1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν πορεύου ἀνάβηθι ἐντευ̃θεν σὺ καὶ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου εἰς τὴν γη̃ν ἣν ὤμοσα τω̨̃ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων τω̨̃ σπέρματι ὑμω̃ν δώσω αὐτήν |
2 καὶ συναποστελω̃ τὸν ἄγγελόν μου πρὸ προσώπου σου καὶ ἐκβαλει̃ τὸν Αμορραι̃ον καὶ Χετται̃ον καὶ Φερεζαι̃ον καὶ Γεργεσαι̃ον καὶ Ευαι̃ον καὶ Ιεβουσαι̃ον |
3 καὶ εἰσάξω σε εἰς γη̃ν ῥέουσαν γάλα καὶ μέλι οὐ γὰρ μὴ συναναβω̃ μετὰ σου̃ διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἰ̃ναι ἵνα μὴ ἐξαναλώσω σε ἐν τη̨̃ ὁδω̨̃ |
4 καὶ ἀκούσας ὁ λαὸς τὸ ῥη̃μα τὸ πονηρὸν του̃το κατεπένθησαν ἐν πενθικοι̃ς |
5 καὶ εἰ̃πεν κύριος τοι̃ς υἱοι̃ς Ισραηλ ὑμει̃ς λαὸς σκληροτράχηλος ὁρα̃τε μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφ' ὑμα̃ς καὶ ἐξαναλώσω ὑμα̃ς νυ̃ν οὐ̃ν ἀφέλεσθε τὰς στολὰς τω̃ν δοξω̃ν ὑμω̃ν καὶ τὸν κόσμον καὶ δείξω σοι ἃ ποιήσω σοι |
6 καὶ περιείλαντο οἱ υἱοὶ Ισραηλ τὸν κόσμον αὐτω̃ν καὶ τὴν περιστολὴν ἀπὸ του̃ ὄρους του̃ Χωρηβ |
7 καὶ λαβὼν Μωυση̃ς τὴν σκηνὴν αὐτου̃ ἔπηξεν ἔξω τη̃ς παρεμβολη̃ς μακρὰν ἀπὸ τη̃ς παρεμβολη̃ς καὶ ἐκλήθη σκηνὴ μαρτυρίου καὶ ἐγένετο πα̃ς ὁ ζητω̃ν κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν ἔξω τη̃ς παρεμβολη̃ς |
8 ἡνίκα δ' ἂν εἰσεπορεύετο Μωυση̃ς εἰς τὴν σκηνὴν ἔξω τη̃ς παρεμβολη̃ς εἱστήκει πα̃ς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς αὐτου̃ καὶ κατενοου̃σαν ἀπιόντος Μωυση̃ ἕως του̃ εἰσελθει̃ν αὐτὸν εἰς τὴν σκηνήν |
9 ὡς δ' ἂν εἰση̃λθεν Μωυση̃ς εἰς τὴν σκηνήν κατέβαινεν ὁ στυ̃λος τη̃ς νεφέλης καὶ ἵστατο ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς καὶ ἐλάλει Μωυση̨̃ |
10 καὶ ἑώρα πα̃ς ὁ λαὸς τὸν στυ̃λον τη̃ς νεφέλης ἑστω̃τα ἐπὶ τη̃ς θύρας τη̃ς σκηνη̃ς καὶ στάντες πα̃ς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τη̃ς θύρας τη̃ς σκηνη̃ς αὐτου̃ |
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐνώπιος ἐνωπίω̨ ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτου̃ φίλον καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν ὁ δὲ θεράπων 'Ιησου̃ς υἱὸς Ναυη νέος οὐκ ἐξεπορεύετο ἐκ τη̃ς σκηνη̃ς |
12 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς κύριον ἰδοὺ σύ μοι λέγεις ἀνάγαγε τὸν λαὸν του̃τον σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποστελει̃ς μετ' ἐμου̃ σὺ δέ μοι εἰ̃πας οἰ̃δά σε παρὰ πάντας καὶ χάριν ἔχεις παρ' ἐμοί |
13 εἰ οὐ̃ν εὕρηκα χάριν ἐναντίον σου ἐμφάνισόν μοι σεαυτόν γνωστω̃ς ἴδω σε ὅπως ἂν ὠ̃ εὑρηκὼς χάριν ἐναντίον σου καὶ ἵνα γνω̃ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα του̃το |
14 καὶ λέγει αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε |
15 καὶ λέγει πρὸς αὐτόν εἰ μὴ αὐτὸς σὺ πορεύη̨ μή με ἀναγάγη̨ς ἐντευ̃θεν |
16 καὶ πω̃ς γνωστὸν ἔσται ἀληθω̃ς ὅτι εὕρηκα χάριν παρὰ σοί ἐγώ τε καὶ ὁ λαός σου ἀλλ' ἢ συμπορευομένου σου μεθ' ἡμω̃ν καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ τη̃ς γη̃ς ἐστιν |
17 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ του̃τόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω εὕρηκας γὰρ χάριν ἐνώπιόν μου καὶ οἰ̃δά σε παρὰ πάντας |
18 καὶ λέγει δει̃ξόν μοι τὴν σεαυτου̃ δόξαν |
19 καὶ εἰ̃πεν ἐγὼ παρελεύσομαι πρότερός σου τη̨̃ δόξη̨ μου καὶ καλέσω ἐπὶ τω̨̃ ὀνόματί μου κύριος ἐναντίον σου καὶ ἐλεήσω ὃν ἂν ἐλεω̃ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω |
20 καὶ εἰ̃πεν οὐ δυνήση̨ ἰδει̃ν μου τὸ πρόσωπον οὐ γὰρ μὴ ἴδη̨ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται |
21 καὶ εἰ̃πεν κύριος ἰδοὺ τόπος παρ' ἐμοί στήση̨ ἐπὶ τη̃ς πέτρας |
22 ἡνίκα δ' ἂν παρέλθη̨ μου ἡ δόξα καὶ θήσω σε εἰς ὀπὴν τη̃ς πέτρας καὶ σκεπάσω τη̨̃ χειρί μου ἐπὶ σέ ἕως ἂν παρέλθω |
23 καὶ ἀφελω̃ τὴν χει̃ρα καὶ τότε ὄψη̨ τὰ ὀπίσω μου τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι |