Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 20,  στἰχοι 22-26

22 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν τάδε ἐρει̃ς τω̨̃ οἴκω̨ Ιακωβ καὶ ἀναγγελει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ὑμει̃ς ἑωράκατε ὅτι ἐκ του̃ οὐρανου̃ λελάληκα πρὸς ὑμα̃ς
23 οὐ ποιήσετε ἑαυτοι̃ς θεοὺς ἀργυρου̃ς καὶ θεοὺς χρυσου̃ς οὐ ποιήσετε ὑμι̃ν αὐτοι̃ς
24 θυσιαστήριον ἐκ γη̃ς ποιήσετέ μοι καὶ θύσετε ἐπ' αὐτου̃ τὰ ὁλοκαυτώματα καὶ τὰ σωτήρια ὑμω̃ν τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμω̃ν ἐν παντὶ τόπω̨ οὑ̃ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκει̃ καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε
25 ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιη̨̃ς μοι οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ' αὐτούς καὶ μεμίανται
26 οὐκ ἀναβήση̨ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου ὅπως ἂν μὴ ἀποκαλύψη̨ς τὴν ἀσχημοσύνην σου ἐπ' αὐτου̃

ΕΞΟΔΟΣ, κεφαλίς 21

1 καὶ ταυ̃τα τὰ δικαιώματα ἃ παραθήσεις ἐνώπιον αὐτω̃ν
2 ἐὰν κτήση̨ παι̃δα Εβραι̃ον ἓξ ἔτη δουλεύσει σοι τω̨̃ δὲ ἑβδόμω̨ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν
3 ἐὰν αὐτὸς μόνος εἰσέλθη̨ καὶ μόνος ἐξελεύσεται ἐὰν δὲ γυνὴ συνεισέλθη̨ μετ' αὐτου̃ ἐξελεύσεται καὶ ἡ γυνὴ μετ' αὐτου̃
4 ἐὰν δὲ ὁ κύριος δω̨̃ αὐτω̨̃ γυναι̃κα καὶ τέκη̨ αὐτω̨̃ υἱοὺς ἢ θυγατέρας ἡ γυνὴ καὶ τὰ παιδία ἔσται τω̨̃ κυρίω̨ αὐτου̃ αὐτὸς δὲ μόνος ἐξελεύσεται
5 ἐὰν δὲ ἀποκριθεὶς εἴπη̨ ὁ παι̃ς ἠγάπηκα τὸν κύριόν μου καὶ τὴν γυναι̃κα καὶ τὰ παιδία οὐκ ἀποτρέχω ἐλεύθερος
6 προσάξει αὐτὸν ὁ κύριος αὐτου̃ πρὸς τὸ κριτήριον του̃ θεου̃ καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθμόν καὶ τρυπήσει αὐτου̃ ὁ κύριος τὸ οὐ̃ς τω̨̃ ὀπητίω̨ καὶ δουλεύσει αὐτω̨̃ εἰς τὸν αἰω̃να
7 ἐὰν δέ τις ἀποδω̃ται τὴν ἑαυτου̃ θυγατέρα οἰκέτιν οὐκ ἀπελεύσεται ὥσπερ ἀποτρέχουσιν αἱ δου̃λαι
8 ἐὰν μὴ εὐαρεστήση̨ τω̨̃ κυρίω̨ αὐτη̃ς ἣν αὑτω̨̃ καθωμολογήσατο ἀπολυτρώσει αὐτήν ἔθνει δὲ ἀλλοτρίω̨ οὐ κύριός ἐστιν πωλει̃ν αὐτήν ὅτι ἠθέτησεν ἐν αὐτη̨̃
9 ἐὰν δὲ τω̨̃ υἱω̨̃ καθομολογήσηται αὐτήν κατὰ τὸ δικαίωμα τω̃ν θυγατέρων ποιήσει αὐτη̨̃
