Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 11

καὶ ἠ̃ν πα̃σα ἡ γη̃ χει̃λος ἕν καὶ φωνὴ μία πα̃σιν
καὶ ἐγένετο ἐν τω̨̃ κινη̃σαι αὐτοὺς ἀπὸ ἀνατολω̃ν εὑ̃ρον πεδίον ἐν γη̨̃ Σεννααρ καὶ κατώ̨κησαν ἐκει̃
καὶ εἰ̃πεν ἄνθρωπος τω̨̃ πλησίον δευ̃τε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί καὶ ἐγένετο αὐτοι̃ς ἡ πλίνθος εἰς λίθον καὶ ἄσφαλτος ἠ̃ν αὐτοι̃ς ὁ πηλός
καὶ εἰ̃παν δευ̃τε οἰκοδομήσωμεν ἑαυτοι̃ς πόλιν καὶ πύργον οὑ̃ ἡ κεφαλὴ ἔσται ἕως του̃ οὐρανου̃ καὶ ποιήσωμεν ἑαυτοι̃ς ὄνομα πρὸ του̃ διασπαρη̃ναι ἐπὶ προσώπου πάσης τη̃ς γη̃ς
καὶ κατέβη κύριος ἰδει̃ν τὴν πόλιν καὶ τὸν πύργον ὃν ὠ̨κοδόμησαν οἱ υἱοὶ τω̃ν ἀνθρώπων
καὶ εἰ̃πεν κύριος ἰδοὺ γένος ἓν καὶ χει̃λος ἓν πάντων καὶ του̃το ἤρξαντο ποιη̃σαι καὶ νυ̃ν οὐκ ἐκλείψει ἐξ αὐτω̃ν πάντα ὅσα ἂν ἐπιθω̃νται ποιει̃ν
δευ̃τε καὶ καταβάντες συγχέωμεν ἐκει̃ αὐτω̃ν τὴν γλω̃σσαν ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν του̃ πλησίον
καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκει̃θεν ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς καὶ ἐπαύσαντο οἰκοδομου̃ντες τὴν πόλιν καὶ τὸν πύργον
διὰ του̃το ἐκλήθη τὸ ὄνομα αὐτη̃ς Σύγχυσις ὅτι ἐκει̃ συνέχεεν κύριος τὰ χείλη πάσης τη̃ς γη̃ς καὶ ἐκει̃θεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς
10 καὶ αὑ̃ται αἱ γενέσεις Σημ Σημ υἱὸς ἑκατὸν ἐτω̃ν ὅτε ἐγέννησεν τὸν Αρφαξαδ δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν
11 καὶ ἔζησεν Σημ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Αρφαξαδ πεντακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
12 καὶ ἔζησεν Αρφαξαδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Καιναν
13 καὶ ἔζησεν Αρφαξαδ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Καιναν ἔτη τετρακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν καὶ ἔζησεν Καιναν ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Σαλα καὶ ἔζησεν Καιναν μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Σαλα ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
14 καὶ ἔζησεν Σαλα ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Εβερ
15 καὶ ἔζησεν Σαλα μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Εβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
16 καὶ ἔζησεν Εβερ ἑκατὸν τριάκοντα τέσσαρα ἔτη καὶ ἐγέννησεν τὸν Φαλεκ
17 καὶ ἔζησεν Εβερ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Φαλεκ ἔτη τριακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
18 καὶ ἔζησεν Φαλεκ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ραγαυ
19 καὶ ἔζησεν Φαλεκ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ραγαυ διακόσια ἐννέα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
20 καὶ ἔζησεν Ραγαυ ἑκατὸν τριάκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν Σερουχ
21 καὶ ἔζησεν Ραγαυ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Σερουχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
22 καὶ ἔζησεν Σερουχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ναχωρ
23 καὶ ἔζησεν Σερουχ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ναχωρ ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
24 καὶ ἔζησεν Ναχωρ ἔτη ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησεν τὸν Θαρα
25 καὶ ἔζησεν Ναχωρ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Θαρα ἔτη ἑκατὸν εἴκοσι ἐννέα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
26 καὶ ἔζησεν Θαρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Αβραμ καὶ τὸν Ναχωρ καὶ τὸν Αρραν
27 αὑ̃ται δὲ αἱ γενέσεις Θαρα Θαρα ἐγέννησεν τὸν Αβραμ καὶ τὸν Ναχωρ καὶ τὸν Αρραν καὶ Αρραν ἐγέννησεν τὸν Λωτ
28 καὶ ἀπέθανεν Αρραν ἐνώπιον Θαρα του̃ πατρὸς αὐτου̃ ἐν τη̨̃ γη̨̃ ἡ̨̃ ἐγενήθη ἐν τη̨̃ χώρα̨ τω̃ν Χαλδαίων
29 καὶ ἔλαβον Αβραμ καὶ Ναχωρ ἑαυτοι̃ς γυναι̃κας ὄνομα τη̨̃ γυναικὶ Αβραμ Σαρα καὶ ὄνομα τη̨̃ γυναικὶ Ναχωρ Μελχα θυγάτηρ Αρραν πατὴρ Μελχα καὶ πατὴρ Ιεσχα
30 καὶ ἠ̃ν Σαρα στει̃ρα καὶ οὐκ ἐτεκνοποίει
31 καὶ ἔλαβεν Θαρα τὸν Αβραμ υἱὸν αὐτου̃ καὶ τὸν Λωτ υἱὸν Αρραν υἱὸν του̃ υἱου̃ αὐτου̃ καὶ τὴν Σαραν τὴν νύμφην αὐτου̃ γυναι̃κα Αβραμ του̃ υἱου̃ αὐτου̃ καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τη̃ς χώρας τω̃ν Χαλδαίων πορευθη̃ναι εἰς τὴν γη̃ν Χανααν καὶ ἠ̃λθεν ἕως Χαρραν καὶ κατώ̨κησεν ἐκει̃
32 καὶ ἐγένοντο αἱ ἡμέραι Θαρα ἐν Χαρραν διακόσια πέντε ἔτη καὶ ἀπέθανεν Θαρα ἐν Χαρραν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.