Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 28

καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτου̃ ἐκ τω̃ν υἱω̃ν Ισραηλ ἱερατεύειν μοι Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ υἱοὺς Ααρων
καὶ ποιήσεις στολὴν ἁγίαν Ααρων τω̨̃ ἀδελφω̨̃ σου εἰς τιμὴν καὶ δόξαν
καὶ σὺ λάλησον πα̃σι τοι̃ς σοφοι̃ς τη̨̃ διανοία̨ οὓς ἐνέπλησα πνεύματος αἰσθήσεως καὶ ποιήσουσιν τὴν στολὴν τὴν ἁγίαν Ααρων εἰς τὸ ἅγιον ἐν ἡ̨̃ ἱερατεύσει μοι
καὶ αὑ̃ται αἱ στολαί ἃς ποιήσουσιν τὸ περιστήθιον καὶ τὴν ἐπωμίδα καὶ τὸν ποδήρη καὶ χιτω̃να κοσυμβωτὸν καὶ κίδαριν καὶ ζώνην καὶ ποιήσουσιν στολὰς ἁγίας Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ εἰς τὸ ἱερατεύειν μοι
καὶ αὐτοὶ λήμψονται τὸ χρυσίον καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον
καὶ ποιήσουσιν τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης ἔργον ὑφαντὸν ποικιλτου̃
δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτω̨̃ ἑτέρα τὴν ἑτέραν ἐπὶ τοι̃ς δυσὶ μέρεσιν ἐξηρτημέναι
καὶ τὸ ὕφασμα τω̃ν ἐπωμίδων ὅ ἐστιν ἐπ' αὐτω̨̃ κατὰ τὴν ποίησιν ἐξ αὐτου̃ ἔσται ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης
καὶ λήμψη̨ τοὺς δύο λίθους λίθους σμαράγδου καὶ γλύψεις ἐν αὐτοι̃ς τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισραηλ
10 ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτω̃ν
11 ἔργον λιθουργικη̃ς τέχνης γλύμμα σφραγι̃δος διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοι̃ς ὀνόμασιν τω̃ν υἱω̃ν Ισραηλ
12 καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τω̃ν ὤμων τη̃ς ἐπωμίδος λίθοι μνημοσύνου εἰσὶν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἀναλήμψεται Ααρων τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισραηλ ἔναντι κυρίου ἐπὶ τω̃ν δύο ὤμων αὐτου̃ μνημόσυνον περὶ αὐτω̃ν
13 καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαρου̃
14 καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαρου̃ καταμεμιγμένα ἐν ἄνθεσιν ἔργον πλοκη̃ς καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας κατὰ τὰς παρωμίδας αὐτω̃ν ἐκ τω̃ν ἐμπροσθίων
15 καὶ ποιήσεις λογει̃ον τω̃ν κρίσεων ἔργον ποικιλτου̃ κατὰ τὸν ῥυθμὸν τη̃ς ἐπωμίδος ποιήσεις αὐτό ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης ποιήσεις αὐτό
16 τετράγωνον ἔσται διπλου̃ν σπιθαμη̃ς τὸ μη̃κος καὶ σπιθαμη̃ς τὸ εὐ̃ρος
17 καὶ καθυφανει̃ς ἐν αὐτω̨̃ ὕφασμα κατάλιθον τετράστιχον στίχος λίθων ἔσται σάρδιον τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἱ̃ς
18 καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις
19 καὶ ὁ στίχος ὁ τρίτος λιγύριον ἀχάτης καὶ ἀμέθυστος
20 καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκαλυμμένα χρυσίω̨ συνδεδεμένα ἐν χρυσίω̨ ἔστωσαν κατὰ στίχον αὐτω̃ν
21 καὶ οἱ λίθοι ἔστωσαν ἐκ τω̃ν ὀνομάτων τω̃ν υἱω̃ν Ισραηλ δέκα δύο κατὰ τὰ ὀνόματα αὐτω̃ν γλυφαὶ σφραγίδων ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δέκα δύο φυλάς
22 καὶ ποιήσεις ἐπὶ τὸ λογει̃ον κροσσοὺς συμπεπλεγμένους ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαρου̃
23 ...
