ΓΕΝΕΣΙΣ,
κεφαλίς 19,
στἰχοι 30-38
30 ἀνέβη δὲ Λωτ ἐκ Σηγωρ καὶ ἐκάθητο ἐν τω̨̃ ὄρει καὶ αἱ δύο θυγατέρες αὐτου̃ μετ' αὐτου̃ ἐφοβήθη γὰρ κατοικη̃σαι ἐν Σηγωρ καὶ ὤ̨κησεν ἐν τω̨̃ σπηλαίω̨ αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτου̃ μετ' αὐτου̃ |
31 εἰ̃πεν δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν ὁ πατὴρ ἡμω̃ν πρεσβύτερος καὶ οὐδείς ἐστιν ἐπὶ τη̃ς γη̃ς ὃς εἰσελεύσεται πρὸς ἡμα̃ς ὡς καθήκει πάση̨ τη̨̃ γη̨̃ |
32 δευ̃ρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμω̃ν οἰ̃νον καὶ κοιμηθω̃μεν μετ' αὐτου̃ καὶ ἐξαναστήσωμεν ἐκ του̃ πατρὸς ἡμω̃ν σπέρμα |
33 ἐπότισαν δὲ τὸν πατέρα αὐτω̃ν οἰ̃νον ἐν τη̨̃ νυκτὶ ταύτη̨ καὶ εἰσελθου̃σα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ του̃ πατρὸς αὐτη̃ς τὴν νύκτα ἐκείνην καὶ οὐκ ἤ̨δει ἐν τω̨̃ κοιμηθη̃ναι αὐτὴν καὶ ἀναστη̃ναι |
34 ἐγένετο δὲ τη̨̃ ἐπαύριον καὶ εἰ̃πεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν ἰδοὺ ἐκοιμήθην ἐχθὲς μετὰ του̃ πατρὸς ἡμω̃ν ποτίσωμεν αὐτὸν οἰ̃νον καὶ τὴν νύκτα ταύτην καὶ εἰσελθου̃σα κοιμήθητι μετ' αὐτου̃ καὶ ἐξαναστήσωμεν ἐκ του̃ πατρὸς ἡμω̃ν σπέρμα |
35 ἐπότισαν δὲ καὶ ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ τὸν πατέρα αὐτω̃ν οἰ̃νον καὶ εἰσελθου̃σα ἡ νεωτέρα ἐκοιμήθη μετὰ του̃ πατρὸς αὐτη̃ς καὶ οὐκ ἤ̨δει ἐν τω̨̃ κοιμηθη̃ναι αὐτὴν καὶ ἀναστη̃ναι |
36 καὶ συνέλαβον αἱ δύο θυγατέρες Λωτ ἐκ του̃ πατρὸς αὐτω̃ν |
37 καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Μωαβ λέγουσα ἐκ του̃ πατρός μου οὑ̃τος πατὴρ Μωαβιτω̃ν ἕως τη̃ς σήμερον ἡμέρας |
38 ἔτεκεν δὲ καὶ ἡ νεωτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Αμμαν υἱὸς του̃ γένους μου οὑ̃τος πατὴρ Αμμανιτω̃ν ἕως τη̃ς σήμερον ἡμέρας |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.