Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 13

ἀνέβη δὲ Αβραμ ἐξ Αἰγύπτου αὐτὸς καὶ ἡ γυνὴ αὐτου̃ καὶ πάντα τὰ αὐτου̃ καὶ Λωτ μετ' αὐτου̃ εἰς τὴν ἔρημον
Αβραμ δὲ ἠ̃ν πλούσιος σφόδρα κτήνεσιν καὶ ἀργυρίω̨ καὶ χρυσίω̨
καὶ ἐπορεύθη ὅθεν ἠ̃λθεν εἰς τὴν ἔρημον ἕως Βαιθηλ ἕως του̃ τόπου οὑ̃ ἠ̃ν ἡ σκηνὴ αὐτου̃ τὸ πρότερον ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Αγγαι
εἰς τὸν τόπον του̃ θυσιαστηρίου οὑ̃ ἐποίησεν ἐκει̃ τὴν ἀρχήν καὶ ἐπεκαλέσατο ἐκει̃ Αβραμ τὸ ὄνομα κυρίου
καὶ Λωτ τω̨̃ συμπορευομένω̨ μετὰ Αβραμ ἠ̃ν πρόβατα καὶ βόες καὶ σκηναί
καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γη̃ κατοικει̃ν ἅμα ὅτι ἠ̃ν τὰ ὑπάρχοντα αὐτω̃ν πολλά καὶ οὐκ ἐδύναντο κατοικει̃ν ἅμα
καὶ ἐγένετο μάχη ἀνὰ μέσον τω̃ν ποιμένων τω̃ν κτηνω̃ν του̃ Αβραμ καὶ ἀνὰ μέσον τω̃ν ποιμένων τω̃ν κτηνω̃ν του̃ Λωτ οἱ δὲ Χαναναι̃οι καὶ οἱ Φερεζαι̃οι τότε κατώ̨κουν τὴν γη̃ν
εἰ̃πεν δὲ Αβραμ τω̨̃ Λωτ μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ καὶ ἀνὰ μέσον τω̃ν ποιμένων μου καὶ ἀνὰ μέσον τω̃ν ποιμένων σου ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμει̃ς ἐσμεν
οὐκ ἰδοὺ πα̃σα ἡ γη̃ ἐναντίον σού ἐστιν διαχωρίσθητι ἀπ' ἐμου̃ εἰ σὺ εἰς ἀριστερά ἐγὼ εἰς δεξιά εἰ δὲ σὺ εἰς δεξιά ἐγὼ εἰς ἀριστερά
10 καὶ ἐπάρας Λωτ τοὺς ὀφθαλμοὺς αὐτου̃ εἰ̃δεν πα̃σαν τὴν περίχωρον του̃ Ιορδάνου ὅτι πα̃σα ἠ̃ν ποτιζομένη πρὸ του̃ καταστρέψαι τὸν θεὸν Σοδομα καὶ Γομορρα ὡς ὁ παράδεισος του̃ θεου̃ καὶ ὡς ἡ γη̃ Αἰγύπτου ἕως ἐλθει̃ν εἰς Ζογορα
11 καὶ ἐξελέξατο ἑαυτω̨̃ Λωτ πα̃σαν τὴν περίχωρον του̃ Ιορδάνου καὶ ἀπη̃ρεν Λωτ ἀπὸ ἀνατολω̃ν καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ του̃ ἀδελφου̃ αὐτου̃
12 Αβραμ δὲ κατώ̨κησεν ἐν γη̨̃ Χανααν Λωτ δὲ κατώ̨κησεν ἐν πόλει τω̃ν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδομοις
13 οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδομοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον του̃ θεου̃ σφόδρα
14 ὁ δὲ θεὸς εἰ̃πεν τω̨̃ Αβραμ μετὰ τὸ διαχωρισθη̃ναι τὸν Λωτ ἀπ' αὐτου̃ ἀναβλέψας τοι̃ς ὀφθαλμοι̃ς σου ἰδὲ ἀπὸ του̃ τόπου οὑ̃ νυ̃ν σὺ εἰ̃ πρὸς βορρα̃ν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν
15 ὅτι πα̃σαν τὴν γη̃ν ἣν σὺ ὁρα̨̃ς σοὶ δώσω αὐτὴν καὶ τω̨̃ σπέρματί σου ἕως του̃ αἰω̃νος
16 καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τη̃ς γη̃ς εἰ δύναταί τις ἐξαριθμη̃σαι τὴν ἄμμον τη̃ς γη̃ς καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται
17 ἀναστὰς διόδευσον τὴν γη̃ν εἴς τε τὸ μη̃κος αὐτη̃ς καὶ εἰς τὸ πλάτος ὅτι σοὶ δώσω αὐτήν
18 καὶ ἀποσκηνώσας Αβραμ ἐλθὼν κατώ̨κησεν παρὰ τὴν δρυ̃ν τὴν Μαμβρη ἣ ἠ̃ν ἐν Χεβρων καὶ ὠ̨κοδόμησεν ἐκει̃ θυσιαστήριον κυρίω̨
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.