10 ἐὰν δὲ ἄλλην λάβη̨ ἑαυτω̨̃ τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτη̃ς οὐκ ἀποστερήσει
11 ἐὰν δὲ τὰ τρία ταυ̃τα μὴ ποιήση̨ αὐτη̨̃ ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου
12 ἐὰν δὲ πατάξη̨ τίς τινα καὶ ἀποθάνη̨ θανάτω̨ θανατούσθω
13 ὁ δὲ οὐχ ἑκών ἀλλὰ ὁ θεὸς παρέδωκεν εἰς τὰς χει̃ρας αὐτου̃ δώσω σοι τόπον οὑ̃ φεύξεται ἐκει̃ ὁ φονεύσας
14 ἐὰν δέ τις ἐπιθη̃ται τω̨̃ πλησίον ἀποκτει̃ναι αὐτὸν δόλω̨ καὶ καταφύγη̨ ἀπὸ του̃ θυσιαστηρίου μου λήμψη̨ αὐτὸν θανατω̃σαι
15 ὃς τύπτει πατέρα αὐτου̃ ἢ μητέρα αὐτου̃ θανάτω̨ θανατούσθω
16 ὁ κακολογω̃ν πατέρα αὐτου̃ ἢ μητέρα αὐτου̃ τελευτήσει θανάτω̨
17 ὃς ἐὰν κλέψη̨ τίς τινα τω̃ν υἱω̃ν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδω̃ται καὶ εὑρεθη̨̃ ἐν αὐτω̨̃ θανάτω̨ τελευτάτω
18 ἐὰν δὲ λοιδορω̃νται δύο ἄνδρες καὶ πατάξη̨ τις τὸν πλησίον λίθω̨ ἢ πυγμη̨̃ καὶ μὴ ἀποθάνη̨ κατακλιθη̨̃ δὲ ἐπὶ τὴν κοίτην
19 ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήση̨ ἔξω ἐπὶ ῥάβδου ἀθω̨̃ος ἔσται ὁ πατάξας πλὴν τη̃ς ἀργίας αὐτου̃ ἀποτείσει καὶ τὰ ἰατρει̃α
20 ἐὰν δέ τις πατάξη̨ τὸν παι̃δα αὐτου̃ ἢ τὴν παιδίσκην αὐτου̃ ἐν ῥάβδω̨ καὶ ἀποθάνη̨ ὑπὸ τὰς χει̃ρας αὐτου̃ δίκη̨ ἐκδικηθήτω
21 ἐὰν δὲ διαβιώση̨ ἡμέραν μίαν ἢ δύο οὐκ ἐκδικηθήσεται τὸ γὰρ ἀργύριον αὐτου̃ ἐστιν
22 ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσιν γυναι̃κα ἐν γαστρὶ ἔχουσαν καὶ ἐξέλθη̨ τὸ παιδίον αὐτη̃ς μὴ ἐξεικονισμένον ἐπιζήμιον ζημιωθήσεται καθότι ἂν ἐπιβάλη̨ ὁ ἀνὴρ τη̃ς γυναικός δώσει μετὰ ἀξιώματος
23 ἐὰν δὲ ἐξεικονισμένον ἠ̃ν δώσει ψυχὴν ἀντὶ ψυχη̃ς
24 ὀφθαλμὸν ἀντὶ ὀφθαλμου̃ ὀδόντα ἀντὶ ὀδόντος χει̃ρα ἀντὶ χειρός πόδα ἀντὶ ποδός
25 κατάκαυμα ἀντὶ κατακαύματος τραυ̃μα ἀντὶ τραύματος μώλωπα ἀντὶ μώλωπος
26 ἐὰν δέ τις πατάξη̨ τὸν ὀφθαλμὸν του̃ οἰκέτου αὐτου̃ ἢ τὸν ὀφθαλμὸν τη̃ς θεραπαίνης αὐτου̃ καὶ ἐκτυφλώση̨ ἐλευθέρους ἐξαποστελει̃ αὐτοὺς ἀντὶ του̃ ὀφθαλμου̃ αὐτω̃ν
27 ἐὰν δὲ τὸν ὀδόντα του̃ οἰκέτου ἢ τὸν ὀδόντα τη̃ς θεραπαίνης αὐτου̃ ἐκκόψη̨ ἐλευθέρους ἐξαποστελει̃ αὐτοὺς ἀντὶ του̃ ὀδόντος αὐτω̃ν