24 ...
25 ...
26 ...
27 ...
28 ...
29 καὶ λήμψεται Ααρων τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισραηλ ἐπὶ του̃ λογείου τη̃ς κρίσεως ἐπὶ του̃ στήθους εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἔναντι του̃ θεου̃
30 καὶ ἐπιθήσεις ἐπὶ τὸ λογει̃ον τη̃ς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν καὶ ἔσται ἐπὶ του̃ στήθους Ααρων ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ οἴσει Ααρων τὰς κρίσεις τω̃ν υἱω̃ν Ισραηλ ἐπὶ του̃ στήθους ἐναντίον κυρίου διὰ παντός
31 καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον
32 καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτου̃ μέσον ὤ̨αν ἔχον κύκλω̨ του̃ περιστομίου ἔργον ὑφάντου τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτου̃ ἵνα μὴ ῥαγη̨̃
33 καὶ ποιήσεις ἐπὶ τὸ λω̃μα του̃ ὑποδύτου κάτωθεν ὡσεὶ ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης ἐπὶ του̃ λώματος του̃ ὑποδύτου κύκλω̨ τὸ αὐτὸ δὲ εἰ̃δος ῥοίσκους χρυσου̃ς καὶ κώδωνας ἀνὰ μέσον τούτων περικύκλω̨
34 παρὰ ῥοίσκον χρυσου̃ν κώδωνα καὶ ἄνθινον ἐπὶ του̃ λώματος του̃ ὑποδύτου κύκλω̨
35 καὶ ἔσται Ααρων ἐν τω̨̃ λειτουργει̃ν ἀκουστὴ ἡ φωνὴ αὐτου̃ εἰσιόντι εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ ἐξιόντι ἵνα μὴ ἀποθάνη̨
36 καὶ ποιήσεις πέταλον χρυσου̃ν καθαρὸν καὶ ἐκτυπώσεις ἐν αὐτω̨̃ ἐκτύπωμα σφραγι̃δος ἁγίασμα κυρίου
37 καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης καὶ ἔσται ἐπὶ τη̃ς μίτρας κατὰ πρόσωπον τη̃ς μίτρας ἔσται
38 καὶ ἔσται ἐπὶ του̃ μετώπου Ααρων καὶ ἐξαρει̃ Ααρων τὰ ἁμαρτήματα τω̃ν ἁγίων ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ισραηλ παντὸς δόματος τω̃ν ἁγίων αὐτω̃ν καὶ ἔσται ἐπὶ του̃ μετώπου Ααρων διὰ παντός δεκτὸν αὐτοι̃ς ἔναντι κυρίου
39 καὶ οἱ κόσυμβοι τω̃ν χιτώνων ἐκ βύσσου καὶ ποιήσεις κίδαριν βυσσίνην καὶ ζώνην ποιήσεις ἔργον ποικιλτου̃
40 καὶ τοι̃ς υἱοι̃ς Ααρων ποιήσεις χιτω̃νας καὶ ζώνας καὶ κιδάρεις ποιήσεις αὐτοι̃ς εἰς τιμὴν καὶ δόξαν
41 καὶ ἐνδύσεις αὐτὰ Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτου̃ μετ' αὐτου̃ καὶ χρίσεις αὐτοὺς καὶ ἐμπλήσεις αὐτω̃ν τὰς χει̃ρας καὶ ἁγιάσεις αὐτούς ἵνα ἱερατεύωσίν μοι
42 καὶ ποιήσεις αὐτοι̃ς περισκελη̃ λινα̃ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτω̃ν ἀπὸ ὀσφύος ἕως μηρω̃ν ἔσται
43 καὶ ἕξει Ααρων αὐτὰ καὶ οἱ υἱοὶ αὐτου̃ ὡς ἂν εἰσπορεύωνται εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ἢ ὅταν προσπορεύωνται λειτουργει̃ν πρὸς τὸ θυσιαστήριον του̃ ἁγίου καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν ἵνα μὴ ἀποθάνωσιν νόμιμον αἰώνιον αὐτω̨̃ καὶ τω̨̃ σπέρματι αὐτου̃ μετ' αὐτόν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.