1 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν φυλω̃ν ἀπὸ τη̃ς ἀρχη̃ς τη̃ς πρὸς βορρα̃ν κατὰ τὸ μέρος τη̃ς καταβάσεως του̃ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τη̃ς Ημαθ αὐλη̃ς του̃ Αιναν ὅριον Δαμασκου̃ πρὸς βορρα̃ν κατὰ μέρος Ημαθ αὐλη̃ς καὶ ἔσται αὐτοι̃ς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δαν μία |
2 καὶ ἀπὸ τω̃ν ὁρίων του̃ Δαν τὰ πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ασηρ μία |
3 καὶ ἀπὸ τω̃ν ὁρίων Ασηρ ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Νεφθαλιμ μία |
4 καὶ ἀπὸ τω̃ν ὁρίων Νεφθαλι ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Μανασση μία |
5 καὶ ἀπὸ τω̃ν ὁρίων Μανασση ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Εφραιμ μία |
6 καὶ ἀπὸ τω̃ν ὁρίων Εφραιμ ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ρουβην μία |
7 καὶ ἀπὸ τω̃ν ὁρίων Ρουβην ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ιουδα μία |
8 καὶ ἀπὸ τω̃ν ὁρίων Ιουδα ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν ἔσται ἡ ἀπαρχὴ του̃ ἀφορισμου̃ πέντε καὶ εἴκοσι χιλιάδες εὐ̃ρος καὶ μη̃κος καθὼς μία τω̃ν μερίδων ἀπὸ τω̃ν πρὸς ἀνατολὰς καὶ ἕως τω̃ν πρὸς θάλασσαν καὶ ἔσται τὸ ἅγιον ἐν μέσω̨ αὐτω̃ν |
9 ἀπαρχή ἣν ἀφοριου̃σι τω̨̃ κυρίω̨ μη̃κος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὐ̃ρος εἴκοσι καὶ πέντε χιλιάδες |
10 τούτων ἔσται ἡ ἀπαρχὴ τω̃ν ἁγίων τοι̃ς ἱερευ̃σιν πρὸς βορρα̃ν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς θάλασσαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μη̃κος εἴκοσι καὶ πέντε χιλιάδες καὶ τὸ ὄρος τω̃ν ἁγίων ἔσται ἐν μέσω̨ αὐτου̃ |
11 τοι̃ς ἱερευ̃σι τοι̃ς ἡγιασμένοις υἱοι̃ς Σαδδουκ τοι̃ς φυλάσσουσι τὰς φυλακὰς του̃ οἴκου οἵτινες οὐκ ἐπλανήθησαν ἐν τη̨̃ πλανήσει υἱω̃ν Ισραηλ ὃν τρόπον ἐπλανήθησαν οἱ Λευι̃ται |
12 καὶ ἔσται αὐτοι̃ς ἡ ἀπαρχὴ δεδομένη ἐκ τω̃ν ἀπαρχω̃ν τη̃ς γη̃ς ἅγιον ἁγίων ἀπὸ τω̃ν ὁρίων τω̃ν Λευιτω̃ν |
13 τοι̃ς δὲ Λευίταις τὰ ἐχόμενα τω̃ν ὁρίων τω̃ν ἱερέων μη̃κος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὐ̃ρος δέκα χιλιάδες πα̃ν τὸ μη̃κος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὐ̃ρος εἴκοσι χιλιάδες |
14 οὐ πραθήσεται ἐξ αὐτου̃ οὐδὲ καταμετρηθήσεται οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογενήματα τη̃ς γη̃ς ὅτι ἅγιόν ἐστιν τω̨̃ κυρίω̨ |
15 τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τω̨̃ πλάτει ἐπὶ ται̃ς πέντε καὶ εἴκοσι χιλιάσιν προτείχισμα ἔσται τη̨̃ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτου̃ καὶ ἔσται ἡ πόλις ἐν μέσω̨ αὐτου̃ |
16 καὶ ταυ̃τα τὰ μέτρα αὐτη̃ς ἀπὸ τω̃ν πρὸς βορρα̃ν πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ ἀπὸ τω̃ν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τω̃ν πρὸς ἀνατολὰς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τω̃ν πρὸς θάλασσαν τετρακισχιλίους πεντακοσίους |
17 καὶ ἔσται διάστημα τη̨̃ πόλει πρὸς βορρα̃ν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα |
18 καὶ τὸ περισσὸν του̃ μήκους τὸ ἐχόμενον τω̃ν ἀπαρχω̃ν τω̃ν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλασσαν καὶ ἔσονται αἱ ἀπαρχαὶ του̃ ἁγίου καὶ ἔσται τὰ γενήματα αὐτη̃ς εἰς ἄρτους τοι̃ς ἐργαζομένοις τὴν πόλιν |
19 οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργω̃νται αὐτὴν ἐκ πασω̃ν τω̃ν φυλω̃ν του̃ Ισραηλ |
20 πα̃σα ἡ ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας τετράγωνον ἀφοριει̃τε αὐτου̃ τὴν ἀπαρχὴν του̃ ἁγίου ἀπὸ τη̃ς κατασχέσεως τη̃ς πόλεως |
21 τὸ δὲ περισσὸν τω̨̃ ἀφηγουμένω̨ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τω̃ν ἀπαρχω̃ν του̃ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τη̃ς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μη̃κος ἕως τω̃ν ὁρίων τω̃ν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τω̃ν ὁρίων τω̃ν πρὸς θάλασσαν ἐχόμενα τω̃ν μερίδων του̃ ἀφηγουμένου καὶ ἔσται ἡ ἀπαρχὴ τω̃ν ἁγίων καὶ τὸ ἁγίασμα του̃ οἴκου ἐν μέσω̨ αὐτη̃ς |
22 καὶ ἀπὸ τη̃ς κατασχέσεως τω̃ν Λευιτω̃ν καὶ ἀπὸ τη̃ς κατασχέσεως τη̃ς πόλεως ἐν μέσω̨ τω̃ν ἀφηγουμένων ἔσται ἀνὰ μέσον τω̃ν ὁρίων Ιουδα καὶ ἀνὰ μέσον τω̃ν ὁρίων Βενιαμιν τω̃ν ἀφηγουμένων ἔσται |
23 καὶ τὸ περισσὸν τω̃ν φυλω̃ν ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Βενιαμιν μία |
24 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Βενιαμιν ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Συμεων μία |
25 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Συμεων ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ισσαχαρ μία |
26 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Ισσαχαρ ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ζαβουλων μία |
27 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Ζαβουλων ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Γαδ μία |
28 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Γαδ ἕως τω̃ν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτου̃ ἀπὸ Θαιμαν καὶ ὕδατος Μαριμωθ Καδης κληρονομίας ἕως τη̃ς θαλάσσης τη̃ς μεγάλης |
29 αὕτη ἡ γη̃ ἣν βαλει̃τε ἐν κλήρω̨ ται̃ς φυλαι̃ς Ισραηλ καὶ οὑ̃τοι οἱ διαμερισμοὶ αὐτω̃ν λέγει κύριος θεός |
30 καὶ αὑ̃ται αἱ διεκβολαὶ τη̃ς πόλεως αἱ πρὸς βορρα̃ν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρω̨ |
31 καὶ αἱ πύλαι τη̃ς πόλεως ἐπ' ὀνόμασιν φυλω̃ν του̃ Ισραηλ πύλαι τρει̃ς πρὸς βορρα̃ν πύλη Ρουβην μία καὶ πύλη Ιουδα μία καὶ πύλη Λευι μία |
32 καὶ τὰ πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι καὶ πύλαι τρει̃ς πύλη Ιωσηφ μία καὶ πύλη Βενιαμιν μία καὶ πύλη Δαν μία |
33 καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρω̨ καὶ πύλαι τρει̃ς πύλη Συμεων μία καὶ πύλη Ισσαχαρ μία καὶ πύλη Ζαβουλων μία |
34 καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρω̨ καὶ πύλαι τρει̃ς πύλη Γαδ μία καὶ πύλη Ασηρ μία καὶ πύλη Νεφθαλιμ μία |
35 κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες καὶ τὸ ὄνομα τη̃ς πόλεως ἀφ' ἡ̃ς ἂν ἡμέρας γένηται ἔσται τὸ ὄνομα αὐτη̃ς |