Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 39

ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπέστειλεν Μαρωδαχ υἱὸς του̃ Λααδαν ὁ βασιλεὺς τη̃ς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δω̃ρα Εζεκια ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη
καὶ ἐχάρη ἐπ' αὐτοι̃ς Εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοι̃ς τὸν οἰ̃κον του̃ νεχωθα καὶ τη̃ς στακτη̃ς καὶ τω̃ν θυμιαμάτων καὶ του̃ μύρου καὶ του̃ ἀργυρίου καὶ του̃ χρυσίου καὶ πάντας τοὺς οἴκους τω̃ν σκευω̃ν τη̃ς γάζης καὶ πάντα ὅσα ἠ̃ν ἐν τοι̃ς θησαυροι̃ς αὐτου̃ καὶ οὐκ ἠ̃ν οὐθέν ὃ οὐκ ἔδειξεν Εζεκιας ἐν τω̨̃ οἴκω̨ αὐτου̃
καὶ ἠ̃λθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἰ̃πεν πρὸς αὐτόν τί λέγουσιν οἱ ἄνθρωποι οὑ̃τοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἰ̃πεν Εζεκιας ἐκ γη̃ς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλω̃νος
καὶ εἰ̃πεν Ησαιας τί εἴδοσαν ἐν τω̨̃ οἴκω̨ σου καὶ εἰ̃πεν Εζεκιας πάντα τὰ ἐν τω̨̃ οἴκω̨ μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τω̨̃ οἴκω̨ μου ὃ οὐκ εἴδοσαν ἀλλὰ καὶ τὰ ἐν τοι̃ς θησαυροι̃ς μου
καὶ εἰ̃πεν αὐτω̨̃ Ησαιας ἄκουσον τὸν λόγον κυρίου σαβαωθ
ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ λήμψονται πάντα τὰ ἐν τω̨̃ οἴκω̨ σου καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τη̃ς ἡμέρας ταύτης εἰς Βαβυλω̃να ἥξει καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν εἰ̃πεν δὲ ὁ θεὸς
ὅτι καὶ ἀπὸ τω̃ν τέκνων σου ὡ̃ν ἐγέννησας λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τω̨̃ οἴκω̨ του̃ βασιλέως τω̃ν Βαβυλωνίων
καὶ εἰ̃πεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ται̃ς ἡμέραις μου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.