ΩΣΗΕ,
κεφαλίς 1
1 λόγος κυρίου ὃς ἐγενήθη πρὸς Ωσηε τὸν του̃ Βεηρι ἐν ἡμέραις Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ υἱου̃ Ιωας βασιλέως Ισραηλ |
2 ἀρχὴ λόγου κυρίου πρὸς Ωσηε καὶ εἰ̃πεν κύριος πρὸς Ωσηε βάδιζε λαβὲ σεαυτω̨̃ γυναι̃κα πορνείας καὶ τέκνα πορνείας διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γη̃ ἀπὸ ὄπισθεν του̃ κυρίου |
3 καὶ ἐπορεύθη καὶ ἔλαβεν τὴν Γομερ θυγατέρα Δεβηλαιμ καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτω̨̃ υἱόν |
4 καὶ εἰ̃πεν κύριος πρὸς αὐτόν κάλεσον τὸ ὄνομα αὐτου̃ Ιεζραελ διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἱ̃μα του̃ Ιεζραελ ἐπὶ τὸν οἰ̃κον Ιου καὶ καταπαύσω βασιλείαν οἴκου Ισραηλ |
5 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ συντρίψω τὸ τόξον του̃ Ισραηλ ἐν τη̨̃ κοιλάδι του̃ Ιεζραελ |
6 καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα καὶ εἰ̃πεν αὐτω̨̃ κάλεσον τὸ ὄνομα αὐτη̃ς Οὐκ-ἠλεημένη διότι οὐ μὴ προσθήσω ἔτι ἐλεη̃σαι τὸν οἰ̃κον του̃ Ισραηλ ἀλλ' ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοι̃ς |
7 τοὺς δὲ υἱοὺς Ιουδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν κυρίω̨ θεω̨̃ αὐτω̃ν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξω̨ οὐδὲ ἐν ῥομφαία̨ οὐδὲ ἐν πολέμω̨ οὐδὲ ἐν ἅρμασιν οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππευ̃σιν |
8 καὶ ἀπεγαλάκτισεν τὴν Οὐκ-ἠλεημένην καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν |
9 καὶ εἰ̃πεν κάλεσον τὸ ὄνομα αὐτου̃ Οὐ-λαόσ-μου διότι ὑμει̃ς οὐ λαός μου καὶ ἐγὼ οὔκ εἰμι ὑμω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.