Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 36

1 καὶ ἐγένετο του̃ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς 'Ασσυρίων ἐπὶ τὰς πόλεις τη̃ς Ιουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς
2 καὶ ἀπέστειλεν βασιλεὺς 'Ασσυρίων Ραψακην ἐκ Λαχις εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα Εζεκιαν μετὰ δυνάμεως πολλη̃ς καὶ ἔστη ἐν τω̨̃ ὑδραγωγω̨̃ τη̃ς κολυμβήθρας τη̃ς ἄνω ἐν τη̨̃ ὁδω̨̃ του̃ ἀγρου̃ του̃ γναφέως
3 καὶ ἐξη̃λθεν πρὸς αὐτὸν Ελιακιμ ὁ του̃ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωαχ ὁ του̃ Ασαφ ὁ ὑπομνηματογράφος
4 καὶ εἰ̃πεν αὐτοι̃ς Ραψακης εἴπατε Εζεκια τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς 'Ασσυρίων τί πεποιθὼς εἰ̃
5 μὴ ἐν βουλη̨̃ ἢ λόγοις χειλέων παράταξις γίνεται καὶ νυ̃ν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθει̃ς μοι
6 ἰδοὺ πεποιθὼς εἰ̃ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ' Αἴγυπτον ὃς ἂν ἐπ' αὐτὴν ἐπιστηρισθη̨̃ εἰσελεύσεται εἰς τὴν χει̃ρα αὐτου̃ οὕτως ἐστὶν Φαραω βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτω̨̃
7 εἰ δὲ λέγετε ἐπὶ κύριον τὸν θεὸν ἡμω̃ν πεποίθαμεν
8 νυ̃ν μείχθητε τω̨̃ κυρίω̨ μου τω̨̃ βασιλει̃ 'Ασσυρίων καὶ δώσω ὑμι̃ν δισχιλίαν ἵππον εἰ δυνήσεσθε δου̃ναι ἀναβάτας ἐπ' αὐτούς
9 καὶ πω̃ς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ' Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην
10 καὶ νυ̃ν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμη̃σαι αὐτήν
11 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ελιακιμ καὶ Σομνας καὶ Ιωαχ λάλησον πρὸς τοὺς παι̃δάς σου Συριστί ἀκούομεν γὰρ ἡμει̃ς καὶ μὴ λάλει πρὸς ἡμα̃ς Ιουδαϊστί καὶ ἵνα τί λαλει̃ς εἰς τὰ ὠ̃τα τω̃ν ἀνθρώπων τω̃ν ἐπὶ τω̨̃ τείχει
12 καὶ εἰ̃πεν Ραψακης πρὸς αὐτούς μὴ πρὸς τὸν κύριον ὑμω̃ν ἢ πρὸς ὑμα̃ς ἀπέσταλκέν με ὁ κύριός μου λαλη̃σαι τοὺς λόγους τούτους οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τω̨̃ τείχει ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὐ̃ρον μεθ' ὑμω̃ν ἅμα
13 καὶ ἔστη Ραψακης καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ Ιουδαϊστὶ καὶ εἰ̃πεν ἀκούσατε τοὺς λόγους του̃ βασιλέως του̃ μεγάλου βασιλέως 'Ασσυρίων
14 τάδε λέγει ὁ βασιλεύς μὴ ἀπατάτω ὑμα̃ς Εζεκιας λόγοις οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμα̃ς
15 καὶ μὴ λεγέτω ὑμι̃ν Εζεκιας ὅτι ῥύσεται ὑμα̃ς ὁ θεός καὶ οὐ μὴ παραδοθη̨̃ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως 'Ασσυρίων
16 μὴ ἀκούετε Εζεκιου τάδε λέγει ὁ βασιλεὺς 'Ασσυρίων εἰ βούλεσθε εὐλογηθη̃ναι ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτου̃ καὶ τὰς συκα̃ς καὶ πίεσθε ὕδωρ του̃ λάκκου ὑμω̃ν
17 ἕως ἂν ἔλθω καὶ λάβω ὑμα̃ς εἰς γη̃ν ὡς ἡ γη̃ ὑμω̃ν γη̃ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων
18 μὴ ὑμα̃ς ἀπατάτω Εζεκιας λέγων ὁ θεὸς ὑμω̃ν ῥύσεται ὑμα̃ς μὴ ἐρρύσαντο οἱ θεοὶ τω̃ν ἐθνω̃ν ἕκαστος τὴν ἑαυτου̃ χώραν ἐκ χειρὸς βασιλέως 'Ασσυρίων
19 που̃ ἐστιν ὁ θεὸς Αιμαθ καὶ Αρφαθ καὶ που̃ ὁ θεὸς τη̃ς πόλεως Σεπφαριμ μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου
20 τίς τω̃ν θεω̃ν πάντων τω̃ν ἐθνω̃ν τούτων ἐρρύσατο τὴν γη̃ν αὐτου̃ ἐκ τη̃ς χειρός μου ὅτι ῥύσεται ὁ θεὸς Ιερουσαλημ ἐκ χειρός μου
21 καὶ ἐσιώπησαν καὶ οὐδεὶς ἀπεκρίθη αὐτω̨̃ λόγον διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθη̃ναι
22 καὶ εἰση̃λθεν Ελιακιμ ὁ του̃ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς τη̃ς δυνάμεως καὶ Ιωαχ ὁ του̃ Ασαφ ὁ ὑπομνηματογράφος πρὸς Εζεκιαν ἐσχισμένοι τοὺς χιτω̃νας καὶ ἀπήγγειλαν αὐτω̨̃ τοὺς λόγους Ραψακου

ΗΣΑΙΑΣ, κεφαλίς 37

1 καὶ ἐγένετο ἐν τω̨̃ ἀκου̃σαι τὸν βασιλέα Εζεκιαν ἔσχισεν τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο καὶ ἀνέβη εἰς τὸν οἰ̃κον κυρίου
2 καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τω̃ν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν υἱὸν Αμως τὸν προφήτην
3 καὶ εἰ̃παν αὐτω̨̃ τάδε λέγει Εζεκιας ἡμέρα θλίψεως καὶ ὀνειδισμου̃ καὶ ἐλεγμου̃ καὶ ὀργη̃ς ἡ σήμερον ἡμέρα ὅτι ἥκει ἡ ὠδὶν τη̨̃ τικτούση̨ ἰσχὺν δὲ οὐκ ἔχει του̃ τεκει̃ν
4 εἰσακούσαι κύριος ὁ θεός σου τοὺς λόγους Ραψακου οὓς ἀπέστειλεν βασιλεὺς 'Ασσυρίων ὀνειδίζειν θεὸν ζω̃ντα καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσεν κύριος ὁ θεός σου καὶ δεηθήση̨ πρὸς κύριον τὸν θεόν σου περὶ τω̃ν καταλελειμμένων τούτων
5 καὶ ἠ̃λθον οἱ παι̃δες του̃ βασιλέως πρὸς Ησαιαν
6 καὶ εἰ̃πεν αὐτοι̃ς Ησαιας οὕτως ἐρει̃τε πρὸς τὸν κύριον ὑμω̃ν τάδε λέγει κύριος μὴ φοβηθη̨̃ς ἀπὸ τω̃ν λόγων ὡ̃ν ἤκουσας οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως 'Ασσυρίων
7 ἰδοὺ ἐγὼ ἐμβαλω̃ εἰς αὐτὸν πνευ̃μα καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτου̃ καὶ πεσει̃ται μαχαίρα̨ ἐν τη̨̃ γη̨̃ αὐτου̃
8 καὶ ἀπέστρεψεν Ραψακης καὶ κατέλαβεν πολιορκου̃ντα τὸν βασιλέα Λομναν καὶ ἤκουσεν βασιλεὺς 'Ασσυρίων ὅτι
9 ἐξη̃λθεν Θαρακα βασιλεὺς Αἰθιόπων πολιορκη̃σαι αὐτόν καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων
10 οὕτως ἐρει̃τε Εζεκια βασιλει̃ τη̃ς Ιουδαίας μή σε ἀπατάτω ὁ θεός σου ἐφ' ὡ̨̃ πεποιθὼς εἰ̃ ἐπ' αὐτω̨̃ λέγων οὐ μὴ παραδοθη̨̃ Ιερουσαλημ εἰς χει̃ρας βασιλέως 'Ασσυρίων
11 ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλει̃ς 'Ασσυρίων πα̃σαν τὴν γη̃ν ὡς ἀπώλεσαν
12 μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τω̃ν ἐθνω̃ν οὓς οἱ πατέρες μου ἀπώλεσαν τήν τε Γωζαν καὶ Χαρραν καὶ Ραφες αἵ εἰσιν ἐν χώρα̨ Θεμαδ
13 που̃ εἰσιν οἱ βασιλει̃ς Αιμαθ καὶ Αρφαθ καὶ πόλεως Σεπφαριμ Αναγ Ουγαυα
14 καὶ ἔλαβεν Εζεκιας τὸ βιβλίον παρὰ τω̃ν ἀγγέλων καὶ ἤνοιξεν αὐτὸ ἐναντίον κυρίου
