Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 25

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
εἰπὸν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ λάβετέ μοι ἀπαρχὰς παρὰ πάντων οἱ̃ς ἂν δόξη̨ τη̨̃ καρδία̨ καὶ λήμψεσθε τὰς ἀπαρχάς μου
καὶ αὕτη ἐστὶν ἡ ἀπαρχή ἣν λήμψεσθε παρ' αὐτω̃ν χρυσίον καὶ ἀργύριον καὶ χαλκὸν
καὶ ὑάκινθον καὶ πορφύραν καὶ κόκκινον διπλου̃ν καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας
καὶ δέρματα κριω̃ν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα
...
καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη
καὶ ποιήσεις μοι ἁγίασμα καὶ ὀφθήσομαι ἐν ὑμι̃ν
καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα ἐγώ σοι δεικνύω ἐν τω̨̃ ὄρει τὸ παράδειγμα τη̃ς σκηνη̃ς καὶ τὸ παράδειγμα πάντων τω̃ν σκευω̃ν αὐτη̃ς οὕτω ποιήσεις
10 καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσήπτων δύο πήχεων καὶ ἡμίσους τὸ μη̃κος καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεος καὶ ἡμίσους τὸ ὕψος
11 καὶ καταχρυσώσεις αὐτὴν χρυσίω̨ καθαρω̨̃ ἔξωθεν καὶ ἔσωθεν χρυσώσεις αὐτήν καὶ ποιήσεις αὐτη̨̃ κυμάτια στρεπτὰ χρυσα̃ κύκλω̨
12 καὶ ἐλάσεις αὐτη̨̃ τέσσαρας δακτυλίους χρυσου̃ς καὶ ἐπιθήσεις ἐπὶ τὰ τέσσαρα κλίτη δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ δεύτερον
13 ποιήσεις δὲ ἀναφορει̃ς ξύλα ἄσηπτα καὶ καταχρυσώσεις αὐτὰ χρυσίω̨
14 καὶ εἰσάξεις τοὺς ἀναφορει̃ς εἰς τοὺς δακτυλίους τοὺς ἐν τοι̃ς κλίτεσι τη̃ς κιβωτου̃ αἴρειν τὴν κιβωτὸν ἐν αὐτοι̃ς
15 ἐν τοι̃ς δακτυλίοις τη̃ς κιβωτου̃ ἔσονται οἱ ἀναφορει̃ς ἀκίνητοι
16 καὶ ἐμβαλει̃ς εἰς τὴν κιβωτὸν τὰ μαρτύρια ἃ ἂν δω̃ σοι
17 καὶ ποιήσεις ἱλαστήριον ἐπίθεμα χρυσίου καθαρου̃ δύο πήχεων καὶ ἡμίσους τὸ μη̃κος καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος
18 καὶ ποιήσεις δύο χερουβιμ χρυσα̃ τορευτὰ καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τω̃ν κλιτω̃ν του̃ ἱλαστηρίου
19 ποιηθήσονται χερουβ εἱ̃ς ἐκ του̃ κλίτους τούτου καὶ χερουβ εἱ̃ς ἐκ του̃ κλίτους του̃ δευτέρου του̃ ἱλαστηρίου καὶ ποιήσεις τοὺς δύο χερουβιμ ἐπὶ τὰ δύο κλίτη
20 ἔσονται οἱ χερουβιμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν συσκιάζοντες ται̃ς πτέρυξιν αὐτω̃ν ἐπὶ του̃ ἱλαστηρίου καὶ τὰ πρόσωπα αὐτω̃ν εἰς ἄλληλα εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τω̃ν χερουβιμ
21 καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν καὶ εἰς τὴν κιβωτὸν ἐμβαλει̃ς τὰ μαρτύρια ἃ ἂν δω̃ σοι
