Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 1,  στἰχοι 11-17

11 τί μοι πλη̃θος τω̃ν θυσιω̃ν ὑμω̃ν λέγει κύριος πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριω̃ν καὶ στέαρ ἀρνω̃ν καὶ αἱ̃μα ταύρων καὶ τράγων οὐ βούλομαι
12 οὐδ' ἐὰν ἔρχησθε ὀφθη̃ναί μοι τίς γὰρ ἐξεζήτησεν ταυ̃τα ἐκ τω̃ν χειρω̃ν ὑμω̃ν πατει̃ν τὴν αὐλήν μου
13 οὐ προσθήσεσθε ἐὰν φέρητε σεμίδαλιν μάταιον θυμίαμα βδέλυγμά μοί ἐστιν τὰς νουμηνίας ὑμω̃ν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι νηστείαν καὶ ἀργίαν
14 καὶ τὰς νουμηνίας ὑμω̃ν καὶ τὰς ἑορτὰς ὑμω̃ν μισει̃ ἡ ψυχή μου ἐγενήθητέ μοι εἰς πλησμονήν οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμω̃ν
15 ὅταν τὰς χει̃ρας ἐκτείνητε πρός με ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμω̃ν καὶ ἐὰν πληθύνητε τὴν δέησιν οὐκ εἰσακούσομαι ὑμω̃ν αἱ γὰρ χει̃ρες ὑμω̃ν αἵματος πλήρεις
16 λούσασθε καθαροὶ γένεσθε ἀφέλετε τὰς πονηρίας ἀπὸ τω̃ν ψυχω̃ν ὑμω̃ν ἀπέναντι τω̃ν ὀφθαλμω̃ν μου παύσασθε ἀπὸ τω̃ν πονηριω̃ν ὑμω̃ν
17 μάθετε καλὸν ποιει̃ν ἐκζητήσατε κρίσιν ῥύσασθε ἀδικούμενον κρίνατε ὀρφανω̨̃ καὶ δικαιώσατε χήραν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.