28 ἐὰν δὲ κερατίση̨ ταυ̃ρος ἄνδρα ἢ γυναι̃κα καὶ ἀποθάνη̨ λίθοις λιθοβοληθήσεται ὁ ταυ̃ρος καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτου̃ ὁ δὲ κύριος του̃ ταύρου ἀθω̨̃ος ἔσται
29 ἐὰν δὲ ὁ ταυ̃ρος κερατιστὴς ἠ̨̃ πρὸ τη̃ς ἐχθὲς καὶ πρὸ τη̃ς τρίτης καὶ διαμαρτύρωνται τω̨̃ κυρίω̨ αὐτου̃ καὶ μὴ ἀφανίση̨ αὐτόν ἀνέλη̨ δὲ ἄνδρα ἢ γυναι̃κα ὁ ταυ̃ρος λιθοβοληθήσεται καὶ ὁ κύριος αὐτου̃ προσαποθανει̃ται
30 ἐὰν δὲ λύτρα ἐπιβληθη̨̃ αὐτω̨̃ δώσει λύτρα τη̃ς ψυχη̃ς αὐτου̃ ὅσα ἐὰν ἐπιβάλωσιν αὐτω̨̃
31 ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίση̨ κατὰ τὸ δικαίωμα του̃το ποιήσουσιν αὐτω̨̃
32 ἐὰν δὲ παι̃δα κερατίση̨ ὁ ταυ̃ρος ἢ παιδίσκην ἀργυρίου τριάκοντα δίδραχμα δώσει τω̨̃ κυρίω̨ αὐτω̃ν καὶ ὁ ταυ̃ρος λιθοβοληθήσεται
33 ἐὰν δέ τις ἀνοίξη̨ λάκκον ἢ λατομήση̨ λάκκον καὶ μὴ καλύψη̨ αὐτόν καὶ ἐμπέση̨ ἐκει̃ μόσχος ἢ ὄνος
34 ὁ κύριος του̃ λάκκου ἀποτείσει ἀργύριον δώσει τω̨̃ κυρίω̨ αὐτω̃ν τὸ δὲ τετελευτηκὸς αὐτω̨̃ ἔσται
35 ἐὰν δὲ κερατίση̨ τινὸς ταυ̃ρος τὸν ταυ̃ρον του̃ πλησίον καὶ τελευτήση̨ ἀποδώσονται τὸν ταυ̃ρον τὸν ζω̃ντα καὶ διελου̃νται τὸ ἀργύριον αὐτου̃ καὶ τὸν ταυ̃ρον τὸν τεθνηκότα διελου̃νται
36 ἐὰν δὲ γνωρίζηται ὁ ταυ̃ρος ὅτι κερατιστής ἐστιν πρὸ τη̃ς ἐχθὲς καὶ πρὸ τη̃ς τρίτης ἡμέρας καὶ διαμεμαρτυρημένοι ὠ̃σιν τω̨̃ κυρίω̨ αὐτου̃ καὶ μὴ ἀφανίση̨ αὐτόν ἀποτείσει ταυ̃ρον ἀντὶ ταύρου ὁ δὲ τετελευτηκὼς αὐτω̨̃ ἔσται
37 ἐὰν δέ τις κλέψη̨ μόσχον ἢ πρόβατον καὶ σφάξη̨ αὐτὸ ἢ ἀποδω̃ται πέντε μόσχους ἀποτείσει ἀντὶ του̃ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ του̃ προβάτου

ΕΞΟΔΟΣ, κεφαλίς 22

1 ἐὰν δὲ ἐν τω̨̃ διορύγματι εὑρεθη̨̃ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνη̨ οὐκ ἔστιν αὐτω̨̃ φόνος
2 ἐὰν δὲ ἀνατείλη̨ ὁ ἥλιος ἐπ' αὐτω̨̃ ἔνοχός ἐστιν ἀνταποθανει̃ται ἐὰν δὲ μὴ ὑπάρχη̨ αὐτω̨̃ πραθήτω ἀντὶ του̃ κλέμματος
3 ἐὰν δὲ καταλημφθη̨̃ καὶ εὑρεθη̨̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου ζω̃ντα διπλα̃ αὐτὰ ἀποτείσει