15 καὶ προσεύξατο Εζεκιας πρὸς κύριον λέγων
16 κύριε σαβαωθ ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν σὺ θεὸς μόνος εἰ̃ πάσης βασιλείας τη̃ς οἰκουμένης σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γη̃ν
17 εἰσάκουσον κύριε εἴσβλεψον κύριε καὶ ἰδὲ τοὺς λόγους οὓς ἀπέστειλεν Σενναχηριμ ὀνειδίζειν θεὸν ζω̃ντα
18 ἐπ' ἀληθείας γὰρ ἠρήμωσαν βασιλει̃ς 'Ασσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτω̃ν
19 καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτω̃ν εἰς τὸ πυ̃ρ οὐ γὰρ θεοὶ ἠ̃σαν ἀλλὰ ἔργα χειρω̃ν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς
20 σὺ δέ κύριε ὁ θεὸς ἡμω̃ν σω̃σον ἡμα̃ς ἐκ χειρὸς αὐτω̃ν ἵνα γνω̨̃ πα̃σα βασιλεία τη̃ς γη̃ς ὅτι σὺ εἰ̃ ὁ θεὸς μόνος
21 καὶ ἀπεστάλη Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν καὶ εἰ̃πεν αὐτω̨̃ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως 'Ασσυρίων
22 οὑ̃τος ὁ λόγος ὃν ἐλάλησεν περὶ αὐτου̃ ὁ θεός ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ιερουσαλημ
23 τίνα ὠνείδισας καὶ παρώξυνας ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου καὶ οὐκ ἠ̃ρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον του̃ Ισραηλ
24 ὅτι δι' ἀγγέλων ὠνείδισας κύριον σὺ γὰρ εἰ̃πας τω̨̃ πλήθει τω̃ν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα του̃ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τη̃ς κέδρου αὐτου̃ καὶ τὸ κάλλος τη̃ς κυπαρίσσου καὶ εἰση̃λθον εἰς ὕψος μέρους του̃ δρυμου̃
25 καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πα̃σαν συναγωγὴν ὕδατος
26 οὐ ταυ̃τα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα ἐξ ἀρχαίων ἡμερω̃ν συνέταξα νυ̃ν δὲ ἐπέδειξα ἐξερημω̃σαι ἔθνη ἐν ὀχυροι̃ς καὶ ἐνοικου̃ντας ἐν πόλεσιν ὀχυραι̃ς
27 ἀνη̃κα τὰς χει̃ρας καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις
28 νυ̃ν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι
29 ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρός με καὶ ἐμβαλω̃ φιμὸν εἰς τὴν ῥι̃νά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθες ἐν αὐτη̨̃
30 του̃το δέ σοι τὸ σημει̃ον φάγε του̃τον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας τω̨̃ δὲ ἐνιαυτω̨̃ τω̨̃ δευτέρω̨ τὸ κατάλειμμα τω̨̃ δὲ τρίτω̨ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελω̃νας καὶ φάγεσθε τὸν καρπὸν αὐτω̃ν
31 καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τη̨̃ Ιουδαία̨ φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω
32 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σω̨ζόμενοι ἐξ ὄρους Σιων ὁ ζη̃λος κυρίου σαβαωθ ποιήσει ταυ̃τα
33 διὰ του̃το οὕτως λέγει κύριος ἐπὶ βασιλέα 'Ασσυρίων οὐ μὴ εἰσέλθη̨ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλη̨ ἐπ' αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλη̨ ἐπ' αὐτὴν θυρεὸν οὐδὲ μὴ κυκλώση̨ ἐπ' αὐτὴν χάρακα
