1 ἀπη̃ραν δὲ ἐξ Αιλιμ καὶ ἤλθοσαν πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ εἰς τὴν ἔρημον Σιν ὅ ἐστιν ἀνὰ μέσον Αιλιμ καὶ ἀνὰ μέσον Σινα τη̨̃ δὲ πεντεκαιδεκάτη̨ ἡμέρα̨ τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἐξεληλυθότων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου |
2 διεγόγγυζεν πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ ἐπὶ Μωυση̃ν καὶ Ααρων |
3 καὶ εἰ̃παν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γη̨̃ Αἰγύπτω̨ ὅταν ἐκαθίσαμεν ἐπὶ τω̃ν λεβήτων τω̃ν κρεω̃ν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν ὅτι ἐξηγάγετε ἡμα̃ς εἰς τὴν ἔρημον ταύτην ἀποκτει̃ναι πα̃σαν τὴν συναγωγὴν ταύτην ἐν λιμω̨̃ |
4 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἰδοὺ ἐγὼ ὕω ὑμι̃ν ἄρτους ἐκ του̃ οὐρανου̃ καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τη̃ς ἡμέρας εἰς ἡμέραν ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τω̨̃ νόμω̨ μου ἢ οὔ |
5 καὶ ἔσται τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσιν καὶ ἔσται διπλου̃ν ὃ ἐὰν συναγάγωσιν τὸ καθ' ἡμέραν εἰς ἡμέραν |
6 καὶ εἰ̃πεν Μωυση̃ς καὶ Ααρων πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου |
7 καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τω̨̃ εἰσακου̃σαι τὸν γογγυσμὸν ὑμω̃ν ἐπὶ τω̨̃ θεω̨̃ ἡμει̃ς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ' ἡμω̃ν |
8 καὶ εἰ̃πεν Μωυση̃ς ἐν τω̨̃ διδόναι κύριον ὑμι̃ν ἑσπέρας κρέα φαγει̃ν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακου̃σαι κύριον τὸν γογγυσμὸν ὑμω̃ν ὃν ὑμει̃ς διαγογγύζετε καθ' ἡμω̃ν ἡμει̃ς δὲ τί ἐσμεν οὐ γὰρ καθ' ἡμω̃ν ὁ γογγυσμὸς ὑμω̃ν ἐστιν ἀλλ' ἢ κατὰ του̃ θεου̃ |
9 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς Ααρων εἰπὸν πάση̨ συναγωγη̨̃ υἱω̃ν Ισραηλ προσέλθατε ἐναντίον του̃ θεου̃ εἰσακήκοεν γὰρ ὑμω̃ν τὸν γογγυσμόν |
10 ἡνίκα δὲ ἐλάλει Ααρων πάση̨ συναγωγη̨̃ υἱω̃ν Ισραηλ καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλη̨ |
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
12 εἰσακήκοα τὸν γογγυσμὸν τω̃ν υἱω̃ν Ισραηλ λάλησον πρὸς αὐτοὺς λέγων τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν |
13 ἐγένετο δὲ ἑσπέρα καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν τὸ πρωὶ ἐγένετο καταπαυομένης τη̃ς δρόσου κύκλω̨ τη̃ς παρεμβολη̃ς |
14 καὶ ἰδοὺ ἐπὶ πρόσωπον τη̃ς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τη̃ς γη̃ς |
15 ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἰ̃παν ἕτερος τω̨̃ ἑτέρω̨ τί ἐστιν του̃το οὐ γὰρ ἤ̨δεισαν τί ἠ̃ν εἰ̃πεν δὲ Μωυση̃ς πρὸς αὐτούς οὑ̃τος ὁ ἄρτος ὃν ἔδωκεν κύριος ὑμι̃ν φαγει̃ν |
16 του̃το τὸ ῥη̃μα ὃ συνέταξεν κύριος συναγάγετε ἀπ' αὐτου̃ ἕκαστος εἰς τοὺς καθήκοντας γομορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχω̃ν ὑμω̃ν ἕκαστος σὺν τοι̃ς συσκηνίοις ὑμω̃ν συλλέξατε |
17 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον |
18 καὶ μετρήσαντες τω̨̃ γομορ οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν ἕκαστος εἰς τοὺς καθήκοντας παρ' ἑαυτω̨̃ συνέλεξαν |