4 ἐὰν δὲ καταβοσκήση̨ τις ἀγρὸν ἢ ἀμπελω̃να καὶ ἀφη̨̃ τὸ κτη̃νος αὐτου̃ καταβοσκη̃σαι ἀγρὸν ἕτερον ἀποτείσει ἐκ του̃ ἀγρου̃ αὐτου̃ κατὰ τὸ γένημα αὐτου̃ ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήση̨ τὰ βέλτιστα του̃ ἀγρου̃ αὐτου̃ καὶ τὰ βέλτιστα του̃ ἀμπελω̃νος αὐτου̃ ἀποτείσει
5 ἐὰν δὲ ἐξελθὸν πυ̃ρ εὕρη̨ ἀκάνθας καὶ προσεμπρήση̨ ἅλωνα ἢ στάχυς ἢ πεδίον ἀποτείσει ὁ τὸ πυ̃ρ ἐκκαύσας
6 ἐὰν δέ τις δω̨̃ τω̨̃ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι καὶ κλαπη̨̃ ἐκ τη̃ς οἰκίας του̃ ἀνθρώπου ἐὰν εὑρεθη̨̃ ὁ κλέψας ἀποτείσει διπλου̃ν
7 ἐὰν δὲ μὴ εὑρεθη̨̃ ὁ κλέψας προσελεύσεται ὁ κύριος τη̃ς οἰκίας ἐνώπιον του̃ θεου̃ καὶ ὀμει̃ται ἠ̃ μὴν μὴ αὐτὸς πεπονηρευ̃σθαι ἐφ' ὅλης τη̃ς παρακαταθήκης του̃ πλησίον
8 κατὰ πα̃ν ῥητὸν ἀδίκημα περί τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλείας τη̃ς ἐγκαλουμένης ὅ τι οὐ̃ν ἂν ἠ̨̃ ἐνώπιον του̃ θεου̃ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων καὶ ὁ ἁλοὺς διὰ του̃ θεου̃ ἀποτείσει διπλου̃ν τω̨̃ πλησίον
9 ἐὰν δέ τις δω̨̃ τω̨̃ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πα̃ν κτη̃νος φυλάξαι καὶ συντριβη̨̃ ἢ τελευτήση̨ ἢ αἰχμάλωτον γένηται καὶ μηδεὶς γνω̨̃
10 ὄρκος ἔσται του̃ θεου̃ ἀνὰ μέσον ἀμφοτέρων ἠ̃ μὴν μὴ αὐτὸν πεπονηρευ̃σθαι καθ' ὅλης τη̃ς παρακαταθήκης του̃ πλησίον καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτου̃ καὶ οὐκ ἀποτείσει
11 ἐὰν δὲ κλαπη̨̃ παρ' αὐτου̃ ἀποτείσει τω̨̃ κυρίω̨
12 ἐὰν δὲ θηριάλωτον γένηται ἄξει αὐτὸν ἐπὶ τὴν θήραν καὶ οὐκ ἀποτείσει
13 ἐὰν δὲ αἰτήση̨ τις παρὰ του̃ πλησίον καὶ συντριβη̨̃ ἢ ἀποθάνη̨ ἢ αἰχμάλωτον γένηται ὁ δὲ κύριος μὴ ἠ̨̃ μετ' αὐτου̃ ἀποτείσει
14 ἐὰν δὲ ὁ κύριος ἠ̨̃ μετ' αὐτου̃ οὐκ ἀποτείσει ἐὰν δὲ μισθωτὸς ἠ̨̃ ἔσται αὐτω̨̃ ἀντὶ του̃ μισθου̃ αὐτου̃
15 ἐὰν δὲ ἀπατήση̨ τις παρθένον ἀμνήστευτον καὶ κοιμηθη̨̃ μετ' αὐτη̃ς φερνη̨̃ φερνιει̃ αὐτὴν αὐτω̨̃ γυναι̃κα
16 ἐὰν δὲ ἀνανεύων ἀνανεύση̨ καὶ μὴ βούληται ὁ πατὴρ αὐτη̃ς δου̃ναι αὐτὴν αὐτω̨̃ γυναι̃κα ἀργύριον ἀποτείσει τω̨̃ πατρὶ καθ' ὅσον ἐστὶν ἡ φερνὴ τω̃ν παρθένων
17 φαρμακοὺς οὐ περιποιήσετε
18 πα̃ν κοιμώμενον μετὰ κτήνους θανάτω̨ ἀποκτενει̃τε αὐτούς
19 ὁ θυσιάζων θεοι̃ς θανάτω̨ ὀλεθρευθήσεται πλὴν κυρίω̨ μόνω̨
