ΗΣΑΙΑΣ,
κεφαλίς 31,
στἰχοι 1-3
1 οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἐφ' ἅρμασιν ἔστιν γὰρ πολλά καὶ ἐφ' ἵπποις πλη̃θος σφόδρα καὶ οὐκ ἠ̃σαν πεποιθότες ἐπὶ τὸν ἅγιον του̃ Ισραηλ καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν |
2 καὶ αὐτὸς σοφὸς ἠ̃γεν ἐπ' αὐτοὺς κακά καὶ ὁ λόγος αὐτου̃ οὐ μὴ ἀθετηθη̨̃ καὶ ἐπαναστήσεται ἐπ' οἴκους ἀνθρώπων πονηρω̃ν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτω̃ν τὴν ματαίαν |
3 Αἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια ὁ δὲ κύριος ἐπάξει τὴν χει̃ρα αὐτου̃ ἐπ' αὐτούς καὶ κοπιάσουσιν οἱ βοηθου̃ντες καὶ ἅμα πάντες ἀπολου̃νται |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.