22 καὶ γνωσθήσομαί σοι ἐκει̃θεν καὶ λαλήσω σοι ἄνωθεν του̃ ἱλαστηρίου ἀνὰ μέσον τω̃ν δύο χερουβιμ τω̃ν ὄντων ἐπὶ τη̃ς κιβωτου̃ του̃ μαρτυρίου καὶ κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ισραηλ
23 καὶ ποιήσεις τράπεζαν χρυσίου καθαρου̃ δύο πήχεων τὸ μη̃κος καὶ πήχεος τὸ εὐ̃ρος καὶ πήχεος καὶ ἡμίσους τὸ ὕψος
24 καὶ ποιήσεις αὐτη̨̃ στρεπτὰ κυμάτια χρυσα̃ κύκλω̨
25 καὶ ποιήσεις αὐτη̨̃ στεφάνην παλαιστου̃ κύκλω̨ καὶ ποιήσεις στρεπτὸν κυμάτιον τη̨̃ στεφάνη̨ κύκλω̨
26 καὶ ποιήσεις τέσσαρας δακτυλίους χρυσου̃ς καὶ ἐπιθήσεις τοὺς δακτυλίους ἐπὶ τὰ τέσσαρα μέρη τω̃ν ποδω̃ν αὐτη̃ς
27 ὑπὸ τὴν στεφάνην καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοι̃ς ἀναφορευ̃σιν ὥστε αἴρειν ἐν αὐτοι̃ς τὴν τράπεζαν
28 καὶ ποιήσεις τοὺς ἀναφορει̃ς ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτοὺς χρυσίω̨ καθαρω̨̃ καὶ ἀρθήσεται ἐν αὐτοι̃ς ἡ τράπεζα
29 καὶ ποιήσεις τὰ τρυβλία αὐτη̃ς καὶ τὰς θυίσκας καὶ τὰ σπονδει̃α καὶ τοὺς κυάθους ἐν οἱ̃ς σπείσεις ἐν αὐτοι̃ς χρυσίου καθαρου̃ ποιήσεις αὐτά
30 καὶ ἐπιθήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διὰ παντός
31 καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαρου̃ τορευτὴν ποιήσεις τὴν λυχνίαν ὁ καυλὸς αὐτη̃ς καὶ οἱ καλαμίσκοι καὶ οἱ κρατη̃ρες καὶ οἱ σφαιρωτη̃ρες καὶ τὰ κρίνα ἐξ αὐτη̃ς ἔσται
32 ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων τρει̃ς καλαμίσκοι τη̃ς λυχνίας ἐκ του̃ κλίτους αὐτη̃ς του̃ ἑνὸς καὶ τρει̃ς καλαμίσκοι τη̃ς λυχνίας ἐκ του̃ κλίτους του̃ δευτέρου
33 καὶ τρει̃ς κρατη̃ρες ἐκτετυπωμένοι καρυίσκους ἐν τω̨̃ ἑνὶ καλαμίσκω̨ σφαιρωτὴρ καὶ κρίνον οὕτως τοι̃ς ἓξ καλαμίσκοις τοι̃ς ἐκπορευομένοις ἐκ τη̃ς λυχνίας
34 καὶ ἐν τη̨̃ λυχνία̨ τέσσαρες κρατη̃ρες ἐκτετυπωμένοι καρυίσκους ἐν τω̨̃ ἑνὶ καλαμίσκω̨ οἱ σφαιρωτη̃ρες καὶ τὰ κρίνα αὐτη̃ς
35 ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτη̃ς καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαμίσκους ἐξ αὐτη̃ς οὕτως τοι̃ς ἓξ καλαμίσκοις τοι̃ς ἐκπορευομένοις ἐκ τη̃ς λυχνίας
36 οἱ σφαιρωτη̃ρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτη̃ς ἔστωσαν ὅλη τορευτὴ ἐξ ἑνὸς χρυσίου καθαρου̃
37 καὶ ποιήσεις τοὺς λύχνους αὐτη̃ς ἑπτά καὶ ἐπιθήσεις τοὺς λύχνους καὶ φανου̃σιν ἐκ του̃ ἑνὸς προσώπου
38 καὶ τὸν ἐπαρυστη̃ρα αὐτη̃ς καὶ τὰ ὑποθέματα αὐτη̃ς ἐκ χρυσίου καθαρου̃ ποιήσεις
39 πάντα τὰ σκεύη ταυ̃τα τάλαντον χρυσίου καθαρου̃
40 ὅρα ποιήσεις κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τω̨̃ ὄρει
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.