19 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς αὐτούς μηδεὶς καταλιπέτω ἀπ' αὐτου̃ εἰς τὸ πρωί |
20 καὶ οὐκ εἰσήκουσαν Μωυση̃ ἀλλὰ κατέλιπόν τινες ἀπ' αὐτου̃ εἰς τὸ πρωί καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν καὶ ἐπικράνθη ἐπ' αὐτοι̃ς Μωυση̃ς |
21 καὶ συνέλεξαν αὐτὸ πρωὶ πρωί ἕκαστος τὸ καθη̃κον αὐτω̨̃ ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος ἐτήκετο |
22 ἐγένετο δὲ τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ συνέλεξαν τὰ δέοντα διπλα̃ δύο Γομορ τω̨̃ ἑνί εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς καὶ ἀνήγγειλαν Μωυσει̃ |
23 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς αὐτούς του̃το τὸ ῥη̃μά ἐστιν ὃ ἐλάλησεν κύριος σάββατα ἀνάπαυσις ἁγία τω̨̃ κυρίω̨ αὔριον ὅσα ἐὰν πέσσητε πέσσετε καὶ ὅσα ἐὰν ἕψητε ἕψετε καὶ πα̃ν τὸ πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωί |
24 καὶ κατελίποσαν ἀπ' αὐτου̃ εἰς τὸ πρωί καθάπερ συνέταξεν αὐτοι̃ς Μωυση̃ς καὶ οὐκ ἐπώζεσεν οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτω̨̃ |
25 εἰ̃πεν δὲ Μωυση̃ς φάγετε σήμερον ἔστιν γὰρ σάββατα σήμερον τω̨̃ κυρίω̨ οὐχ εὑρεθήσεται ἐν τω̨̃ πεδίω̨ |
26 ἓξ ἡμέρας συλλέξετε τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα ὅτι οὐκ ἔσται ἐν αὐτη̨̃ |
27 ἐγένετο δὲ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐξήλθοσάν τινες ἐκ του̃ λαου̃ συλλέξαι καὶ οὐχ εὑ̃ρον |
28 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου |
29 ἴδετε ὁ γὰρ κύριος ἔδωκεν ὑμι̃ν τὴν ἡμέραν ταύτην τὰ σάββατα διὰ του̃το αὐτὸς ἔδωκεν ὑμι̃ν τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ ἄρτους δύο ἡμερω̃ν καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμω̃ν μηδεὶς ἐκπορευέσθω ἐκ του̃ τόπου αὐτου̃ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ |
30 καὶ ἐσαββάτισεν ὁ λαὸς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ |
31 καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ισραηλ τὸ ὄνομα αὐτου̃ Μαν ἠ̃ν δὲ ὡς σπέρμα κορίου λευκόν τὸ δὲ γευ̃μα αὐτου̃ ὡς ἐγκρὶς ἐν μέλιτι |
32 εἰ̃πεν δὲ Μωυση̃ς του̃το τὸ ῥη̃μα ὃ συνέταξεν κύριος πλήσατε τὸ γομορ του̃ μαν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμω̃ν ἵνα ἴδωσιν τὸν ἄρτον ὃν ἐφάγετε ὑμει̃ς ἐν τη̨̃ ἐρήμω̨ ὡς ἐξήγαγεν ὑμα̃ς κύριος ἐκ γη̃ς Αἰγύπτου |
33 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων λαβὲ στάμνον χρυσου̃ν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλη̃ρες τὸ γομορ του̃ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον του̃ θεου̃ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμω̃ν |
34 ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ καὶ ἀπέθετο Ααρων ἐναντίον του̃ μαρτυρίου εἰς διατήρησιν |
35 οἱ δὲ υἱοὶ Ισραηλ ἔφαγον τὸ μαν ἔτη τεσσαράκοντα ἕως ἠ̃λθον εἰς γη̃ν οἰκουμένην τὸ μαν ἐφάγοσαν ἕως παρεγένοντο εἰς μέρος τη̃ς Φοινίκης |
36 τὸ δὲ γομορ τὸ δέκατον τω̃ν τριω̃ν μέτρων ἠ̃ν |