1 ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων ἔλεγχος οὐ βλεπομένων |
2 ἐν ταύτη̨ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι |
3 πίστει νοου̃μεν κατηρτίσθαι τοὺς αἰω̃νας ῥήματι θεου̃ εἰς τò μὴ ἐκ φαινομένων τò βλεπόμενον γεγονέναι |
4 πίστει πλείονα θυσίαν ‘Άβελ παρὰ Κάϊν προσήνεγκεν τω̨̃ θεω̨̃ δι' ἡ̃ς ἐμαρτυρήθη εἰ̃ναι δίκαιος μαρτυρου̃ντος ἐπὶ τοι̃ς δώροις αὐτου̃ του̃ θεου̃ καὶ δι' αὐτη̃ς ἀποθανὼν ἔτι λαλει̃ |
5 πίστει ‘Ενὼχ μετετέθη του̃ μὴ ἰδει̃ν θάνατον καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτòν ὁ θεός πρò γὰρ τη̃ς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τω̨̃ θεω̨̃ |
6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστη̃σαι πιστευ̃σαι γὰρ δει̃ τòν προσερχόμενον τω̨̃ θεω̨̃ ὅτι ἔστιν καὶ τοι̃ς ἐκζητου̃σιν αὐτòν μισθαποδότης γίνεται |
7 πίστει χρηματισθεὶς Νω̃ε περὶ τω̃ν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτòν εἰς σωτηρίαν του̃ οἴκου αὐτου̃ δι' ἡ̃ς κατέκρινεν τòν κόσμον καὶ τη̃ς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος |
8 πίστει καλούμενος ’Αβραὰμ ὑπήκουσεν ἐξελθει̃ν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν καὶ ἐξη̃λθεν μὴ ἐπιστάμενος που̃ ἔρχεται |
9 πίστει παρώ̨κησεν εἰς γη̃ν τη̃ς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναι̃ς κατοικήσας μετὰ ’Ισαὰκ καὶ ’Ιακὼβ τω̃ν συγκληρονόμων τη̃ς ἐπαγγελίας τη̃ς αὐτη̃ς |
10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἡ̃ς τεχνίτης καὶ δημιουργòς ὁ θεός |
11 πίστει καὶ αὐτὴ Σάρρα στει̃ρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρòν ἡλικίας ἐπεὶ πιστòν ἡγήσατο τòν ἐπαγγειλάμενον |
12 διò καὶ ἀφ' ἑνòς ἐγεννήθησαν καὶ ταυ̃τα νενεκρωμένου καθὼς τὰ ἄστρα του̃ οὐρανου̃ τω̨̃ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τò χει̃λος τη̃ς θαλάσσης ἡ ἀναρίθμητος |
13 κατὰ πίστιν ἀπέθανον οὑ̃τοι πάντες μὴ λαβόντες τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τη̃ς γη̃ς |
14 οἱ γὰρ τοιαυ̃τα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητου̃σιν |
15 καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ' ἡ̃ς ἐξέβησαν εἰ̃χον ἂν καιρòν ἀνακάμψαι |
16 νυ̃ν δὲ κρείττονος ὀρέγονται του̃τ' ἔστιν ἐπουρανίου διò οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεòς θεòς ἐπικαλει̃σθαι αὐτω̃ν ἡτοίμασεν γὰρ αὐτοι̃ς πόλιν |
17 πίστει προσενήνοχεν ’Αβραὰμ τòν ’Ισαὰκ πειραζόμενος καὶ τòν μονογενη̃ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος |
18 πρòς ὃν ἐλαλήθη ὅτι ἐν ’Ισαὰκ κληθήσεταί σοι σπέρμα |
19 λογισάμενος ὅτι καὶ ἐκ νεκρω̃ν ἐγείρειν δυνατòς ὁ θεός ὅθεν αὐτòν καὶ ἐν παραβολη̨̃ ἐκομίσατο |
20 πίστει καὶ περὶ μελλόντων εὐλόγησεν ’Ισαὰκ τòν ’Ιακὼβ καὶ τòν ’Ησαυ̃ |
21 πίστει ’Ιακὼβ ἀποθνή̨σκων ἕκαστον τω̃ν υἱω̃ν ’Ιωσὴφ εὐλόγησεν καὶ προσεκύνησεν ἐπὶ τò ἄκρον τη̃ς ῥάβδου αὐτου̃ |
22 πίστει ’Ιωσὴφ τελευτω̃ν περὶ τη̃ς ἐξόδου τω̃ν υἱω̃ν ’Ισραὴλ ἐμνημόνευσεν καὶ περὶ τω̃ν ὀστέων αὐτου̃ ἐνετείλατο |
23 πίστει Μωϋση̃ς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπò τω̃ν πατέρων αὐτου̃ διότι εἰ̃δον ἀστει̃ον τò παιδίον καὶ οὐκ ἐφοβήθησαν τò διάταγμα του̃ βασιλέως |
24 πίστει Μωϋση̃ς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱòς θυγατρòς Φαραώ |
25 μα̃λλον ἑλόμενος συγκακουχει̃σθαι τω̨̃ λαω̨̃ του̃ θεου̃ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν |
26 μείζονα πλου̃τον ἡγησάμενος τω̃ν Αἰγύπτου θησαυρω̃ν τòν ὀνειδισμòν του̃ Χριστου̃ ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν |
27 πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τòν θυμòν του̃ βασιλέως τòν γὰρ ἀόρατον ὡς ὁρω̃ν ἐκαρτέρησεν |
28 πίστει πεποίηκεν τò πάσχα καὶ τὴν πρόσχυσιν του̃ αἵματος ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγη̨ αὐτω̃ν |
29 πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρα̃ς γη̃ς ἡ̃ς πει̃ραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν |
30 πίστει τὰ τείχη ’Ιεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας |
31 πίστει ‘Ραὰβ ἡ πόρνη οὐ συναπώλετο τοι̃ς ἀπειθήσασιν δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης |
32 καὶ τί ἔτι λέγω ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών Βαράκ Σαμψών ’Ιεφθάε Δαυίδ τε καὶ Σαμουὴλ καὶ τω̃ν προφητω̃ν |
33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας εἰργάσαντο δικαιοσύνην ἐπέτυχον ἐπαγγελιω̃ν ἔφραξαν στόματα λεόντων |
34 ἔσβεσαν δύναμιν πυρός ἔφυγον στόματα μαχαίρης ἐδυναμώθησαν ἀπò ἀσθενείας ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμω̨ παρεμβολὰς ἔκλιναν ἀλλοτρίων |
35 ἔλαβον γυναι̃κες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτω̃ν ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν ἵνα κρείττονος ἀναστάσεως τύχωσιν |
36 ἕτεροι δὲ ἐμπαιγμω̃ν καὶ μαστίγων πει̃ραν ἔλαβον ἔτι δὲ δεσμω̃ν καὶ φυλακη̃ς |
37 ἐλιθάσθησαν ἐπρίσθησαν ἐν φόνω̨ μαχαίρης ἀπέθανον περιη̃λθον ἐν μηλωται̃ς ἐν αἰγείοις δέρμασιν ὑστερούμενοι θλιβόμενοι κακουχούμενοι |
38 ὡ̃ν οὐκ ἠ̃ν ἄξιος ὁ κόσμος ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ται̃ς ὀπαι̃ς τη̃ς γη̃ς |
39 καὶ οὑ̃τοι πάντες μαρτυρηθέντες διὰ τη̃ς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν |
40 του̃ θεου̃ περὶ ἡμω̃ν κρει̃ττόν τι προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμω̃ν τελειωθω̃σιν |