34 ἀλλὰ τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθεν ἐν αὐτη̨̃ ἀποστραφήσεται τάδε λέγει κύριος
35 ὑπερασπιω̃ ὑπὲρ τη̃ς πόλεως ταύτης του̃ σω̃σαι αὐτὴν δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν παι̃δά μου
36 καὶ ἐξη̃λθεν ἄγγελος κυρίου καὶ ἀνει̃λεν ἐκ τη̃ς παρεμβολη̃ς τω̃ν 'Ασσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ἐξαναστάντες τὸ πρωὶ εὑ̃ρον πάντα τὰ σώματα νεκρά
37 καὶ ἀποστραφεὶς ἀπη̃λθεν βασιλεὺς 'Ασσυρίων καὶ ὤ̨κησεν ἐν Νινευη
38 καὶ ἐν τω̨̃ αὐτὸν προσκυνει̃ν ἐν τω̨̃ οἴκω̨ Νασαραχ τὸν παταχρον αὐτου̃ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτου̃ ἐπάταξαν αὐτὸν μαχαίραις αὐτοὶ δὲ διεσώθησαν εἰς 'Αρμενίαν καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

ΗΣΑΙΑΣ, κεφαλίς 38

1 ἐγένετο δὲ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐμαλακίσθη Εζεκιας ἕως θανάτου καὶ ἠ̃λθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει κύριος τάξαι περὶ του̃ οἴκου σου ἀποθνή̨σκεις γὰρ σὺ καὶ οὐ ζήση̨
2 καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτου̃ πρὸς τὸν τοι̃χον καὶ προσηύξατο πρὸς κύριον
3 λέγων μνήσθητι κύριε ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδία̨ ἀληθινη̨̃ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμω̨̃ μεγάλω̨
4 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ησαιαν λέγων
5 πορεύθητι καὶ εἰπὸν Εζεκια τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ του̃ πατρός σου ἤκουσα τη̃ς φωνη̃ς τη̃ς προσευχη̃ς σου καὶ εἰ̃δον τὰ δάκρυά σου ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε
6 καὶ ἐκ χειρὸς βασιλέως 'Ασσυρίων σώσω σε καὶ ὑπὲρ τη̃ς πόλεως ταύτης ὑπερασπιω̃
7 του̃το δέ σοι τὸ σημει̃ον παρὰ κυρίου ὅτι ὁ θεὸς ποιήσει τὸ ῥη̃μα του̃το
8 τὴν σκιὰν τω̃ν ἀναβαθμω̃ν οὓς κατέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς του̃ οἴκου του̃ πατρός σου ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς οὓς κατέβη ἡ σκιά
9 προσευχὴ Εζεκιου βασιλέως τη̃ς Ιουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τη̃ς μαλακίας αὐτου̃
10 ἐγὼ εἰ̃πα ἐν τω̨̃ ὕψει τω̃ν ἡμερω̃ν μου ἐν πύλαις ἅ̨δου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα
11 εἰ̃πα οὐκέτι μὴ ἴδω τὸ σωτήριον του̃ θεου̃ ἐπὶ τη̃ς γη̃ς οὐκέτι μὴ ἴδω ἄνθρωπον
12 ἐκ τη̃ς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τη̃ς ζωη̃ς μου ἐξη̃λθεν καὶ ἀπη̃λθεν ἀπ' ἐμου̃ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας τὸ πνευ̃μά μου παρ' ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμει̃ν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ παρεδόθην
13 ἕως πρωὶ ὡς λέοντι οὕτως τὰ ὀστα̃ μου συνέτριψεν ἀπὸ γὰρ τη̃ς ἡμέρας ἕως τη̃ς νυκτὸς παρεδόθην
