Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 20

1 του̃ ἔτους οὑ̃ εἰση̃λθεν Ταναθαν εἰς 'Άζωτον ἡνίκα ἀπεστάλη ὑπὸ Αρνα βασιλέως 'Ασσυρίων καὶ ἐπολέμησεν τὴν 'Άζωτον καὶ κατελάβετο αὐτήν
2 τότε ἐλάλησεν κύριος πρὸς Ησαιαν λέγων πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τη̃ς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τω̃ν ποδω̃ν σου καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος
3 καὶ εἰ̃πεν κύριος ὃν τρόπον πεπόρευται Ησαιας ὁ παι̃ς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη ἔσται σημει̃α καὶ τέρατα τοι̃ς Αἰγυπτίοις καὶ Αἰθίοψιν
4 ὅτι οὕτως ἄξει βασιλεὺς 'Ασσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου
5 καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοι̃ς Αἰθίοψιν ἐφ' οἱ̃ς ἠ̃σαν πεποιθότες οἱ Αἰγύπτιοι ἠ̃σαν γὰρ αὐτοι̃ς δόξα
6 καὶ ἐρου̃σιν οἱ κατοικου̃ντες ἐν τη̨̃ νήσω̨ ταύτη̨ ἰδοὺ ἡμει̃ς ἠ̃μεν πεποιθότες του̃ φυγει̃ν εἰς αὐτοὺς εἰς βοήθειαν οἳ οὐκ ἐδύναντο σωθη̃ναι ἀπὸ βασιλέως 'Ασσυρίων καὶ πω̃ς ἡμει̃ς σωθησόμεθα
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.