Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 23

1 τὸ ὅραμα Τύρου ὀλολύζετε πλοι̃α Καρχηδόνος ὅτι ἀπώλετο καὶ οὐκέτι ἔρχονται ἐκ γη̃ς Κιτιαίων ἠ̃κται αἰχμάλωτος
2 τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικου̃ντες ἐν τη̨̃ νήσω̨ μεταβόλοι Φοινίκης διαπερω̃ντες τὴν θάλασσαν
3 ἐν ὕδατι πολλω̨̃ σπέρμα μεταβόλων ὡς ἀμητου̃ εἰσφερομένου οἱ μεταβόλοι τω̃ν ἐθνω̃ν
4 αἰσχύνθητι Σιδών εἰ̃πεν ἡ θάλασσα ἡ δὲ ἰσχὺς τη̃ς θαλάσσης εἰ̃πεν οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους
5 ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτω̨ λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου
6 ἀπέλθατε εἰς Καρχηδόνα ὀλολύξατε οἱ ἐνοικου̃ντες ἐν τη̨̃ νήσω̨ ταύτη̨
7 οὐχ αὕτη ἠ̃ν ὑμω̃ν ἡ ὕβρις ἡ ἀπ' ἀρχη̃ς πρὶν ἢ παραδοθη̃ναι αὐτήν
8 τίς ταυ̃τα ἐβούλευσεν ἐπὶ Τύρον μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει οἱ ἔμποροι αὐτη̃ς ἔνδοξοι ἄρχοντες τη̃ς γη̃ς
9 κύριος σαβαωθ ἐβουλεύσατο παραλυ̃σαι πα̃σαν τὴν ὕβριν τω̃ν ἐνδόξων καὶ ἀτιμάσαι πα̃ν ἔνδοξον ἐπὶ τη̃ς γη̃ς
10 ἐργάζου τὴν γη̃ν σου καὶ γὰρ πλοι̃α οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος
11 ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν ἡ παροξύνουσα βασιλει̃ς κύριος σαβαωθ ἐνετείλατο περὶ Χανααν ἀπολέσαι αὐτη̃ς τὴν ἰσχύν
12 καὶ ἐρου̃σιν οὐκέτι μὴ προσθη̃τε του̃ ὑβρίζειν καὶ ἀδικει̃ν τὴν θυγατέρα Σιδω̃νος καὶ ἐὰν ἀπέλθη̨ς εἰς Κιτιει̃ς οὐδὲ ἐκει̃ σοι ἀνάπαυσις ἔσται
13 καὶ εἰς γη̃ν Χαλδαίων καὶ αὕτη ἠρήμωται ἀπὸ τω̃ν 'Ασσυρίων οὐδὲ ἐκει̃ σοι ἀνάπαυσις ἔσται ὅτι ὁ τοι̃χος αὐτη̃ς πέπτωκεν
14 ὀλολύζετε πλοι̃α Καρχηδόνος ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμω̃ν
15 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καταλειφθήσεται Τύρος ἔτη ἑβδομήκοντα ὡς χρόνος βασιλέως ὡς χρόνος ἀνθρώπου καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρος ὡς ἀ̨̃σμα πόρνης
16 λαβὲ κιθάραν ῥέμβευσον πόλεις πόρνη ἐπιλελησμένη καλω̃ς κιθάρισον πολλὰ ἀ̨̃σον ἵνα σου μνεία γένηται
17 καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Τύρου καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαι̃ον καὶ ἔσται ἐμπόριον πάσαις ται̃ς βασιλείαις τη̃ς οἰκουμένης
18 καὶ ἔσται αὐτη̃ς ἡ ἐμπορία καὶ ὁ μισθὸς ἅγιον τω̨̃ κυρίω̨ οὐκ αὐτοι̃ς συναχθήσεται ἀλλὰ τοι̃ς κατοικου̃σιν ἔναντι κυρίου πα̃σα ἡ ἐμπορία αὐτη̃ς φαγει̃ν καὶ πιει̃ν καὶ ἐμπλησθη̃ναι εἰς συμβολὴν μνημόσυνον ἔναντι κυρίου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.