6 καὶ παρη̃λθεν κύριος πρὸ προσώπου αὐτου̃ καὶ ἐκάλεσεν κύριος ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς |
7 καὶ δικαιοσύνην διατηρω̃ν καὶ ποιω̃ν ἔλεος εἰς χιλιάδας ἀφαιρω̃ν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ οὐ καθαριει̃ τὸν ἔνοχον ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν |
8 καὶ σπεύσας Μωυση̃ς κύψας ἐπὶ τὴν γη̃ν προσεκύνησεν |
9 καὶ εἰ̃πεν εἰ εὕρηκα χάριν ἐνώπιόν σου συμπορευθήτω ὁ κύριός μου μεθ' ἡμω̃ν ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστιν καὶ ἀφελει̃ς σὺ τὰς ἁμαρτίας ἡμω̃ν καὶ τὰς ἀνομίας ἡμω̃ν καὶ ἐσόμεθα σοί |