20 καὶ προσήλυτον οὐ κακώσετε οὐδὲ μὴ θλίψητε αὐτόν ἠ̃τε γὰρ προσήλυτοι ἐν γη̨̃ Αἰγύπτω̨
21 πα̃σαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε
22 ἐὰν δὲ κακία̨ κακώσητε αὐτοὺς καὶ κεκράξαντες καταβοήσωσι πρός με ἀκοη̨̃ εἰσακούσομαι τη̃ς φωνη̃ς αὐτω̃ν
23 καὶ ὀργισθήσομαι θυμω̨̃ καὶ ἀποκτενω̃ ὑμα̃ς μαχαίρα̨ καὶ ἔσονται αἱ γυναι̃κες ὑμω̃ν χη̃ραι καὶ τὰ παιδία ὑμω̃ν ὀρφανά
24 ἐὰν δὲ ἀργύριον ἐκδανείση̨ς τω̨̃ ἀδελφω̨̃ τω̨̃ πενιχρω̨̃ παρὰ σοί οὐκ ἔση̨ αὐτὸν κατεπείγων οὐκ ἐπιθήσεις αὐτω̨̃ τόκον
25 ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράση̨ς τὸ ἱμάτιον του̃ πλησίον πρὸ δυσμω̃ν ἡλίου ἀποδώσεις αὐτω̨̃
26 ἔστιν γὰρ του̃το περιβόλαιον αὐτου̃ μόνον του̃το τὸ ἱμάτιον ἀσχημοσύνης αὐτου̃ ἐν τίνι κοιμηθήσεται ἐὰν οὐ̃ν καταβοήση̨ πρός με εἰσακούσομαι αὐτου̃ ἐλεήμων γάρ εἰμι
27 θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας του̃ λαου̃ σου οὐ κακω̃ς ἐρει̃ς
28 ἀπαρχὰς ἅλωνος καὶ ληνου̃ σου οὐ καθυστερήσεις τὰ πρωτότοκα τω̃ν υἱω̃ν σου δώσεις ἐμοί
29 οὕτως ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα τη̨̃ δὲ ὀγδόη̨ ἡμέρα̨ ἀποδώσεις μοι αὐτό
30 καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε τω̨̃ κυνὶ ἀπορρίψατε αὐτό

ΕΞΟΔΟΣ, κεφαλίς 23

1 οὐ παραδέξη̨ ἀκοὴν ματαίαν οὐ συγκαταθήση̨ μετὰ του̃ ἀδίκου γενέσθαι μάρτυς ἄδικος
2 οὐκ ἔση̨ μετὰ πλειόνων ἐπὶ κακία̨ οὐ προστεθήση̨ μετὰ πλήθους ἐκκλι̃ναι μετὰ πλειόνων ὥστε ἐκκλι̃ναι κρίσιν
3 καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει
4 ἐὰν δὲ συναντήση̨ς τω̨̃ βοὶ του̃ ἐχθρου̃ σου ἢ τω̨̃ ὑποζυγίω̨ αὐτου̃ πλανωμένοις ἀποστρέψας ἀποδώσεις αὐτω̨̃
5 ἐὰν δὲ ἴδη̨ς τὸ ὑποζύγιον του̃ ἐχθρου̃ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτου̃ οὐ παρελεύση̨ αὐτό ἀλλὰ συνεγερει̃ς αὐτὸ μετ' αὐτου̃
6 οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτου̃
7 ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήση̨ ἀθω̨̃ον καὶ δίκαιον οὐκ ἀποκτενει̃ς καὶ οὐ δικαιώσεις τὸν ἀσεβη̃ ἕνεκεν δώρων
8 καὶ δω̃ρα οὐ λήμψη̨ τὰ γὰρ δω̃ρα ἐκτυφλοι̃ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ῥήματα δίκαια
9 καὶ προσήλυτον οὐ θλίψετε ὑμει̃ς γὰρ οἴδατε τὴν ψυχὴν του̃ προσηλύτου αὐτοὶ γὰρ προσήλυτοι ἠ̃τε ἐν γη̨̃ Αἰγύπτω̨
10 ἓξ ἔτη σπερει̃ς τὴν γη̃ν σου καὶ συνάξεις τὰ γενήματα αὐτη̃ς
11 τω̨̃ δὲ ἑβδόμω̨ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν καὶ ἔδονται οἱ πτωχοὶ του̃ ἔθνους σου τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία οὕτως ποιήσεις τὸν ἀμπελω̃νά σου καὶ τὸν ἐλαιω̃νά σου
12 ἓξ ἡμέρας ποιήσεις τὰ ἔργα σου τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἀνάπαυσις ἵνα ἀναπαύσηται ὁ βου̃ς σου καὶ τὸ ὑποζύγιόν σου καὶ ἵνα ἀναψύξη̨ ὁ υἱὸς τη̃ς παιδίσκης σου καὶ ὁ προσήλυτος
13 πάντα ὅσα εἴρηκα πρὸς ὑμα̃ς φυλάξασθε καὶ ὄνομα θεω̃ν ἑτέρων οὐκ ἀναμνησθήσεσθε οὐδὲ μὴ ἀκουσθη̨̃ ἐκ του̃ στόματος ὑμω̃ν
14 τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ἑορτάσατέ μοι
15 τὴν ἑορτὴν τω̃ν ἀζύμων φυλάξασθε ποιει̃ν ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα καθάπερ ἐνετειλάμην σοι κατὰ τὸν καιρὸν του̃ μηνὸς τω̃ν νέων ἐν γὰρ αὐτω̨̃ ἐξη̃λθες ἐξ Αἰγύπτου οὐκ ὀφθήση̨ ἐνώπιόν μου κενός
16 καὶ ἑορτὴν θερισμου̃ πρωτογενημάτων ποιήσεις τω̃ν ἔργων σου ὡ̃ν ἐὰν σπείρη̨ς ἐν τω̨̃ ἀγρω̨̃ σου καὶ ἑορτὴν συντελείας ἐπ' ἐξόδου του̃ ἐνιαυτου̃ ἐν τη̨̃ συναγωγη̨̃ τω̃ν ἔργων σου τω̃ν ἐκ του̃ ἀγρου̃ σου
17 τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ὀφθήσεται πα̃ν ἀρσενικόν σου ἐνώπιον κυρίου του̃ θεου̃ σου
18 ὅταν γὰρ ἐκβάλω ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου οὐ θύσεις ἐπὶ ζύμη̨ αἱ̃μα θυσιάσματός μου οὐδὲ μὴ κοιμηθη̨̃ στέαρ τη̃ς ἑορτη̃ς μου ἕως πρωί
19 τὰς ἀπαρχὰς τω̃ν πρωτογενημάτων τη̃ς γη̃ς σου εἰσοίσεις εἰς τὸν οἰ̃κον κυρίου του̃ θεου̃ σου οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτου̃
20 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ἵνα φυλάξη̨ σε ἐν τη̨̃ ὁδω̨̃ ὅπως εἰσαγάγη̨ σε εἰς τὴν γη̃ν ἣν ἡτοίμασά σοι
21 πρόσεχε σεαυτω̨̃ καὶ εἰσάκουε αὐτου̃ καὶ μὴ ἀπείθει αὐτω̨̃ οὐ γὰρ μὴ ὑποστείληταί σε τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ' αὐτω̨̃
