσεν κύριος κατὰ τη̃ς δεξια̃ς αὐτου̃ καὶ κατὰ τη̃ς ἰσχύος του̃ βραχίονος αὐτου̃ εἰ ἔτι δώσω τὸν σι̃τόν σου καὶ τὰ βρώματά σου τοι̃ς ἐχθροι̃ς σου καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἰ̃νόν σου ἐφ' ὡ̨̃ ἐμόχθησας
9 ἀλλ' ἢ οἱ συνάγοντες φάγονται αὐτὰ καὶ αἰνέσουσιν κύριον καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ται̃ς ἐπαύλεσιν ται̃ς ἁγίαις μου
10 πορεύεσθε διὰ τω̃ν πυλω̃ν μου καὶ ὁδοποιήσατε τω̨̃ λαω̨̃ μου καὶ τοὺς λίθους τοὺς ἐκ τη̃ς ὁδου̃ διαρρίψατε ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη
11 ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τη̃ς γη̃ς εἴπατε τη̨̃ θυγατρὶ Σιων ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτου̃ μισθὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτου̃
12 καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου σὺ δὲ κληθήση̨ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη

ΗΣΑΙΑΣ, κεφαλίς 63

1 τίς οὑ̃τος ὁ παραγινόμενος ἐξ Εδωμ ἐρύθημα ἱματίων ἐκ Βοσορ οὕτως ὡραι̃ος ἐν στολη̨̃ βία̨ μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου
2 διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητου̃ ληνου̃
3 πλήρης καταπεπατημένης καὶ τω̃ν ἐθνω̃ν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμου̃ καὶ κατεπάτησα αὐτοὺς ἐν θυμω̨̃ καὶ κατέθλασα αὐτοὺς ὡς γη̃ν καὶ κατήγαγον τὸ αἱ̃μα αὐτω̃ν εἰς γη̃ν
4 ἡμέρα γὰρ ἀνταποδόσεως ἐπη̃λθεν αὐτοι̃ς καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν
5 καὶ ἐπέβλεψα καὶ οὐδεὶς βοηθός καὶ προσενόησα καὶ οὐθεὶς ἀντελαμβάνετο καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου καὶ ὁ θυμός μου ἐπέστη
6 καὶ κατεπάτησα αὐτοὺς τη̨̃ ὀργη̨̃ μου καὶ κατήγαγον τὸ αἱ̃μα αὐτω̃ν εἰς γη̃ν
7 τὸν ἔλεον κυρίου ἐμνήσθην τὰς ἀρετὰς κυρίου ἐν πα̃σιν οἱ̃ς ὁ κύριος ἡμι̃ν ἀνταποδίδωσιν κύριος κριτὴς ἀγαθὸς τω̨̃ οἴκω̨ Ισραηλ ἐπάγει ἡμι̃ν κατὰ τὸ ἔλεος αὐτου̃ καὶ κατὰ τὸ πλη̃θος τη̃ς δικαιοσύνης αὐτου̃
8 καὶ εἰ̃πεν οὐχ ὁ λαός μου τέκνα οὐ μὴ ἀθετήσωσιν καὶ ἐγένετο αὐτοι̃ς εἰς σωτηρίαν
9 ἐκ πάσης θλίψεως οὐ πρέσβυς οὐδὲ ἄγγελος ἀλλ' αὐτὸς κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπα̃ν αὐτοὺς καὶ φείδεσθαι αὐτω̃ν αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας του̃ αἰω̃νος
10 αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνευ̃μα τὸ ἅγιον αὐτου̃ καὶ ἐστράφη αὐτοι̃ς εἰς ἔχθραν καὶ αὐτὸς ἐπολέμησεν αὐτούς
11 καὶ ἐμνήσθη ἡμερω̃ν αἰωνίων ὁ ἀναβιβάσας ἐκ τη̃ς γη̃ς τὸν ποιμένα τω̃ν προβάτων που̃ ἐστιν ὁ θεὶς ἐν αὐτοι̃ς τὸ πνευ̃μα τὸ ἅγιον
12 ὁ ἀγαγὼν τη̨̃ δεξια̨̃ Μωυση̃ν ὁ βραχίων τη̃ς δόξης αὐτου̃ κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτου̃ ποιη̃σαι αὐτω̨̃ ὄνομα αἰώνιον
13 ἤγαγεν αὐτοὺς διὰ τη̃ς ἀβύσσου ὡς ἵππον δι' ἐρήμου καὶ οὐκ ἐκοπίασαν
