ΕΞΟΔΟΣ,
κεφαλίς 12,
στἰχοι 15-28
15 ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε ἀπὸ δὲ τη̃ς ἡμέρας τη̃ς πρώτης ἀφανιει̃τε ζύμην ἐκ τω̃ν οἰκιω̃ν ὑμω̃ν πα̃ς ὃς ἂν φάγη̨ ζύμην ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ ἀπὸ τη̃ς ἡμέρας τη̃ς πρώτης ἕως τη̃ς ἡμέρας τη̃ς ἑβδόμης |
16 καὶ ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐται̃ς πλὴν ὅσα ποιηθήσεται πάση̨ ψυχη̨̃ του̃το μόνον ποιηθήσεται ὑμι̃ν |
17 καὶ φυλάξεσθε τὴν ἐντολὴν ταύτην ἐν γὰρ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐξάξω τὴν δύναμιν ὑμω̃ν ἐκ γη̃ς Αἰγύπτου καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμω̃ν νόμιμον αἰώνιον |
18 ἐναρχομένου τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ πρώτου ἀφ' ἑσπέρας ἔδεσθε ἄζυμα ἕως ἡμέρας μια̃ς καὶ εἰκάδος του̃ μηνὸς ἕως ἑσπέρας |
19 ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ται̃ς οἰκίαις ὑμω̃ν πα̃ς ὃς ἂν φάγη̨ ζυμωτόν ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγη̃ς Ισραηλ ἔν τε τοι̃ς γειώραις καὶ αὐτόχθοσιν τη̃ς γη̃ς |
20 πα̃ν ζυμωτὸν οὐκ ἔδεσθε ἐν παντὶ δὲ κατοικητηρίω̨ ὑμω̃ν ἔδεσθε ἄζυμα |
21 ἐκάλεσεν δὲ Μωυση̃ς πα̃σαν γερουσίαν υἱω̃ν Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς ἀπελθόντες λάβετε ὑμι̃ν ἑαυτοι̃ς πρόβατον κατὰ συγγενείας ὑμω̃ν καὶ θύσατε τὸ πασχα |
22 λήμψεσθε δὲ δέσμην ὑσσώπου καὶ βάψαντες ἀπὸ του̃ αἵματος του̃ παρὰ τὴν θύραν καθίξετε τη̃ς φλια̃ς καὶ ἐπ' ἀμφοτέρων τω̃ν σταθμω̃ν ἀπὸ του̃ αἵματος ὅ ἐστιν παρὰ τὴν θύραν ὑμει̃ς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν του̃ οἴκου αὐτου̃ ἕως πρωί |
23 καὶ παρελεύσεται κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἱ̃μα ἐπὶ τη̃ς φλια̃ς καὶ ἐπ' ἀμφοτέρων τω̃ν σταθμω̃ν καὶ παρελεύσεται κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν ὀλεθρεύοντα εἰσελθει̃ν εἰς τὰς οἰκίας ὑμω̃ν πατάξαι |
24 καὶ φυλάξεσθε τὸ ῥη̃μα του̃το νόμιμον σεαυτω̨̃ καὶ τοι̃ς υἱοι̃ς σου ἕως αἰω̃νος |
25 ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γη̃ν ἣν ἂν δω̨̃ κύριος ὑμι̃ν καθότι ἐλάλησεν φυλάξεσθε τὴν λατρείαν ταύτην |
26 καὶ ἔσται ἐὰν λέγωσιν πρὸς ὑμα̃ς οἱ υἱοὶ ὑμω̃ν τίς ἡ λατρεία αὕτη |
27 καὶ ἐρει̃τε αὐτοι̃ς θυσία τὸ πασχα του̃το κυρίω̨ ὡς ἐσκέπασεν τοὺς οἴκους τω̃ν υἱω̃ν Ισραηλ ἐν Αἰγύπτω̨ ἡνίκα ἐπάταξεν τοὺς Αἰγυπτίους τοὺς δὲ οἴκους ἡμω̃ν ἐρρύσατο καὶ κύψας ὁ λαὸς προσεκύνησεν |
28 καὶ ἀπελθόντες ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ Ααρων οὕτως ἐποίησαν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.