ΩΣΗΕ,
κεφαλίς 12
1 ὁ δὲ Εφραιμ πονηρὸν πνευ̃μα ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ 'Ασσυρίων διέθετο καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο |
2 καὶ κρίσις τω̨̃ κυρίω̨ πρὸς Ιουδαν του̃ ἐκδικη̃σαι τὸν Ιακωβ κατὰ τὰς ὁδοὺς αὐτου̃ καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτου̃ ἀνταποδώσει αὐτω̨̃ |
3 ἐν τη̨̃ κοιλία̨ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτου̃ καὶ ἐν κόποις αὐτου̃ ἐνίσχυσεν πρὸς θεὸν |
4 καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσθη ἔκλαυσαν καὶ ἐδεήθησάν μου ἐν τω̨̃ οἴκω̨ Ων εὕροσάν με καὶ ἐκει̃ ἐλαλήθη πρὸς αὐτόν |
5 ὁ δὲ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτου̃ |
6 καὶ σὺ ἐν θεω̨̃ σου ἐπιστρέψεις ἔλεον καὶ κρίμα φυλάσσου καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός |
7 Χανααν ἐν χειρὶ αὐτου̃ ζυγὸς ἀδικίας καταδυναστεύειν ἠγάπησε |
8 καὶ εἰ̃πεν Εφραιμ πλὴν πεπλούτηκα εὕρηκα ἀναψυχὴν ἐμαυτω̨̃ πάντες οἱ πόνοι αὐτου̃ οὐχ εὑρεθήσονται αὐτω̨̃ δι' ἀδικίας ἃς ἥμαρτεν |
9 ἐγὼ δὲ κύριος ὁ θεός σου ἀνήγαγόν σε ἐκ γη̃ς Αἰγύπτου ἔτι κατοικιω̃ σε ἐν σκηναι̃ς καθὼς ἡμέρα̨ ἑορτη̃ς |
10 καὶ λαλήσω πρὸς προφήτας καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητω̃ν ὡμοιώθην |
11 εἰ μὴ Γαλααδ ἔστιν ἄρα ψευδει̃ς ἠ̃σαν ἐν Γαλγαλ ἄρχοντες θυσιάζοντες καὶ τὰ θυσιαστήρια αὐτω̃ν ὡς χελω̃ναι ἐπὶ χέρσον ἀγρου̃ |
12 καὶ ἀνεχώρησεν Ιακωβ εἰς πεδίον Συρίας καὶ ἐδούλευσεν Ισραηλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐφυλάξατο |
13 καὶ ἐν προφήτη̨ ἀνήγαγεν κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐν προφήτη̨ διεφυλάχθη |
14 ἐθύμωσεν Εφραιμ καὶ παρώργισεν καὶ τὸ αἱ̃μα αὐτου̃ ἐπ' αὐτὸν ἐκχυθήσεται καὶ τὸν ὀνειδισμὸν αὐτου̃ ἀνταποδώσει αὐτω̨̃ κύριος |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.