14 καὶ ὡς κτήνη διὰ πεδίου κατέβη πνευ̃μα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς οὕτως ἤγαγες τὸν λαόν σου ποιη̃σαι σεαυτω̨̃ ὄνομα δόξης
15 ἐπίστρεψον ἐκ του̃ οὐρανου̃ καὶ ἰδὲ ἐκ του̃ οἴκου του̃ ἁγίου σου καὶ δόξης που̃ ἐστιν ὁ ζη̃λός σου καὶ ἡ ἰσχύς σου που̃ ἐστιν τὸ πλη̃θος του̃ ἐλέους σου καὶ τω̃ν οἰκτιρμω̃ν σου ὅτι ἀνέσχου ἡμω̃ν
16 σὺ γὰρ ἡμω̃ν εἰ̃ πατήρ ὅτι Αβρααμ οὐκ ἔγνω ἡμα̃ς καὶ Ισραηλ οὐκ ἐπέγνω ἡμα̃ς ἀλλὰ σύ κύριε πατὴρ ἡμω̃ν ῥυ̃σαι ἡμα̃ς ἀπ' ἀρχη̃ς τὸ ὄνομά σου ἐφ' ἡμα̃ς ἐστιν
17 τί ἐπλάνησας ἡμα̃ς κύριε ἀπὸ τη̃ς ὁδου̃ σου ἐσκλήρυνας ἡμω̃ν τὰς καρδίας του̃ μὴ φοβει̃σθαί σε ἐπίστρεψον διὰ τοὺς δούλους σου διὰ τὰς φυλὰς τη̃ς κληρονομίας σου
18 ἵνα μικρὸν κληρονομήσωμεν του̃ ὄρους του̃ ἁγίου σου οἱ ὑπεναντίοι ἡμω̃ν κατεπάτησαν τὸ ἁγίασμά σου
19 ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχη̃ς ὅτε οὐκ ἠ̃ρξας ἡμω̃ν οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμα̃ς ἐὰν ἀνοίξη̨ς τὸν οὐρανόν τρόμος λήμψεται ἀπὸ σου̃ ὄρη καὶ τακήσονται

ΗΣΑΙΑΣ, κεφαλίς 64

1 ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται καὶ κατακαύσει πυ̃ρ τοὺς ὑπεναντίους καὶ φανερὸν ἔσται τὸ ὄνομα κυρίου ἐν τοι̃ς ὑπεναντίοις ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται
2 ὅταν ποιη̨̃ς τὰ ἔνδοξα τρόμος λήμψεται ἀπὸ σου̃ ὄρη
3 ἀπὸ του̃ αἰω̃νος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμω̃ν εἰ̃δον θεὸν πλὴν σου̃ καὶ τὰ ἔργα σου ἃ ποιήσεις τοι̃ς ὑπομένουσιν ἔλεον
4 συναντήσεται γὰρ τοι̃ς ποιου̃σιν τὸ δίκαιον καὶ τω̃ν ὁδω̃ν σου μνησθήσονται ἰδοὺ σὺ ὠργίσθης καὶ ἡμει̃ς ἡμάρτομεν διὰ του̃το ἐπλανήθημεν
5 καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμει̃ς ὡς ῥάκος ἀποκαθημένης πα̃σα ἡ δικαιοσύνη ἡμω̃ν καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμω̃ν οὕτως ἄνεμος οἴσει ἡμα̃ς
6 καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμω̃ν καὶ παρέδωκας ἡμα̃ς διὰ τὰς ἁμαρτίας ἡμω̃ν
7 καὶ νυ̃ν κύριε πατὴρ ἡμω̃ν σύ ἡμει̃ς δὲ πηλὸς ἔργον τω̃ν χειρω̃ν σου πάντες
8 μὴ ὀργίζου ἡμι̃ν σφόδρα καὶ μὴ ἐν καιρω̨̃ μνησθη̨̃ς ἁμαρτιω̃ν ἡμω̃ν καὶ νυ̃ν ἐπίβλεψον ὅτι λαός σου πάντες ἡμει̃ς
9 πόλις του̃ ἁγίου σου ἐγενήθη ἔρημος Σιων ὡς ἔρημος ἐγενήθη Ιερουσαλημ εἰς κατάραν
10 ὁ οἰ̃κος τὸ ἅγιον ἡμω̃ν καὶ ἡ δόξα ἣν ηὐλόγησαν οἱ πατέρες ἡμω̃ν ἐγενήθη πυρίκαυστος καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν
11 καὶ ἐπὶ πα̃σι τούτοις ἀνέσχου κύριε καὶ ἐσιώπησας καὶ ἐταπείνωσας ἡμα̃ς σφόδρα

ΗΣΑΙΑΣ, κεφαλίς 65

1 ἐμφανὴς ἐγενόμην τοι̃ς ἐμὲ μὴ ζητου̃σιν εὑρέθην τοι̃ς ἐμὲ μὴ ἐπερωτω̃σιν εἰ̃πα ἰδού εἰμι τω̨̃ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα
2 ἐξεπέτασα τὰς χει̃ράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθου̃ντα καὶ ἀντιλέγοντα οἳ οὐκ ἐπορεύθησαν ὁδω̨̃ ἀληθινη̨̃ ἀλλ' ὀπίσω τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν
