1 ὠ̃ ἀνόητοι Γαλάται τίς ὑμα̃ς ἐβάσκανεν οἱ̃ς κατ' ὀφθαλμοὺς ’Ιησου̃ς Χριστòς προεγράφη ἐσταυρωμένος |
2 του̃το μόνον θέλω μαθει̃ν ἀφ' ὑμω̃ν ἐξ ἔργων νόμου τò πνευ̃μα ἐλάβετε ἢ ἐξ ἀκοη̃ς πίστεως |
3 οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι πνεύματι νυ̃ν σαρκὶ ἐπιτελει̃σθε |
4 τοσαυ̃τα ἐπάθετε εἰκη̨̃ εἴ γε καὶ εἰκη̨̃ |
5 ὁ οὐ̃ν ἐπιχορηγω̃ν ὑμι̃ν τò πνευ̃μα καὶ ἐνεργω̃ν δυνάμεις ἐν ὑμι̃ν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοη̃ς πίστεως |
6 καθὼς ’Αβραὰμ ἐπίστευσεν τω̨̃ θεω̨̃ καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην |
7 γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὑ̃τοι υἱοί εἰσιν ’Αβραάμ |
8 προϊδου̃σα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοι̃ τὰ ἔθνη ὁ θεòς προευηγγελίσατο τω̨̃ ’Αβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη |
9 ὥστε οἱ ἐκ πίστεως εὐλογου̃νται σὺν τω̨̃ πιστω̨̃ ’Αβραάμ |
10 ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπò κατάραν εἰσίν γέγραπται γὰρ ὅτι ἐπικατάρατος πα̃ς ὃς οὐκ ἐμμένει πα̃σιν τοι̃ς γεγραμμένοις ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου του̃ ποιη̃σαι αὐτά |
11 ὅτι δὲ ἐν νόμω̨ οὐδεὶς δικαιου̃ται παρὰ τω̨̃ θεω̨̃ δη̃λον ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται |
12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως ἀλλ' ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοι̃ς |
13 Χριστòς ἡμα̃ς ἐξηγόρασεν ἐκ τη̃ς κατάρας του̃ νόμου γενόμενος ὑπὲρ ἡμω̃ν κατάρα ὅτι γέγραπται ἐπικατάρατος πα̃ς ὁ κρεμάμενος ἐπὶ ξύλου |
14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία του̃ ’Αβραὰμ γένηται ἐν Χριστω̨̃ ’Ιησου̃ ἵνα τὴν ἐπαγγελίαν του̃ πνεύματος λάβωμεν διὰ τη̃ς πίστεως |
15 ἀδελφοί κατὰ ἄνθρωπον λέγω ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετει̃ ἢ ἐπιδιατάσσεται |
16 τω̨̃ δὲ ’Αβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τω̨̃ σπέρματι αὐτου̃ οὐ λέγει καὶ τοι̃ς σπέρμασιν ὡς ἐπὶ πολλω̃ν ἀλλ' ὡς ἐφ' ἑνός καὶ τω̨̃ σπέρματί σου ὅς ἐστιν Χριστός |
17 του̃το δὲ λέγω διαθήκην προκεκυρωμένην ὑπò του̃ θεου̃ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροι̃ εἰς τò καταργη̃σαι τὴν ἐπαγγελίαν |
18 εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία οὐκέτι ἐξ ἐπαγγελίας τω̨̃ δὲ ’Αβραὰμ δι' ἐπαγγελίας κεχάρισται ὁ θεός |
19 τί οὐ̃ν ὁ νόμος τω̃ν παραβάσεων χάριν προσετέθη ἄχρις οὑ̃ ἔλθη̨ τò σπέρμα ὡ̨̃ ἐπήγγελται διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου |
20 ὁ δὲ μεσίτης ἑνòς οὐκ ἔστιν ὁ δὲ θεòς εἱ̃ς ἐστιν |
21 ὁ οὐ̃ν νόμος κατὰ τω̃ν ἐπαγγελιω̃ν του̃ θεου̃ μὴ γένοιτο εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζω̨οποιη̃σαι ὄντως ἐκ νόμου ἂν ἠ̃ν ἡ δικαιοσύνη |
22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπò ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως ’Ιησου̃ Χριστου̃ δοθη̨̃ τοι̃ς πιστεύουσιν |
23 πρò του̃ δὲ ἐλθει̃ν τὴν πίστιν ὑπò νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθη̃ναι |
24 ὥστε ὁ νόμος παιδαγωγòς ἡμω̃ν γέγονεν εἰς Χριστόν ἵνα ἐκ πίστεως δικαιωθω̃μεν |
25 ἐλθούσης δὲ τη̃ς πίστεως οὐκέτι ὑπò παιδαγωγόν ἐσμεν |
26 πάντες γὰρ υἱοὶ θεου̃ ἐστε διὰ τη̃ς πίστεως ἐν Χριστω̨̃ ’Ιησου̃ |
27 ὅσοι γὰρ εἰς Χριστòν ἐβαπτίσθητε Χριστòν ἐνεδύσασθε |
28 οὐκ ἔνι ’Ιουδαι̃ος οὐδὲ ‘Έλλην οὐκ ἔνι δου̃λος οὐδὲ ἐλεύθερος οὐκ ἔνι ἄρσεν καὶ θη̃λυ πάντες γὰρ ὑμει̃ς εἱ̃ς ἐστε ἐν Χριστω̨̃ ’Ιησου̃ |
29 εἰ δὲ ὑμει̃ς Χριστου̃ ἄρα του̃ ’Αβραὰμ σπέρμα ἐστέ κατ' ἐπαγγελίαν κληρονόμοι |