1 ἐγένετο δὲ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐμαλακίσθη Εζεκιας ἕως θανάτου καὶ ἠ̃λθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει κύριος τάξαι περὶ του̃ οἴκου σου ἀποθνή̨σκεις γὰρ σὺ καὶ οὐ ζήση̨ |
2 καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτου̃ πρὸς τὸν τοι̃χον καὶ προσηύξατο πρὸς κύριον |
3 λέγων μνήσθητι κύριε ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδία̨ ἀληθινη̨̃ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμω̨̃ μεγάλω̨ |
4 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ησαιαν λέγων |
5 πορεύθητι καὶ εἰπὸν Εζεκια τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ του̃ πατρός σου ἤκουσα τη̃ς φωνη̃ς τη̃ς προσευχη̃ς σου καὶ εἰ̃δον τὰ δάκρυά σου ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε |
6 καὶ ἐκ χειρὸς βασιλέως 'Ασσυρίων σώσω σε καὶ ὑπὲρ τη̃ς πόλεως ταύτης ὑπερασπιω̃ |
7 του̃το δέ σοι τὸ σημει̃ον παρὰ κυρίου ὅτι ὁ θεὸς ποιήσει τὸ ῥη̃μα του̃το |
8 τὴν σκιὰν τω̃ν ἀναβαθμω̃ν οὓς κατέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς του̃ οἴκου του̃ πατρός σου ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς οὓς κατέβη ἡ σκιά |
9 προσευχὴ Εζεκιου βασιλέως τη̃ς Ιουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τη̃ς μαλακίας αὐτου̃ |
10 ἐγὼ εἰ̃πα ἐν τω̨̃ ὕψει τω̃ν ἡμερω̃ν μου ἐν πύλαις ἅ̨δου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα |
11 εἰ̃πα οὐκέτι μὴ ἴδω τὸ σωτήριον του̃ θεου̃ ἐπὶ τη̃ς γη̃ς οὐκέτι μὴ ἴδω ἄνθρωπον |
12 ἐκ τη̃ς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τη̃ς ζωη̃ς μου ἐξη̃λθεν καὶ ἀπη̃λθεν ἀπ' ἐμου̃ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας τὸ πνευ̃μά μου παρ' ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμει̃ν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ παρεδόθην |
13 ἕως πρωὶ ὡς λέοντι οὕτως τὰ ὀστα̃ μου συνέτριψεν ἀπὸ γὰρ τη̃ς ἡμέρας ἕως τη̃ς νυκτὸς παρεδόθην |
14 ὡς χελιδών οὕτως φωνήσω καὶ ὡς περιστερά οὕτως μελετήσω ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ του̃ βλέπειν εἰς τὸ ὕψος του̃ οὐρανου̃ πρὸς τὸν κύριον ὃς ἐξείλατό με |
15 καὶ ἀφείλατό μου τὴν ὀδύνην τη̃ς ψυχη̃ς |
16 κύριε περὶ αὐτη̃ς γὰρ ἀνηγγέλη σοι καὶ ἐξήγειράς μου τὴν πνοήν καὶ παρακληθεὶς ἔζησα |
17 εἵλου γάρ μου τὴν ψυχήν ἵνα μὴ ἀπόληται καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου |
18 οὐ γὰρ οἱ ἐν ἅ̨δου αἰνέσουσίν σε οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε οὐδὲ ἐλπιου̃σιν οἱ ἐν ἅ̨δου τὴν ἐλεημοσύνην σου |
19 οἱ ζω̃ντως εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ ἀπὸ γὰρ τη̃ς σήμερον παιδία ποιήσω ἃ ἀναγγελου̃σιν τὴν δικαιοσύνην σου |
20 κύριε τη̃ς σωτηρίας μου καὶ οὐ παύσομαι εὐλογω̃ν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς μου κατέναντι του̃ οἴκου του̃ θεου̃ |
21 καὶ εἰ̃πεν Ησαιας πρὸς Εζεκιαν λαβὲ παλάθην ἐκ σύκων καὶ τρι̃ψον καὶ κατάπλασαι καὶ ὑγιὴς ἔση̨ |
22 καὶ εἰ̃πεν Εζεκιας του̃το τὸ σημει̃ον ὅτι ἀναβήσομαι εἰς τὸν οἰ̃κον κυρίου του̃ θεου̃ |