ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ,
κεφαλίς 9,
στἰχοι 12-26
12 οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων διὰ δὲ του̃ ἰδίου αἵματος εἰση̃λθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος |
13 εἰ γὰρ τò αἱ̃μα τράγων καὶ ταύρων καὶ σποδòς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρòς τὴν τη̃ς σαρκòς καθαρότητα |
14 πόσω̨ μα̃λλον τò αἱ̃μα του̃ Χριστου̃ ὃς διὰ πνεύματος αἰωνίου ἑαυτòν προσήνεγκεν ἄμωμον τω̨̃ θεω̨̃ καθαριει̃ τὴν συνείδησιν ἡμω̃ν ἀπò νεκρω̃ν ἔργων εἰς τò λατρεύειν θεω̨̃ ζω̃ντι |
15 καὶ διὰ του̃το διαθήκης καινη̃ς μεσίτης ἐστίν ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τω̃ν ἐπὶ τη̨̃ πρώτη̨ διαθήκη̨ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τη̃ς αἰωνίου κληρονομίας |
16 ὅπου γὰρ διαθήκη θάνατον ἀνάγκη φέρεσθαι του̃ διαθεμένου |
17 διαθήκη γὰρ ἐπὶ νεκροι̃ς βεβαία ἐπεὶ μήποτε ἰσχύει ὅτε ζη̨̃ ὁ διαθέμενος |
18 ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται |
19 λαληθείσης γὰρ πάσης ἐντολη̃ς κατὰ τòν νόμον ὑπò Μωϋσέως παντὶ τω̨̃ λαω̨̃ λαβὼν τò αἱ̃μα τω̃ν μόσχων καὶ τω̃ν τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τò βιβλίον καὶ πάντα τòν λαòν ἐράντισεν |
20 λέγων του̃το τò αἱ̃μα τη̃ς διαθήκης ἡ̃ς ἐνετείλατο πρòς ὑμα̃ς ὁ θεός |
21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τη̃ς λειτουργίας τω̨̃ αἵματι ὁμοίως ἐράντισεν |
22 καὶ σχεδòν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τòν νόμον καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις |
23 ἀνάγκη οὐ̃ν τὰ μὲν ὑποδείγματα τω̃ν ἐν τοι̃ς οὐρανοι̃ς τούτοις καθαρίζεσθαι αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας |
24 οὐ γὰρ εἰς χειροποίητα εἰση̃λθεν ἅγια Χριστός ἀντίτυπα τω̃ν ἀληθινω̃ν ἀλλ' εἰς αὐτòν τòν οὐρανόν νυ̃ν ἐμφανισθη̃ναι τω̨̃ προσώπω̨ του̃ θεου̃ ὑπὲρ ἡμω̃ν |
25 οὐδ' ἵνα πολλάκις προσφέρη̨ ἑαυτόν ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτòν ἐν αἵματι ἀλλοτρίω̨ |
26 ἐπεὶ ἔδει αὐτòν πολλάκις παθει̃ν ἀπò καταβολη̃ς κόσμου νυνὶ δὲ ἅπαξ ἐπὶ συντελεία̨ τω̃ν αἰώνων εἰς ἀθέτησιν τη̃ς ἁμαρτίας διὰ τη̃ς θυσίας αὐτου̃ πεφανέρωται |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.