Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 21

1 τὸ ὅραμα τη̃ς ἐρήμου ὡς καταιγὶς δι' ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γη̃ς φοβερὸν
2 τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι ὁ ἀθετω̃ν ἀθετει̃ ὁ ἀνομω̃ν ἀνομει̃ ἐπ' ἐμοὶ οἱ Αιλαμι̃ται καὶ οἱ πρέσβεις τω̃ν Περσω̃ν ἐπ' ἐμὲ ἔρχονται νυ̃ν στενάξω καὶ παρακαλέσω ἐμαυτόν
3 διὰ του̃το ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως καὶ ὠδι̃νες ἔλαβόν με ὡς τὴν τίκτουσαν ἠδίκησα τὸ μὴ ἀκου̃σαι ἐσπούδασα τὸ μὴ βλέπειν
4 ἡ καρδία μου πλανα̃ται καὶ ἡ ἀνομία με βαπτίζει ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον
5 ἑτοίμασον τὴν τράπεζαν πίετε φάγετε ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς
6 ὅτι οὕτως εἰ̃πεν κύριος πρός με βαδίσας σεαυτω̨̃ στη̃σον σκοπὸν καὶ ὃ ἂν ἴδη̨ς ἀνάγγειλον
7 καὶ εἰ̃δον ἀναβάτας ἱππει̃ς δύο ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου ἀκρόασαι ἀκρόασιν πολλὴν
8 καὶ κάλεσον Ουριαν εἰς τὴν σκοπιὰν κυρίου καὶ εἰ̃πεν ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τη̃ς παρεμβολη̃ς ἔστην ὅλην τὴν νύκτα
9 καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος καὶ ἀποκριθεὶς εἰ̃πεν πέπτωκεν Βαβυλών καὶ πάντα τὰ ἀγάλματα αὐτη̃ς καὶ τὰ χειροποίητα αὐτη̃ς συνετρίβησαν εἰς τὴν γη̃ν
10 ἀκούσατε οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαωθ ὁ θεὸς του̃ Ισραηλ ἀνήγγειλεν ἡμι̃ν
11 τὸ ὅραμα τη̃ς Ιδουμαίας πρὸς ἐμὲ καλει̃ παρὰ του̃ Σηιρ φυλάσσετε ἐπάλξεις
12 φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα ἐὰν ζητη̨̃ς ζήτει καὶ παρ' ἐμοὶ οἴκει
13 ἐν τω̨̃ δρυμω̨̃ ἑσπέρας κοιμηθήση̨ ἐν τη̨̃ ὁδω̨̃ Δαιδαν
14 εἰς συνάντησιν διψω̃ντι ὕδωρ φέρετε οἱ ἐνοικου̃ντες ἐν χώρα̨ Θαιμαν ἄρτοις συναντα̃τε τοι̃ς φεύγουσιν
15 διὰ τὸ πλη̃θος τω̃ν φευγόντων καὶ διὰ τὸ πλη̃θος τω̃ν πλανωμένων καὶ διὰ τὸ πλη̃θος τη̃ς μαχαίρας καὶ διὰ τὸ πλη̃θος τω̃ν τοξευμάτων τω̃ν διατεταμένων καὶ διὰ τὸ πλη̃θος τω̃ν πεπτωκότων ἐν τω̨̃ πολέμω̨
16 ὅτι οὕτως εἰ̃πέν μοι κύριος ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτου̃ ἐκλείψει ἡ δόξα τω̃ν υἱω̃ν Κηδαρ
17 καὶ τὸ κατάλοιπον τω̃ν τοξευμάτων τω̃ν ἰσχυρω̃ν υἱω̃ν Κηδαρ ἔσται ὀλίγον διότι κύριος ἐλάλησεν ὁ θεὸς Ισραηλ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.