Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 7

καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
καὶ σύ υἱὲ ἀνθρώπου εἰπόν τάδε λέγει κύριος τη̨̃ γη̨̃ του̃ Ισραηλ πέρας ἥκει τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τη̃ς γη̃ς
ἥκει τὸ πέρας
ἐπὶ σὲ τὸν κατοικου̃ντα τὴν γη̃ν ἥκει ὁ καιρός ἤγγικεν ἡ ἡμέρα οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων
νυ̃ν ἐγγύθεν ἐκχεω̃ τὴν ὀργήν μου ἐπὶ σὲ καὶ συντελέσω τὸν θυμόν μου ἐν σοὶ καὶ κρινω̃ σε ἐν ται̃ς ὁδοι̃ς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου
οὐ φείσεται ὁ ὀφθαλμός μου οὐδὲ μὴ ἐλεήσω διότι τὰς ὁδούς σου ἐπὶ σὲ δώσω καὶ τὰ βδελύγματά σου ἐν μέσω̨ σου ἔσονται καὶ ἐπιγνώση̨ διότι ἐγώ εἰμι κύριος ὁ τύπτων
νυ̃ν τὸ πέρας πρὸς σέ καὶ ἀποστελω̃ ἐγὼ ἐπὶ σὲ καὶ ἐκδικήσω σε ἐν ται̃ς ὁδοι̃ς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου
οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σέ οὐδὲ μὴ ἐλεήσω διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω καὶ τὰ βδελύγματά σου ἐν μέσω̨ σου ἔσται καὶ ἐπιγνώση̨ διότι ἐγὼ κύριος
διότι τάδε λέγει κύριος
10 ἰδοὺ τὸ πέρας ἥκει ἰδοὺ ἡμέρα κυρίου εἰ καὶ ἡ ῥάβδος ἤνθηκεν ἡ ὕβρις ἐξανέστηκεν
11 καὶ συντρίψει στήριγμα ἀνόμου καὶ οὐ μετὰ θορύβου οὐδὲ μετὰ σπουδη̃ς
12 ἥκει ὁ καιρός ἰδοὺ ἡ ἡμέρα ὁ κτώμενος μὴ χαιρέτω καὶ ὁ πωλω̃ν μὴ θρηνείτω
13 διότι ὁ κτώμενος πρὸς τὸν πωλου̃ντα οὐκέτι μὴ ἐπιστρέψη̨ καὶ ἄνθρωπος ἐν ὀφθαλμω̨̃ ζωη̃ς αὐτου̃ οὐ κρατήσει
14 σαλπίσατε ἐν σάλπιγγι καὶ κρίνατε τὰ σύμπαντα
15 ὁ πόλεμος ἐν ῥομφαία̨ ἔξωθεν καὶ ὁ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν ὁ ἐν τω̨̃ πεδίω̨ ἐν ῥομφαία̨ τελευτήσει τοὺς δὲ ἐν τη̨̃ πόλει λιμὸς καὶ θάνατος συντελέσει
16 καὶ ἀνασωθήσονται οἱ ἀνασω̨ζόμενοι ἐξ αὐτω̃ν καὶ ἔσονται ἐπὶ τω̃ν ὀρέων πάντας ἀποκτενω̃ ἕκαστον ἐν ται̃ς ἀδικίαις αὐτου̃
17 πα̃σαι χει̃ρες ἐκλυθήσονται καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασία̨
18 καὶ περιζώσονται σάκκους καὶ καλύψει αὐτοὺς θάμβος καὶ ἐπὶ πα̃ν πρόσωπον αἰσχύνη ἐπ' αὐτούς καὶ ἐπὶ πα̃σαν κεφαλὴν φαλάκρωμα
19 τὸ ἀργύριον αὐτω̃ν ῥιφήσεται ἐν ται̃ς πλατείαις καὶ τὸ χρυσίον αὐτω̃ν ὑπεροφθήσεται αἱ ψυχαὶ αὐτω̃ν οὐ μὴ ἐμπλησθω̃σιν καὶ αἱ κοιλίαι αὐτω̃ν οὐ μὴ πληρωθω̃σιν διότι βάσανος τω̃ν ἀδικιω̃ν αὐτω̃ν ἐγένετο
20 ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ καὶ εἰκόνας τω̃ν βδελυγμάτων αὐτω̃ν ἐποίησαν ἐξ αὐτω̃ν ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοι̃ς εἰς ἀκαθαρσίαν
21 καὶ παραδώσω αὐτὰ εἰς χει̃ρας ἀλλοτρίων του̃ διαρπάσαι αὐτὰ καὶ τοι̃ς λοιμοι̃ς τη̃ς γη̃ς εἰς σκυ̃λα καὶ βεβηλώσουσιν αὐτά
22 καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν καὶ μιανου̃σιν τὴν ἐπισκοπήν μου καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως καὶ βεβηλώσουσιν αὐτά
23 καὶ ποιήσουσι φυρμόν διότι ἡ γη̃ πλήρης λαω̃ν καὶ ἡ πόλις πλήρης ἀνομίας
24 καὶ ἀποστρέψω τὸ φρύαγμα τη̃ς ἰσχύος αὐτω̃ν καὶ μιανθήσεται τὰ ἅγια αὐτω̃ν
25 ἐξιλασμὸς ἥξει καὶ ζητήσει εἰρήνην καὶ οὐκ ἔσται
26 οὐαὶ ἐπὶ οὐαὶ ἔσται καὶ ἀγγελία ἐπ' ἀγγελίαν ἔσται καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου καὶ νόμος ἀπολει̃ται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων
27 ἄρχων ἐνδύσεται ἀφανισμόν καὶ αἱ χει̃ρες του̃ λαου̃ τη̃ς γη̃ς παραλυθήσονται κατὰ τὰς ὁδοὺς αὐτω̃ν ποιήσω αὐτοι̃ς καὶ ἐν τοι̃ς κρίμασιν αὐτω̃ν ἐκδικήσω αὐτούς καὶ γνώσονται ὅτι ἐγὼ κύριος
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.