3 ὁ λαὸς οὑ̃τος ὁ παροξύνων με ἐναντίον ἐμου̃ διὰ παντός αὐτοὶ θυσιάζουσιν ἐν τοι̃ς κήποις καὶ θυμιω̃σιν ἐπὶ ται̃ς πλίνθοις τοι̃ς δαιμονίοις ἃ οὐκ ἔστιν
4 καὶ ἐν τοι̃ς μνήμασιν καὶ ἐν τοι̃ς σπηλαίοις κοιμω̃νται δι' ἐνύπνια οἱ ἔσθοντες κρέα ὕεια καὶ ζωμὸν θυσιω̃ν μεμολυμμένα πάντα τὰ σκεύη αὐτω̃ν
5 οἱ λέγοντες πόρρω ἀπ' ἐμου̃ μὴ ἐγγίση̨ς μου ὅτι καθαρός εἰμι οὑ̃τος καπνὸς του̃ θυμου̃ μου πυ̃ρ καίεται ἐν αὐτω̨̃ πάσας τὰς ἡμέρας
6 ἰδοὺ γέγραπται ἐνώπιόν μου οὐ σιωπήσω ἕως ἂν ἀποδω̃ εἰς τὸν κόλπον αὐτω̃ν
7 τὰς ἁμαρτίας αὐτω̃ν καὶ τω̃ν πατέρων αὐτω̃ν λέγει κύριος οἳ ἐθυμίασαν ἐπὶ τω̃ν ὀρέων καὶ ἐπὶ τω̃ν βουνω̃ν ὠνείδισάν με ἀποδώσω τὰ ἔργα αὐτω̃ν εἰς τὸν κόλπον αὐτω̃ν
8 οὕτως λέγει κύριος ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τω̨̃ βότρυι καὶ ἐρου̃σιν μὴ λυμήνη̨ αὐτὸν ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτω̨̃ οὕτως ποιήσω ἕνεκεν του̃ δουλεύοντός μοι τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας
9 καὶ ἐξάξω τὸ ἐξ Ιακωβ σπέρμα καὶ τὸ ἐξ Ιουδα καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δου̃λοί μου καὶ κατοικήσουσιν ἐκει̃
10 καὶ ἔσονται ἐν τω̨̃ δρυμω̨̃ ἐπαύλεις ποιμνίων καὶ φάραγξ Αχωρ εἰς ἀνάπαυσιν βουκολίων τω̨̃ λαω̨̃ μου οἳ ἐζήτησάν με
11 ὑμει̃ς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τω̨̃ δαίμονι τράπεζαν καὶ πληρου̃ντες τη̨̃ τύχη̨ κέρασμα
12 ἐγὼ παραδώσω ὑμα̃ς εἰς μάχαιραν πάντες ἐν σφαγη̨̃ πεσει̃σθε ὅτι ἐκάλεσα ὑμα̃ς καὶ οὐχ ὑπηκούσατε ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμου̃ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε
13 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται ὑμει̃ς δὲ πεινάσετε ἰδοὺ οἱ δουλεύοντές μοι πίονται ὑμει̃ς δὲ διψήσετε ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται ὑμει̃ς δὲ αἰσχυνθήσεσθε
14 ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνη̨ ὑμει̃ς δὲ κεκράξεσθε διὰ τὸν πόνον τη̃ς καρδίας ὑμω̃ν καὶ ἀπὸ συντριβη̃ς πνεύματος ὀλολύξετε
15 καταλείψετε γὰρ τὸ ὄνομα ὑμω̃ν εἰς πλησμονὴν τοι̃ς ἐκλεκτοι̃ς μου ὑμα̃ς δὲ ἀνελει̃ κύριος τοι̃ς δὲ δουλεύουσιν αὐτω̨̃ κληθήσεται ὄνομα καινόν
16 ὃ εὐλογηθήσεται ἐπὶ τη̃ς γη̃ς εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινόν καὶ οἱ ὀμνύοντες ἐπὶ τη̃ς γη̃ς ὀμου̃νται τὸν θεὸν τὸν ἀληθινόν ἐπιλήσονται γὰρ τὴν θλι̃ψιν αὐτω̃ν τὴν πρώτην καὶ οὐκ ἀναβήσεται αὐτω̃ν ἐπὶ τὴν καρδίαν
17 ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γη̃ καινή καὶ οὐ μὴ μνησθω̃σιν τω̃ν προτέρων οὐδ' οὐ μὴ ἐπέλθη̨ αὐτω̃ν ἐπὶ τὴν καρδίαν
18 ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτη̨̃ ὅτι ἰδοὺ ἐγὼ ποιω̃ Ιερουσαλημ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην
