ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 6
1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ισραηλ καὶ προφήτευσον ἐπ' αὐτὰ |
3 καὶ ἐρει̃ς τὰ ὄρη Ισραηλ ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος τοι̃ς ὄρεσιν καὶ τοι̃ς βουνοι̃ς καὶ ται̃ς φάραγξιν καὶ ται̃ς νάπαις ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμα̃ς ῥομφαίαν καὶ ἐξολεθρευθήσεται τὰ ὑψηλὰ ὑμω̃ν |
4 καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμω̃ν καὶ τὰ τεμένη ὑμω̃ν καὶ καταβαλω̃ τραυματίας ὑμω̃ν ἐνώπιον τω̃ν εἰδώλων ὑμω̃ν |
5 καὶ διασκορπιω̃ τὰ ὀστα̃ ὑμω̃ν κύκλω̨ τω̃ν θυσιαστηρίων ὑμω̃ν |
6 ἐν πάση̨ τη̨̃ κατοικία̨ ὑμω̃ν αἱ πόλεις ἐξερημωθήσονται καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται ὅπως ἐξολεθρευθη̨̃ τὰ θυσιαστήρια ὑμω̃ν καὶ συντριβήσονται τὰ εἴδωλα ὑμω̃ν καὶ ἐξαρθήσεται τὰ τεμένη ὑμω̃ν |
7 καὶ πεσου̃νται τραυματίαι ἐν μέσω̨ ὑμω̃ν καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος |
8 ἐν τω̨̃ γενέσθαι ἐξ ὑμω̃ν ἀνασω̨ζομένους ἐκ ῥομφαίας ἐν τοι̃ς ἔθνεσιν καὶ ἐν τω̨̃ διασκορπισμω̨̃ ὑμω̃ν ἐν ται̃ς χώραις |
9 καὶ μνησθήσονταί μου οἱ ἀνασω̨ζόμενοι ἐξ ὑμω̃ν ἐν τοι̃ς ἔθνεσιν οὑ̃ ἠ̨χμαλωτεύθησαν ἐκει̃ ὀμώμοκα τη̨̃ καρδία̨ αὐτω̃ν τη̨̃ ἐκπορνευούση̨ ἀπ' ἐμου̃ καὶ τοι̃ς ὀφθαλμοι̃ς αὐτω̃ν τοι̃ς πορνεύουσιν ὀπίσω τω̃ν ἐπιτηδευμάτων αὐτω̃ν καὶ κόψονται πρόσωπα αὐτω̃ν ἐν πα̃σι τοι̃ς βδελύγμασιν αὐτω̃ν |
10 καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος λελάληκα |
11 τάδε λέγει κύριος κρότησον τη̨̃ χειρὶ καὶ ψόφησον τω̨̃ ποδὶ καὶ εἰπόν εὐ̃γε εὐ̃γε ἐπὶ πα̃σιν τοι̃ς βδελύγμασιν οἴκου Ισραηλ ἐν ῥομφαία̨ καὶ ἐν θανάτω̨ καὶ ἐν λιμω̨̃ πεσου̃νται |
12 ὁ ἐγγὺς ἐν ῥομφαία̨ πεσει̃ται ὁ δὲ μακρὰν ἐν θανάτω̨ τελευτήσει καὶ ὁ περιεχόμενος ἐν λιμω̨̃ συντελεσθήσεται καὶ συντελέσω τὴν ὀργήν μου ἐπ' αὐτούς |
13 καὶ γνώσεσθε διότι ἐγὼ κύριος ἐν τω̨̃ εἰ̃ναι τοὺς τραυματίας ὑμω̃ν ἐν μέσω̨ τω̃ν εἰδώλων ὑμω̃ν κύκλω̨ τω̃ν θυσιαστηρίων ὑμω̃ν ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω δένδρου συσκίου οὑ̃ ἔδωκαν ἐκει̃ ὀσμὴν εὐωδίας πα̃σι τοι̃ς εἰδώλοις αὐτω̃ν |
14 καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπ' αὐτοὺς καὶ θήσομαι τὴν γη̃ν εἰς ἀφανισμὸν καὶ εἰς ὄλεθρον ἀπὸ τη̃ς ἐρήμου Δεβλαθα ἐκ πάσης τη̃ς κατοικίας καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.