ΗΣΑΙΑΣ,
κεφαλίς 18
1 οὐαὶ γη̃ς πλοίων πτέρυγες ἐπέκεινα ποταμω̃ν Αἰθιοπίας |
2 ὁ ἀποστέλλων ἐν θαλάσση̨ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω του̃ ὕδατος πορεύσονται γὰρ ἄγγελοι κου̃φοι πρὸς ἔθνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλεπόν τίς αὐτου̃ ἐπέκεινα ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον νυ̃ν οἱ ποταμοὶ τη̃ς γη̃ς |
3 πάντες ὡς χώρα κατοικουμένη κατοικηθήσεται ἡ χώρα αὐτω̃ν ὡσεὶ σημει̃ον ἀπὸ ὄρους ἀρθη̨̃ ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται |
4 ὅτι οὕτως εἰ̃πέν μοι κύριος ἀσφάλεια ἔσται ἐν τη̨̃ ἐμη̨̃ πόλει ὡς φω̃ς καύματος μεσημβρίας καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται |
5 πρὸ του̃ θερισμου̃ ὅταν συντελεσθη̨̃ ἄνθος καὶ ὄμφαξ ἀνθήση̨ ἄνθος ὀμφακίζουσα καὶ ἀφελει̃ τὰ βοτρύδια τὰ μικρὰ τοι̃ς δρεπάνοις καὶ τὰς κληματίδας ἀφελει̃ καὶ κατακόψει |
6 καὶ καταλείψει ἅμα τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ συναχθήσεται ἐπ' αὐτοὺς τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ πάντα τὰ θηρία τη̃ς γη̃ς ἐπ' αὐτὸν ἥξει |
7 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνενεχθήσεται δω̃ρα κυρίω̨ σαβαωθ ἐκ λαου̃ τεθλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαου̃ μεγάλου ἀπὸ του̃ νυ̃ν καὶ εἰς τὸν αἰω̃να χρόνον ἔθνος ἐλπίζον καὶ καταπεπατημένον ὅ ἐστιν ἐν μέρει ποταμου̃ τη̃ς χώρας αὐτου̃ εἰς τὸν τόπον οὑ̃ τὸ ὄνομα κυρίου σαβαωθ ἐπεκλήθη ὄρος Σιων |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.