ΕΞΟΔΟΣ,
κεφαλίς 3,
στἰχοι 13-15
13 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς τὸν θεόν ἰδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐρω̃ πρὸς αὐτούς ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν ἀπέσταλκέν με πρὸς ὑμα̃ς ἐρωτήσουσίν με τί ὄνομα αὐτω̨̃ τί ἐρω̃ πρὸς αὐτούς |
14 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Μωυση̃ν ἐγώ εἰμι ὁ ὤν καὶ εἰ̃πεν οὕτως ἐρει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ὁ ὢν ἀπέσταλκέν με πρὸς ὑμα̃ς |
15 καὶ εἰ̃πεν ὁ θεὸς πάλιν πρὸς Μωυση̃ν οὕτως ἐρει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ ἀπέσταλκέν με πρὸς ὑμα̃ς του̃τό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεω̃ν γενεαι̃ς |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.