19 καὶ ἀγαλλιάσομαι ἐπὶ Ιερουσαλημ καὶ εὐφρανθήσομαι ἐπὶ τω̨̃ λαω̨̃ μου καὶ οὐκέτι μὴ ἀκουσθη̨̃ ἐν αὐτη̨̃ φωνὴ κλαυθμου̃ οὐδὲ φωνὴ κραυγη̃ς
20 καὶ οὐ μὴ γένηται ἐκει̃ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτου̃ ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτω̃ν ὁ δὲ ἀποθνή̨σκων ἁμαρτωλὸς ἑκατὸν ἐτω̃ν καὶ ἐπικατάρατος ἔσται
21 καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελω̃νας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτω̃ν
22 καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν καὶ οὐ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται κατὰ γὰρ τὰς ἡμέρας του̃ ξύλου τη̃ς ζωη̃ς ἔσονται αἱ ἡμέραι του̃ λαου̃ μου τὰ ἔργα τω̃ν πόνων αὐτω̃ν παλαιώσουσιν
23 οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν ὅτι σπέρμα ηὐλογημένον ὑπὸ θεου̃ ἐστιν καὶ τὰ ἔκγονα αὐτω̃ν μετ' αὐτω̃ν ἔσονται
24 καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτω̃ν ἔτι λαλούντων αὐτω̃ν ἐρω̃ τί ἐστιν
25 τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα καὶ λέων ὡς βου̃ς φάγεται ἄχυρα ὄφις δὲ γη̃ν ὡς ἄρτον οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανου̃νται ἐπὶ τω̨̃ ὄρει τω̨̃ ἁγίω̨ μου λέγει κύριος

ΗΣΑΙΑΣ, κεφαλίς 66

1 οὕτως λέγει κύριος ὁ οὐρανός μοι θρόνος ἡ δὲ γη̃ ὑποπόδιον τω̃ν ποδω̃ν μου ποι̃ον οἰ̃κον οἰκοδομήσετέ μοι ἢ ποι̃ος τόπος τη̃ς καταπαύσεώς μου
2 πάντα γὰρ ταυ̃τα ἐποίησεν ἡ χείρ μου καὶ ἔστιν ἐμὰ πάντα ταυ̃τα λέγει κύριος καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου
3 ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἱ̃μα ὕειον ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος καὶ οὑ̃τοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτω̃ν καὶ τὰ βδελύγματα αὐτω̃ν ἃ ἡ ψυχὴ αὐτω̃ν ἠθέλησεν
4 κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτω̃ν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοι̃ς ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου ἐλάλησα καὶ οὐκ ἤκουσαν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο
5 ἀκούσατε τὸ ῥη̃μα κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτου̃ εἴπατε ἀδελφοὶ ἡμω̃ν τοι̃ς μισου̃σιν ἡμα̃ς καὶ βδελυσσομένοις ἵνα τὸ ὄνομα κυρίου δοξασθη̨̃ καὶ ὀφθη̨̃ ἐν τη̨̃ εὐφροσύνη̨ αὐτω̃ν κἀκει̃νοι αἰσχυνθήσονται
6 φωνὴ κραυγη̃ς ἐκ πόλεως φωνὴ ἐκ ναου̃ φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοι̃ς ἀντικειμένοις
7 πρὶν ἢ τὴν ὠδίνουσαν τεκει̃ν πρὶν ἐλθει̃ν τὸν πόνον τω̃ν ὠδίνων ἐξέφυγεν καὶ ἔτεκεν ἄρσεν
8 τίς ἤκουσεν τοιου̃το καὶ τίς ἑώρακεν οὕτως ἠ̃ ὤδινεν γη̃ ἐν μια̨̃ ἡμέρα̨ ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ ὅτι ὤδινεν καὶ ἔτεκεν Σιων τὰ παιδία αὐτη̃ς
