Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 10

αὑ̃ται δὲ αἱ γενέσεις τω̃ν υἱω̃ν Νωε Σημ Χαμ Ιαφεθ καὶ ἐγενήθησαν αὐτοι̃ς υἱοὶ μετὰ τὸν κατακλυσμόν
υἱοὶ Ιαφεθ Γαμερ καὶ Μαγωγ καὶ Μαδαι καὶ Ιωυαν καὶ Ελισα καὶ Θοβελ καὶ Μοσοχ καὶ Θιρας
καὶ υἱοὶ Γαμερ Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα
καὶ υἱοὶ Ιωυαν Ελισα καὶ Θαρσις Κίτιοι 'Ρόδιοι
ἐκ τούτων ἀφωρίσθησαν νη̃σοι τω̃ν ἐθνω̃ν ἐν τη̨̃ γη̨̃ αὐτω̃ν ἕκαστος κατὰ γλω̃σσαν ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν
υἱοὶ δὲ Χαμ Χους καὶ Μεσραιμ Φουδ καὶ Χανααν
υἱοὶ δὲ Χους Σαβα καὶ Ευιλα καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σαβακαθα υἱοὶ δὲ Ρεγμα Σαβα καὶ Δαδαν
Χους δὲ ἐγέννησεν τὸν Νεβρωδ οὑ̃τος ἤρξατο εἰ̃ναι γίγας ἐπὶ τη̃ς γη̃ς
οὑ̃τος ἠ̃ν γίγας κυνηγὸς ἐναντίον κυρίου του̃ θεου̃ διὰ του̃το ἐρου̃σιν ὡς Νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου
10 καὶ ἐγένετο ἀρχὴ τη̃ς βασιλείας αὐτου̃ Βαβυλὼν καὶ Ορεχ καὶ Αρχαδ καὶ Χαλαννη ἐν τη̨̃ γη̨̃ Σεννααρ
11 ἐκ τη̃ς γη̃ς ἐκείνης ἐξη̃λθεν Ασσουρ καὶ ὠ̨κοδόμησεν τὴν Νινευη καὶ τὴν Ροωβωθ πόλιν καὶ τὴν Χαλαχ
12 καὶ τὴν Δασεμ ἀνὰ μέσον Νινευη καὶ ἀνὰ μέσον Χαλαχ αὕτη ἡ πόλις ἡ μεγάλη
13 καὶ Μεσραιμ ἐγέννησεν τοὺς Λουδιιμ καὶ τοὺς Ενεμετιιμ καὶ τοὺς Λαβιιμ καὶ τοὺς Νεφθαλιιμ
14 καὶ τοὺς Πατροσωνιιμ καὶ τοὺς Χασλωνιιμ ὅθεν ἐξη̃λθεν ἐκει̃θεν Φυλιστιιμ καὶ τοὺς Καφθοριιμ
15 Χανααν δὲ ἐγέννησεν τὸν Σιδω̃να πρωτότοκον καὶ τὸν Χετται̃ον
16 καὶ τὸν Ιεβουσαι̃ον καὶ τὸν Αμορραι̃ον καὶ τὸν Γεργεσαι̃ον
17 καὶ τὸν Ευαι̃ον καὶ τὸν Αρουκαι̃ον καὶ τὸν Ασενναι̃ον
18 καὶ τὸν 'Αράδιον καὶ τὸν Σαμαραι̃ον καὶ τὸν Αμαθι καὶ μετὰ του̃το διεσπάρησαν αἱ φυλαὶ τω̃ν Χαναναίων
19 καὶ ἐγένοντο τὰ ὅρια τω̃ν Χαναναίων ἀπὸ Σιδω̃νος ἕως ἐλθει̃ν εἰς Γεραρα καὶ Γάζαν ἕως ἐλθει̃ν Σοδομων καὶ Γομορρας Αδαμα καὶ Σεβωιμ ἕως Λασα
20 οὑ̃τοι υἱοὶ Χαμ ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν κατὰ γλώσσας αὐτω̃ν ἐν ται̃ς χώραις αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν
21 καὶ τω̨̃ Σημ ἐγενήθη καὶ αὐτω̨̃ πατρὶ πάντων τω̃ν υἱω̃ν Εβερ ἀδελφω̨̃ Ιαφεθ του̃ μείζονος
22 υἱοὶ Σημ Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ καὶ Λουδ καὶ Αραμ καὶ Καιναν
23 καὶ υἱοὶ Αραμ Ως καὶ Ουλ καὶ Γαθερ καὶ Μοσοχ
24 καὶ Αρφαξαδ ἐγέννησεν τὸν Καιναν καὶ Καιναν ἐγέννησεν τὸν Σαλα Σαλα δὲ ἐγέννησεν τὸν Εβερ
25 καὶ τω̨̃ Εβερ ἐγενήθησαν δύο υἱοί ὄνομα τω̨̃ ἑνὶ Φαλεκ ὅτι ἐν ται̃ς ἡμέραις αὐτου̃ διεμερίσθη ἡ γη̃ καὶ ὄνομα τω̨̃ ἀδελφω̨̃ αὐτου̃ Ιεκταν
26 Ιεκταν δὲ ἐγέννησεν τὸν Ελμωδαδ καὶ τὸν Σαλεφ καὶ Ασαρμωθ καὶ Ιαραχ
27 καὶ Οδορρα καὶ Αιζηλ καὶ Δεκλα
28 καὶ Αβιμεηλ καὶ Σαβευ
29 καὶ Ουφιρ καὶ Ευιλα καὶ Ιωβαβ πάντες οὑ̃τοι υἱοὶ Ιεκταν
30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτω̃ν ἀπὸ Μασση ἕως ἐλθει̃ν εἰς Σωφηρα ὄρος ἀνατολω̃ν
31 οὑ̃τοι υἱοὶ Σημ ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν κατὰ γλώσσας αὐτω̃ν ἐν ται̃ς χώραις αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν
32 αὑ̃ται αἱ φυλαὶ υἱω̃ν Νωε κατὰ γενέσεις αὐτω̃ν κατὰ τὰ ἔθνη αὐτω̃ν ἀπὸ τούτων διεσπάρησαν νη̃σοι τω̃ν ἐθνω̃ν ἐπὶ τη̃ς γη̃ς μετὰ τὸν κατακλυσμόν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.