1 τη̨̃ ἐλευθερία̨ ἡμα̃ς Χριστòς ἠλευθέρωσεν στήκετε οὐ̃ν καὶ μὴ πάλιν ζυγω̨̃ δουλείας ἐνέχεσθε |
2 ἴδε ἐγὼ Παυ̃λος λέγω ὑμι̃ν ὅτι ἐὰν περιτέμνησθε Χριστòς ὑμα̃ς οὐδὲν ὠφελήσει |
3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπω̨ περιτεμνομένω̨ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τòν νόμον ποιη̃σαι |
4 κατηργήθητε ἀπò Χριστου̃ οἵτινες ἐν νόμω̨ δικαιου̃σθε τη̃ς χάριτος ἐξεπέσατε |
5 ἡμει̃ς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα |
6 ἐν γὰρ Χριστω̨̃ ’Ιησου̃ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη |
7 ἐτρέχετε καλω̃ς τίς ὑμα̃ς ἐνέκοψεν τη̨̃ ἀληθεία̨ μὴ πείθεσθαι |
8 ἡ πεισμονὴ οὐκ ἐκ του̃ καλου̃ντος ὑμα̃ς |
9 μικρὰ ζύμη ὅλον τò φύραμα ζυμοι̃ |
10 ἐγὼ πέποιθα εἰς ὑμα̃ς ἐν κυρίω̨ ὅτι οὐδὲν ἄλλο φρονήσετε ὁ δὲ ταράσσων ὑμα̃ς βαστάσει τò κρίμα ὅστις ἐὰν ἠ̨̃ |
11 ἐγὼ δέ ἀδελφοί εἰ περιτομὴν ἔτι κηρύσσω τί ἔτι διώκομαι ἄρα κατήργηται τò σκάνδαλον του̃ σταυρου̃ |
12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατου̃ντες ὑμα̃ς |
13 ὑμει̃ς γὰρ ἐπ' ἐλευθερία̨ ἐκλήθητε ἀδελφοί μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τη̨̃ σαρκί ἀλλὰ διὰ τη̃ς ἀγάπης δουλεύετε ἀλλήλοις |
14 ὁ γὰρ πα̃ς νόμος ἐν ἑνὶ λόγω̨ πεπλήρωται ἐν τω̨̃ ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν |
15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθη̃τε |
16 λέγω δέ πνεύματι περιπατει̃τε καὶ ἐπιθυμίαν σαρκòς οὐ μὴ τελέσητε |
17 ἡ γὰρ σὰρξ ἐπιθυμει̃ κατὰ του̃ πνεύματος τò δὲ πνευ̃μα κατὰ τη̃ς σαρκός ταυ̃τα γὰρ ἀλλήλοις ἀντίκειται ἵνα μὴ ἃ ἐὰν θέλητε ταυ̃τα ποιη̃τε |
18 εἰ δὲ πνεύματι ἄγεσθε οὐκ ἐστὲ ὑπò νόμον |
19 φανερὰ δέ ἐστιν τὰ ἔργα τη̃ς σαρκός ἅτινά ἐστιν πορνεία ἀκαθαρσία ἀσέλγεια |
20 εἰδωλολατρία φαρμακεία ἔχθραι ἔρις ζη̃λος θυμοί ἐριθείαι διχοστασίαι αἱρέσεις |
21 φθόνοι μέθαι κω̃μοι καὶ τὰ ὅμοια τούτοις ἃ προλέγω ὑμι̃ν καθὼς προει̃πον ὅτι οἱ τὰ τοιαυ̃τα πράσσοντες βασιλείαν θεου̃ οὐ κληρονομήσουσιν |
22 ὁ δὲ καρπòς του̃ πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις |
23 πραΰτης ἐγκράτεια κατὰ τω̃ν τοιούτων οὐκ ἔστιν νόμος |
24 οἱ δὲ του̃ Χριστου̃ ’Ιησου̃ τὴν σάρκα ἐσταύρωσαν σὺν τοι̃ς παθήμασιν καὶ ται̃ς ἐπιθυμίαις |
25 εἰ ζω̃μεν πνεύματι πνεύματι καὶ στοιχω̃μεν |
26 μὴ γινώμεθα κενόδοξοι ἀλλήλους προκαλούμενοι ἀλλήλοις φθονου̃ντες |