22 ἐὰν ἀκοη̨̃ ἀκούσητε τη̃ς ἐμη̃ς φωνη̃ς καὶ ποιήση̨ς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τω̃ν ἐθνω̃ν ἐμὴ γάρ ἐστιν πα̃σα ἡ γη̃ ὑμει̃ς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον ταυ̃τα τὰ ῥήματα ἐρει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ἐὰν ἀκοη̨̃ ἀκούσητε τη̃ς φωνη̃ς μου καὶ ποιήση̨ς πάντα ὅσα ἂν εἴπω σοι ἐχθρεύσω τοι̃ς ἐχθροι̃ς σου καὶ ἀντικείσομαι τοι̃ς ἀντικειμένοις σοι
23 πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν Αμορραι̃ον καὶ Χετται̃ον καὶ Φερεζαι̃ον καὶ Χαναναι̃ον καὶ Γεργεσαι̃ον καὶ Ευαι̃ον καὶ Ιεβουσαι̃ον καὶ ἐκτρίψω αὐτούς
24 οὐ προσκυνήσεις τοι̃ς θεοι̃ς αὐτω̃ν οὐδὲ μὴ λατρεύση̨ς αὐτοι̃ς οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτω̃ν ἀλλὰ καθαιρέσει καθελει̃ς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτω̃ν
25 καὶ λατρεύσεις κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἰ̃νόν σου καὶ τὸ ὕδωρ σου καὶ ἀποστρέψω μαλακίαν ἀφ' ὑμω̃ν
26 οὐκ ἔσται ἄγονος οὐδὲ στει̃ρα ἐπὶ τη̃ς γη̃ς σου τὸν ἀριθμὸν τω̃ν ἡμερω̃ν σου ἀναπληρώσω
27 καὶ τὸν φόβον ἀποστελω̃ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύη̨ εἰς αὐτούς καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας
28 καὶ ἀποστελω̃ τὰς σφηκίας προτέρας σου καὶ ἐκβαλει̃ τοὺς Αμορραίους καὶ τοὺς Ευαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Χετταίους ἀπὸ σου̃
29 οὐκ ἐκβαλω̃ αὐτοὺς ἐν ἐνιαυτω̨̃ ἑνί ἵνα μὴ γένηται ἡ γη̃ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τη̃ς γη̃ς
30 κατὰ μικρὸν μικρὸν ἐκβαλω̃ αὐτοὺς ἀπὸ σου̃ ἕως ἂν αὐξηθη̨̃ς καὶ κληρονομήση̨ς τὴν γη̃ν
31 καὶ θήσω τὰ ὅριά σου ἀπὸ τη̃ς ἐρυθρα̃ς θαλάσσης ἕως τη̃ς θαλάσσης τη̃ς Φυλιστιιμ καὶ ἀπὸ τη̃ς ἐρήμου ἕως του̃ μεγάλου ποταμου̃ Εὐφράτου καὶ παραδώσω εἰς τὰς χει̃ρας ὑμω̃ν τοὺς ἐγκαθημένους ἐν τη̨̃ γη̨̃ καὶ ἐκβαλω̃ αὐτοὺς ἀπὸ σου̃
32 οὐ συγκαταθήση̨ αὐτοι̃ς καὶ τοι̃ς θεοι̃ς αὐτω̃ν διαθήκην
33 καὶ οὐκ ἐγκαθήσονται ἐν τη̨̃ γη̨̃ σου ἵνα μὴ ἁμαρτει̃ν σε ποιήσωσιν πρός με ἐὰν γὰρ δουλεύση̨ς τοι̃ς θεοι̃ς αὐτω̃ν οὑ̃τοι ἔσονταί σοι πρόσκομμα
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.