14 ὡς χελιδών οὕτως φωνήσω καὶ ὡς περιστερά οὕτως μελετήσω ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ του̃ βλέπειν εἰς τὸ ὕψος του̃ οὐρανου̃ πρὸς τὸν κύριον ὃς ἐξείλατό με
15 καὶ ἀφείλατό μου τὴν ὀδύνην τη̃ς ψυχη̃ς
16 κύριε περὶ αὐτη̃ς γὰρ ἀνηγγέλη σοι καὶ ἐξήγειράς μου τὴν πνοήν καὶ παρακληθεὶς ἔζησα
17 εἵλου γάρ μου τὴν ψυχήν ἵνα μὴ ἀπόληται καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου
18 οὐ γὰρ οἱ ἐν ἅ̨δου αἰνέσουσίν σε οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε οὐδὲ ἐλπιου̃σιν οἱ ἐν ἅ̨δου τὴν ἐλεημοσύνην σου
19 οἱ ζω̃ντως εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ ἀπὸ γὰρ τη̃ς σήμερον παιδία ποιήσω ἃ ἀναγγελου̃σιν τὴν δικαιοσύνην σου
20 κύριε τη̃ς σωτηρίας μου καὶ οὐ παύσομαι εὐλογω̃ν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς μου κατέναντι του̃ οἴκου του̃ θεου̃
21 καὶ εἰ̃πεν Ησαιας πρὸς Εζεκιαν λαβὲ παλάθην ἐκ σύκων καὶ τρι̃ψον καὶ κατάπλασαι καὶ ὑγιὴς ἔση̨
22 καὶ εἰ̃πεν Εζεκιας του̃το τὸ σημει̃ον ὅτι ἀναβήσομαι εἰς τὸν οἰ̃κον κυρίου του̃ θεου̃

ΗΣΑΙΑΣ, κεφαλίς 39

1 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπέστειλεν Μαρωδαχ υἱὸς του̃ Λααδαν ὁ βασιλεὺς τη̃ς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δω̃ρα Εζεκια ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη
2 καὶ ἐχάρη ἐπ' αὐτοι̃ς Εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοι̃ς τὸν οἰ̃κον του̃ νεχωθα καὶ τη̃ς στακτη̃ς καὶ τω̃ν θυμιαμάτων καὶ του̃ μύρου καὶ του̃ ἀργυρίου καὶ του̃ χρυσίου καὶ πάντας τοὺς οἴκους τω̃ν σκευω̃ν τη̃ς γάζης καὶ πάντα ὅσα ἠ̃ν ἐν τοι̃ς θησαυροι̃ς αὐτου̃ καὶ οὐκ ἠ̃ν οὐθέν ὃ οὐκ ἔδειξεν Εζεκιας ἐν τω̨̃ οἴκω̨ αὐτου̃
3 καὶ ἠ̃λθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἰ̃πεν πρὸς αὐτόν τί λέγουσιν οἱ ἄνθρωποι οὑ̃τοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἰ̃πεν Εζεκιας ἐκ γη̃ς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλω̃νος
4 καὶ εἰ̃πεν Ησαιας τί εἴδοσαν ἐν τω̨̃ οἴκω̨ σου καὶ εἰ̃πεν Εζεκιας πάντα τὰ ἐν τω̨̃ οἴκω̨ μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τω̨̃ οἴκω̨ μου ὃ οὐκ εἴδοσαν ἀλλὰ καὶ τὰ ἐν τοι̃ς θησαυροι̃ς μου
5 καὶ εἰ̃πεν αὐτω̨̃ Ησαιας ἄκουσον τὸν λόγον κυρίου σαβαωθ
6 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ λήμψονται πάντα τὰ ἐν τω̨̃ οἴκω̨ σου καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τη̃ς ἡμέρας ταύτης εἰς Βαβυλω̃να ἥξει καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν εἰ̃πεν δὲ ὁ θεὸς
7 ὅτι καὶ ἀπὸ τω̃ν τέκνων σου ὡ̃ν ἐγέννησας λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τω̨̃ οἴκω̨ του̃ βασιλέως τω̃ν Βαβυλωνίων
8 καὶ εἰ̃πεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ται̃ς ἡμέραις μου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.