Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 16

Σαρα δὲ ἡ γυνὴ Αβραμ οὐκ ἔτικτεν αὐτω̨̃ ἠ̃ν δὲ αὐτη̨̃ παιδίσκη Αἰγυπτία ἡ̨̃ ὄνομα Αγαρ
εἰ̃πεν δὲ Σαρα πρὸς Αβραμ ἰδοὺ συνέκλεισέν με κύριος του̃ μὴ τίκτειν εἴσελθε οὐ̃ν πρὸς τὴν παιδίσκην μου ἵνα τεκνοποιήση̨ς ἐξ αὐτη̃ς ὑπήκουσεν δὲ Αβραμ τη̃ς φωνη̃ς Σαρας
καὶ λαβου̃σα Σαρα ἡ γυνὴ Αβραμ Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτη̃ς παιδίσκην μετὰ δέκα ἔτη του̃ οἰκη̃σαι Αβραμ ἐν γη̨̃ Χανααν καὶ ἔδωκεν αὐτὴν Αβραμ τω̨̃ ἀνδρὶ αὐτη̃ς αὐτω̨̃ γυναι̃κα
καὶ εἰση̃λθεν πρὸς Αγαρ καὶ συνέλαβεν καὶ εἰ̃δεν ὅτι ἐν γαστρὶ ἔχει καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτη̃ς
εἰ̃πεν δὲ Σαρα πρὸς Αβραμ ἀδικου̃μαι ἐκ σου̃ ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου ἰδου̃σα δὲ ὅτι ἐν γαστρὶ ἔχει ἠτιμάσθην ἐναντίον αὐτη̃ς κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃
εἰ̃πεν δὲ Αβραμ πρὸς Σαραν ἰδοὺ ἡ παιδίσκη σου ἐν ται̃ς χερσίν σου χρω̃ αὐτη̨̃ ὡς ἄν σοι ἀρεστὸν ἠ̨̃ καὶ ἐκάκωσεν αὐτὴν Σαρα καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτη̃ς
εὑ̃ρεν δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τη̃ς πηγη̃ς του̃ ὕδατος ἐν τη̨̃ ἐρήμω̨ ἐπὶ τη̃ς πηγη̃ς ἐν τη̨̃ ὁδω̨̃ Σουρ
καὶ εἰ̃πεν αὐτη̨̃ ὁ ἄγγελος κυρίου Αγαρ παιδίσκη Σαρας πόθεν ἔρχη̨ καὶ που̃ πορεύη̨ καὶ εἰ̃πεν ἀπὸ προσώπου Σαρας τη̃ς κυρίας μου ἐγὼ ἀποδιδράσκω
εἰ̃πεν δὲ αὐτη̨̃ ὁ ἄγγελος κυρίου ἀποστράφητι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χει̃ρας αὐτη̃ς
10 καὶ εἰ̃πεν αὐτη̨̃ ὁ ἄγγελος κυρίου πληθύνων πληθυνω̃ τὸ σπέρμα σου καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ του̃ πλήθους
11 καὶ εἰ̃πεν αὐτη̨̃ ὁ ἄγγελος κυρίου ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξη̨ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτου̃ Ισμαηλ ὅτι ἐπήκουσεν κύριος τη̨̃ ταπεινώσει σου
12 οὑ̃τος ἔσται ἄγροικος ἄνθρωπος αἱ χει̃ρες αὐτου̃ ἐπὶ πάντας καὶ αἱ χει̃ρες πάντων ἐπ' αὐτόν καὶ κατὰ πρόσωπον πάντων τω̃ν ἀδελφω̃ν αὐτου̃ κατοικήσει
13 καὶ ἐκάλεσεν Αγαρ τὸ ὄνομα κυρίου του̃ λαλου̃ντος πρὸς αὐτήν σὺ ὁ θεὸς ὁ ἐπιδών με ὅτι εἰ̃πεν καὶ γὰρ ἐνώπιον εἰ̃δον ὀφθέντα μοι
14 ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ Φρέαρ οὑ̃ ἐνώπιον εἰ̃δον ἰδοὺ ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Βαραδ
15 καὶ ἔτεκεν Αγαρ τω̨̃ Αβραμ υἱόν καὶ ἐκάλεσεν Αβραμ τὸ ὄνομα του̃ υἱου̃ αὐτου̃ ὃν ἔτεκεν αὐτω̨̃ Αγαρ Ισμαηλ
16 Αβραμ δὲ ἠ̃ν ὀγδοήκοντα ἓξ ἐτω̃ν ἡνίκα ἔτεκεν Αγαρ τὸν Ισμαηλ τω̨̃ Αβραμ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.