ΕΞΟΔΟΣ,
κεφαλίς 14,
στἰχοι 19-20, 24
19 ἐξη̃ρεν δὲ ὁ ἄγγελος του̃ θεου̃ ὁ προπορευόμενος τη̃ς παρεμβολη̃ς τω̃ν υἱω̃ν Ισραηλ καὶ ἐπορεύθη ἐκ τω̃ν ὄπισθεν ἐξη̃ρεν δὲ καὶ ὁ στυ̃λος τη̃ς νεφέλης ἀπὸ προσώπου αὐτω̃ν καὶ ἔστη ἐκ τω̃ν ὀπίσω αὐτω̃ν |
20 καὶ εἰση̃λθεν ἀνὰ μέσον τη̃ς παρεμβολη̃ς τω̃ν Αἰγυπτίων καὶ ἀνὰ μέσον τη̃ς παρεμβολη̃ς Ισραηλ καὶ ἔστη καὶ ἐγένετο σκότος καὶ γνόφος καὶ διη̃λθεν ἡ νύξ καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα ... |
24 ἐγενήθη δὲ ἐν τη̨̃ φυλακη̨̃ τη̨̃ ἑωθινη̨̃ καὶ ἐπέβλεψεν κύριος ἐπὶ τὴν παρεμβολὴν τω̃ν Αἰγυπτίων ἐν στύλω̨ πυρὸς καὶ νεφέλης καὶ συνετάραξεν τὴν παρεμβολὴν τω̃ν Αἰγυπτίων |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.