Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 36

1 καὶ ἐποίησεν Βεσελεηλ καὶ Ελιαβ καὶ πα̃ς σοφὸς τη̨̃ διανοία̨ ὡ̨̃ ἐδόθη σοφία καὶ ἐπιστήμη ἐν αὐτοι̃ς συνιέναι ποιει̃ν πάντα τὰ ἔργα κατὰ τὰ ἅγια καθήκοντα κατὰ πάντα ὅσα συνέταξεν κύριος
2 καὶ ἐκάλεσεν Μωυση̃ς Βεσελεηλ καὶ Ελιαβ καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν ὡ̨̃ ἔδωκεν ὁ θεὸς ἐπιστήμην ἐν τη̨̃ καρδία̨ καὶ πάντας τοὺς ἑκουσίως βουλομένους προσπορεύεσθαι πρὸς τὰ ἔργα ὥστε συντελει̃ν αὐτά
3 καὶ ἔλαβον παρὰ Μωυση̃ πάντα τὰ ἀφαιρέματα ἃ ἤνεγκαν οἱ υἱοὶ Ισραηλ εἰς πάντα τὰ ἔργα του̃ ἁγίου ποιει̃ν αὐτά καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσφερόμενα παρὰ τω̃ν φερόντων τὸ πρωὶ πρωί
4 καὶ παρεγίνοντο πάντες οἱ σοφοὶ οἱ ποιου̃ντες τὰ ἔργα του̃ ἁγίου ἕκαστος κατὰ τὸ αὐτου̃ ἔργον ὃ αὐτοὶ ἠργάζοντο
5 καὶ εἰ̃παν πρὸς Μωυση̃ν ὅτι πλη̃θος φέρει ὁ λαὸς παρὰ τὰ ἔργα ὅσα συνέταξεν κύριος ποιη̃σαι
6 καὶ προσέταξεν Μωυση̃ς καὶ ἐκήρυξεν ἐν τη̨̃ παρεμβολη̨̃ λέγων ἀνὴρ καὶ γυνὴ μηκέτι ἐργαζέσθωσαν εἰς τὰς ἀπαρχὰς του̃ ἁγίου καὶ ἐκωλύθη ὁ λαὸς ἔτι προσφέρειν
7 καὶ τὰ ἔργα ἠ̃ν αὐτοι̃ς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιη̃σαι καὶ προσκατέλιπον
8 καὶ ἐποίησεν πα̃ς σοφὸς ἐν τοι̃ς ἐργαζομένοις τὰς στολὰς τω̃ν ἁγίων αἵ εἰσιν Ααρων τω̨̃ ἱερει̃ καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
9 καὶ ἐποίησαν τὴν ἐπωμίδα ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης
10 καὶ ἐτμήθη τὰ πέταλα του̃ χρυσίου τρίχες ὥστε συνυφα̃ναι σὺν τη̨̃ ὑακίνθω̨ καὶ τη̨̃ πορφύρα̨ καὶ σὺν τω̨̃ κοκκίνω̨ τω̨̃ διανενησμένω̨ καὶ σὺν τη̨̃ βύσσω̨ τη̨̃ κεκλωσμένη̨ ἔργον ὑφαντόν
11 ἐποίησαν αὐτὸ ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τω̃ν μερω̃ν
12 ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθ' ἑαυτὸ ἐξ αὐτου̃ ἐποίησαν κατὰ τὴν αὐτου̃ ποίησιν ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
13 καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τη̃ς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίω̨ γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐκκόλαμμα σφραγι̃δος ἐκ τω̃ν ὀνομάτων τω̃ν υἱω̃ν Ισραηλ
14 καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τη̃ς ἐπωμίδος λίθους μνημοσύνου τω̃ν υἱω̃ν Ισραηλ καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
15 καὶ ἐποίησαν λογει̃ον ἔργον ὑφαντὸν ποικιλία̨ κατὰ τὸ ἔργον τη̃ς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης
16 τετράγωνον διπλου̃ν ἐποίησαν τὸ λογει̃ον σπιθαμη̃ς τὸ μη̃κος καὶ σπιθαμη̃ς τὸ εὐ̃ρος διπλου̃ν
17 καὶ συνυφάνθη ἐν αὐτω̨̃ ὕφασμα κατάλιθον τετράστιχον στίχος λίθων σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἱ̃ς
18 καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις
19 καὶ ὁ στίχος ὁ τρίτος λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος
20 καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκυκλωμένα χρυσίω̨ καὶ συνδεδεμένα χρυσίω̨
21 καὶ οἱ λίθοι ἠ̃σαν ἐκ τω̃ν ὀνομάτων τω̃ν υἱω̃ν Ισραηλ δώδεκα ἐκ τω̃ν ὀνομάτων αὐτω̃ν ἐγγεγραμμένα εἰς σφραγι̃δας ἕκαστος ἐκ του̃ ἑαυτου̃ ὀνόματος εἰς τὰς δώδεκα φυλάς
22 καὶ ἐποίησαν ἐπὶ τὸ λογει̃ον κροσσοὺς συμπεπλεγμένους ἔργον ἐμπλοκίου ἐκ χρυσίου καθαρου̃
23 καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσα̃ς καὶ δύο δακτυλίους χρυσου̃ς καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσου̃ς ἐπ' ἀμφοτέρας τὰς ἀρχὰς του̃ λογείου
24 καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπ' ἀμφοτέρων τω̃ν μερω̃ν του̃ λογείου
25 καὶ εἰς τὰς δύο συμβολὰς τὰ δύο ἐμπλόκια καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τη̃ς ἐπωμίδος ἐξ ἐναντίας κατὰ πρόσωπον
26 καὶ ἐποίησαν δύο δακτυλίους χρυσου̃ς καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπ' ἄκρου του̃ λογείου ἐπὶ τὸ ἄκρον του̃ ὀπισθίου τη̃ς ἐπωμίδος ἔσωθεν
27 καὶ ἐποίησαν δύο δακτυλίους χρυσου̃ς καὶ ἐπέθηκαν ἐπ' ἀμφοτέρους τοὺς ὤμους τη̃ς ἐπωμίδος κάτωθεν αὐτου̃ κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωθεν τη̃ς συνυφη̃ς τη̃ς ἐπωμίδος
28 καὶ συνέσφιγξεν τὸ λογει̃ον ἀπὸ τω̃ν δακτυλίων τω̃ν ἐπ' αὐτου̃ εἰς τοὺς δακτυλίους τη̃ς ἐπωμίδος συνεχομένους ἐκ τη̃ς ὑακίνθου συμπεπλεγμένους εἰς τὸ ὕφασμα τη̃ς ἐπωμίδος ἵνα μὴ χαλα̃ται τὸ λογει̃ον ἀπὸ τη̃ς ἐπωμίδος καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
29 καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα ἔργον ὑφαντὸν ὅλον ὑακίνθινον
30 τὸ δὲ περιστόμιον του̃ ὑποδύτου ἐν τω̨̃ μέσω̨ διυφασμένον συμπλεκτόν ὤ̨αν ἔχον κύκλω̨ τὸ περιστόμιον ἀδιάλυτον
31 καὶ ἐποίησαν ἐπὶ του̃ λώματος του̃ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης
32 καὶ ἐποίησαν κώδωνας χρυσου̃ς καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λω̃μα του̃ ὑποδύτου κύκλω̨ ἀνὰ μέσον τω̃ν ῥοίσκων
33 κώδων χρυσου̃ς καὶ ῥοίσκος ἐπὶ του̃ λώματος του̃ ὑποδύτου κύκλω̨ εἰς τὸ λειτουργει̃ν καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
34 καὶ ἐποίησαν χιτω̃νας βυσσίνους ἔργον ὑφαντὸν Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃
35 καὶ τὰς κιδάρεις ἐκ βύσσου καὶ τὴν μίτραν ἐκ βύσσου καὶ τὰ περισκελη̃ ἐκ βύσσου κεκλωσμένης
36 καὶ τὰς ζώνας αὐτω̃ν ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου ἔργον ποικιλτου̃ ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
37 καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσου̃ν ἀφόρισμα του̃ ἁγίου χρυσίου καθαρου̃ καὶ ἔγραψεν ἐπ' αὐτου̃ γράμματα ἐκτετυπωμένα σφραγι̃δος ἁγίασμα κυρίω̨
38 καὶ ἐπέθηκαν ἐπ' αὐτὸ λω̃μα ὑακίνθινον ὥστε ἐπικει̃σθαι ἐπὶ τὴν μίτραν ἄνωθεν ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.