9 ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ οὐκ ἐμνήσθης μου εἰ̃πεν κύριος οὐκ ἰδοὺ ἐγὼ γεννω̃σαν καὶ στει̃ραν ἐποίησα εἰ̃πεν ὁ θεός
10 εὐφράνθητι Ιερουσαλημ καὶ πανηγυρίσατε ἐν αὐτη̨̃ πάντες οἱ ἀγαπω̃ντες αὐτήν χάρητε χαρα̨̃ πάντες ὅσοι πενθει̃τε ἐπ' αὐτη̃ς
11 ἵνα θηλάσητε καὶ ἐμπλησθη̃τε ἀπὸ μαστου̃ παρακλήσεως αὐτη̃ς ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτη̃ς
12 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνω̃ν τὰ παιδία αὐτω̃ν ἐπ' ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται
13 ὡς εἴ τινα μήτηρ παρακαλέσει οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμα̃ς καὶ ἐν Ιερουσαλημ παρακληθήσεσθε
14 καὶ ὄψεσθε καὶ χαρήσεται ὑμω̃ν ἡ καρδία καὶ τὰ ὀστα̃ ὑμω̃ν ὡς βοτάνη ἀνατελει̃ καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοι̃ς σεβομένοις αὐτόν καὶ ἀπειλήσει τοι̃ς ἀπειθου̃σιν
15 ἰδοὺ γὰρ κύριος ὡς πυ̃ρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτου̃ ἀποδου̃ναι ἐν θυμω̨̃ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός
16 ἐν γὰρ τω̨̃ πυρὶ κυρίου κριθήσεται πα̃σα ἡ γη̃ καὶ ἐν τη̨̃ ῥομφαία̨ αὐτου̃ πα̃σα σάρξ πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου
17 οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοι̃ς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν νυ̃ν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται εἰ̃πεν κύριος
18 κἀγὼ τὰ ἔργα αὐτω̃ν καὶ τὸν λογισμὸν αὐτω̃ν ἐπίσταμαι ἔρχομαι συναγαγει̃ν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου
19 καὶ καταλείψω ἐπ' αὐτω̃ν σημει̃α καὶ ἐξαποστελω̃ ἐξ αὐτω̃ν σεσω̨σμένους εἰς τὰ ἔθνη εἰς Θαρσις καὶ Φουδ καὶ Λουδ καὶ Μοσοχ καὶ Θοβελ καὶ εἰς τὴν 'Ελλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω οἳ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου καὶ ἀναγγελου̃σίν μου τὴν δόξαν ἐν τοι̃ς ἔθνεσιν
20 καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμω̃ν ἐκ πάντων τω̃ν ἐθνω̃ν δω̃ρον κυρίω̨ μεθ' ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ιερουσαλημ εἰ̃πεν κύριος ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ισραηλ ἐμοὶ τὰς θυσίας αὐτω̃ν μετὰ ψαλμω̃ν εἰς τὸν οἰ̃κον κυρίου
21 καὶ ἀπ' αὐτω̃ν λήμψομαι ἐμοὶ ἱερει̃ς καὶ Λευίτας εἰ̃πεν κύριος
22 ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γη̃ καινή ἃ ἐγὼ ποιω̃ μένει ἐνώπιόν μου λέγει κύριος οὕτως στήσεται τὸ σπέρμα ὑμω̃ν καὶ τὸ ὄνομα ὑμω̃ν
23 καὶ ἔσται μη̃να ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πα̃σα σὰρξ ἐνώπιόν μου προσκυνη̃σαι ἐν Ιερουσαλημ εἰ̃πεν κύριος
24 καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κω̃λα τω̃ν ἀνθρώπων τω̃ν παραβεβηκότων ἐν ἐμοί ὁ γὰρ σκώληξ αὐτω̃ν οὐ τελευτήσει καὶ τὸ πυ̃ρ αὐτω̃ν οὐ σβεσθήσεται καὶ ἔσονται εἰς ὅρασιν πάση̨ σαρκί
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.