1 καὶ ἀνέλαβέν με πνευ̃μα καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην του̃ οἴκου κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς καὶ ἰδοὺ ἐπὶ τω̃ν προθύρων τη̃ς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες καὶ εἰ̃δον ἐν μέσω̨ αὐτω̃ν τὸν Ιεζονιαν τὸν του̃ Εζερ καὶ Φαλτιαν τὸν του̃ Βαναιου τοὺς ἀφηγουμένους του̃ λαου̃ |
2 καὶ εἰ̃πεν κύριος πρός με υἱὲ ἀνθρώπου οὑ̃τοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τη̨̃ πόλει ταύτη̨ |
3 οἱ λέγοντες οὐχὶ προσφάτως ὠ̨κοδόμηνται αἱ οἰκίαι αὕτη ἐστὶν ὁ λέβης ἡμει̃ς δὲ τὰ κρέα |
4 διὰ του̃το προφήτευσον ἐπ' αὐτούς προφήτευσον υἱὲ ἀνθρώπου |
5 καὶ ἔπεσεν ἐπ' ἐμὲ πνευ̃μα κυρίου καὶ εἰ̃πεν πρός με λέγε τάδε λέγει κύριος οὕτως εἴπατε οἰ̃κος Ισραηλ καὶ τὰ διαβούλια του̃ πνεύματος ὑμω̃ν ἐγὼ ἐπίσταμαι |
6 ἐπληθύνατε νεκροὺς ὑμω̃ν ἐν τη̨̃ πόλει ταύτη̨ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτη̃ς τραυματιω̃ν |
7 διὰ του̃το τάδε λέγει κύριος τοὺς νεκροὺς ὑμω̃ν οὓς ἐπατάξατε ἐν μέσω̨ αὐτη̃ς οὑ̃τοί εἰσιν τὰ κρέα αὐτὴ δὲ ὁ λέβης ἐστίν καὶ ὑμα̃ς ἐξάξω ἐκ μέσου αὐτη̃ς |
8 ῥομφαίαν φοβει̃σθε καὶ ῥομφαίαν ἐπάξω ἐφ' ὑμα̃ς λέγει κύριος |
9 καὶ ἐξάξω ὑμα̃ς ἐκ μέσου αὐτη̃ς καὶ παραδώσω ὑμα̃ς εἰς χει̃ρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμι̃ν κρίματα |
10 ἐν ῥομφαία̨ πεσει̃σθε ἐπὶ τω̃ν ὁρίων του̃ Ισραηλ κρινω̃ ὑμα̃ς καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος |
11 αὐτὴ ὑμι̃ν οὐκ ἔσται εἰς λέβητα καὶ ὑμει̃ς οὐ μὴ γένησθε ἐν μέσω̨ αὐτη̃ς εἰς κρέα ἐπὶ τω̃ν ὁρίων του̃ Ισραηλ κρινω̃ ὑμα̃ς |
12 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος |
13 καὶ ἐγένετο ἐν τω̨̃ προφητεύειν με καὶ Φαλτιας ὁ του̃ Βαναιου ἀπέθανεν καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνη̨̃ μεγάλη̨ καὶ εἰ̃πα οἴμμοι οἴμμοι κύριε εἰς συντέλειαν σὺ ποιει̃ς τοὺς καταλοίπους του̃ Ισραηλ |
14 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
15 υἱὲ ἀνθρώπου οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τη̃ς αἰχμαλωσίας σου καὶ πα̃ς ὁ οἰ̃κος του̃ Ισραηλ συντετέλεσται οἱ̃ς εἰ̃παν αὐτοι̃ς οἱ κατοικου̃ντες Ιερουσαλημ μακρὰν ἀπέχετε ἀπὸ του̃ κυρίου ἡμι̃ν δέδοται ἡ γη̃ εἰς κληρονομίαν |
16 διὰ του̃το εἰπόν τάδε λέγει κύριος ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιω̃ αὐτοὺς εἰς πα̃σαν τὴν γη̃ν καὶ ἔσομαι αὐτοι̃ς εἰς ἁγίασμα μικρὸν ἐν ται̃ς χώραις οὑ̃ ἂν εἰσέλθωσιν ἐκει̃ |
17 διὰ του̃το εἰπόν τάδε λέγει κύριος καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τω̃ν ἐθνω̃ν καὶ συνάξω αὐτοὺς ἐκ τω̃ν χωρω̃ν οὑ̃ διέσπειρα αὐτοὺς ἐν αὐται̃ς καὶ δώσω αὐτοι̃ς τὴν γη̃ν του̃ Ισραηλ |
18 καὶ εἰσελεύσονται ἐκει̃ καὶ ἐξαρου̃σιν πάντα τὰ βδελύγματα αὐτη̃ς καὶ πάσας τὰς ἀνομίας αὐτη̃ς ἐξ αὐτη̃ς |
19 καὶ δώσω αὐτοι̃ς καρδίαν ἑτέραν καὶ πνευ̃μα καινὸν δώσω ἐν αὐτοι̃ς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τη̃ς σαρκὸς αὐτω̃ν καὶ δώσω αὐτοι̃ς καρδίαν σαρκίνην |
20 ὅπως ἐν τοι̃ς προστάγμασίν μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιω̃σιν αὐτά καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεόν |
21 καὶ εἰς τὴν καρδίαν τω̃ν βδελυγμάτων αὐτω̃ν καὶ τω̃ν ἀνομιω̃ν αὐτω̃ν ὡς ἡ καρδία αὐτω̃ν ἐπορεύετο τὰς ὁδοὺς αὐτω̃ν εἰς κεφαλὰς αὐτω̃ν δέδωκα λέγει κύριος |
22 καὶ ἐξη̃ραν τὰ χερουβιν τὰς πτέρυγας αὐτω̃ν καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτω̃ν καὶ ἡ δόξα θεου̃ Ισραηλ ἐπ' αὐτὰ ὑπεράνω αὐτω̃ν |
23 καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσης τη̃ς πόλεως καὶ ἔστη ἐπὶ του̃ ὄρους ὃ ἠ̃ν ἀπέναντι τη̃ς πόλεως |
24 καὶ ἀνέλαβέν με πνευ̃μα καὶ ἤγαγέν με εἰς γη̃ν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι θεου̃ καὶ ἀνέβην ἀπὸ τη̃ς ὁράσεως ἡ̃ς εἰ̃δον |
25 καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους του̃ κυρίου οὓς ἔδειξέν μοι |