17 υἱὲ ἀνθρώπου σκοπὸν δέδωκά σε τω̨̃ οἴκω̨ Ισραηλ καὶ ἀκούση̨ ἐκ στόματός μου λόγον καὶ διαπειλήση̨ αὐτοι̃ς παρ' ἐμου̃ |
18 ἐν τω̨̃ λέγειν με τω̨̃ ἀνόμω̨ θανάτω̨ θανατωθήση̨ καὶ οὐ διεστείλω αὐτω̨̃ οὐδὲ ἐλάλησας του̃ διαστείλασθαι τω̨̃ ἀνόμω̨ ἀποστρέψαι ἀπὸ τω̃ν ὁδω̃ν αὐτου̃ του̃ ζη̃σαι αὐτόν ὁ ἄνομος ἐκει̃νος τη̨̃ ἀδικία̨ αὐτου̃ ἀποθανει̃ται καὶ τὸ αἱ̃μα αὐτου̃ ἐκ χειρός σου ἐκζητήσω |
19 καὶ σὺ ἐὰν διαστείλη̨ τω̨̃ ἀνόμω̨ καὶ μὴ ἀποστρέψη̨ ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ καὶ τη̃ς ὁδου̃ αὐτου̃ ὁ ἄνομος ἐκει̃νος ἐν τη̨̃ ἀδικία̨ αὐτου̃ ἀποθανει̃ται καὶ σὺ τὴν ψυχήν σου ῥύση̨ |
20 καὶ ἐν τω̨̃ ἀποστρέφειν δίκαιον ἀπὸ τω̃ν δικαιοσυνω̃ν αὐτου̃ καὶ ποιήση̨ παράπτωμα καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτου̃ αὐτὸς ἀποθανει̃ται ὅτι οὐ διεστείλω αὐτω̨̃ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ἀποθανει̃ται διότι οὐ μὴ μνησθω̃σιν αἱ δικαιοσύναι αὐτου̃ ἃς ἐποίησεν καὶ τὸ αἱ̃μα αὐτου̃ ἐκ τη̃ς χειρός σου ἐκζητήσω |
21 σὺ δὲ ἐὰν διαστείλη̨ τω̨̃ δικαίω̨ του̃ μὴ ἁμαρτει̃ν καὶ αὐτὸς μὴ ἁμάρτη̨ ὁ δίκαιος ζωη̨̃ ζήσεται ὅτι διεστείλω αὐτω̨̃ καὶ σὺ τὴν σεαυτου̃ ψυχὴν ῥύση̨ |