Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 12

εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν καὶ Ααρων ἐν γη̨̃ Αἰγύπτου λέγων
ὁ μὴν οὑ̃τος ὑμι̃ν ἀρχὴ μηνω̃ν πρω̃τός ἐστιν ὑμι̃ν ἐν τοι̃ς μησὶν του̃ ἐνιαυτου̃
λάλησον πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ λέγων τη̨̃ δεκάτη̨ του̃ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πατριω̃ν ἕκαστος πρόβατον κατ' οἰκίαν
ἐὰν δὲ ὀλιγοστοὶ ὠ̃σιν οἱ ἐν τη̨̃ οἰκία̨ ὥστε μὴ ἱκανοὺς εἰ̃ναι εἰς πρόβατον συλλήμψεται μεθ' ἑαυτου̃ τὸν γείτονα τὸν πλησίον αὐτου̃ κατὰ ἀριθμὸν ψυχω̃ν ἕκαστος τὸ ἀρκου̃ν αὐτω̨̃ συναριθμήσεται εἰς πρόβατον
πρόβατον τέλειον ἄρσεν ἐνιαύσιον ἔσται ὑμι̃ν ἀπὸ τω̃ν ἀρνω̃ν καὶ τω̃ν ἐρίφων λήμψεσθε
καὶ ἔσται ὑμι̃ν διατετηρημένον ἕως τη̃ς τεσσαρεσκαιδεκάτης του̃ μηνὸς τούτου καὶ σφάξουσιν αὐτὸ πα̃ν τὸ πλη̃θος συναγωγη̃ς υἱω̃ν Ισραηλ πρὸς ἑσπέραν
καὶ λήμψονται ἀπὸ του̃ αἵματος καὶ θήσουσιν ἐπὶ τω̃ν δύο σταθμω̃ν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοι̃ς οἴκοις ἐν οἱ̃ς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοι̃ς
καὶ φάγονται τὰ κρέα τη̨̃ νυκτὶ ταύτη̨ ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται
οὐκ ἔδεσθε ἀπ' αὐτω̃ν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι ἀλλ' ἢ ὀπτὰ πυρί κεφαλὴν σὺν τοι̃ς ποσὶν καὶ τοι̃ς ἐνδοσθίοις
10 οὐκ ἀπολείψετε ἀπ' αὐτου̃ ἕως πρωὶ καὶ ὀστου̃ν οὐ συντρίψετε ἀπ' αὐτου̃ τὰ δὲ καταλειπόμενα ἀπ' αὐτου̃ ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε
11 οὕτως δὲ φάγεσθε αὐτό αἱ ὀσφύες ὑμω̃ν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοι̃ς ποσὶν ὑμω̃ν καὶ αἱ βακτηρίαι ἐν ται̃ς χερσὶν ὑμω̃ν καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδη̃ς πασχα ἐστὶν κυρίω̨
12 καὶ διελεύσομαι ἐν γη̨̃ Αἰγύπτω̨ ἐν τη̨̃ νυκτὶ ταύτη̨ καὶ πατάξω πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πα̃σι τοι̃ς θεοι̃ς τω̃ν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν ἐγὼ κύριος
13 καὶ ἔσται τὸ αἱ̃μα ὑμι̃ν ἐν σημείω̨ ἐπὶ τω̃ν οἰκιω̃ν ἐν αἱ̃ς ὑμει̃ς ἐστε ἐκει̃ καὶ ὄψομαι τὸ αἱ̃μα καὶ σκεπάσω ὑμα̃ς καὶ οὐκ ἔσται ἐν ὑμι̃ν πληγὴ του̃ ἐκτριβη̃ναι ὅταν παίω ἐν γη̨̃ Αἰγύπτω̨
14 καὶ ἔσται ἡ ἡμέρα ὑμι̃ν αὕτη μνημόσυνον καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίω̨ εἰς πάσας τὰς γενεὰς ὑμω̃ν νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν
15 ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε ἀπὸ δὲ τη̃ς ἡμέρας τη̃ς πρώτης ἀφανιει̃τε ζύμην ἐκ τω̃ν οἰκιω̃ν ὑμω̃ν πα̃ς ὃς ἂν φάγη̨ ζύμην ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ ἀπὸ τη̃ς ἡμέρας τη̃ς πρώτης ἕως τη̃ς ἡμέρας τη̃ς ἑβδόμης
16 καὶ ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐται̃ς πλὴν ὅσα ποιηθήσεται πάση̨ ψυχη̨̃ του̃το μόνον ποιηθήσεται ὑμι̃ν
17 καὶ φυλάξεσθε τὴν ἐντολὴν ταύτην ἐν γὰρ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐξάξω τὴν δύναμιν ὑμω̃ν ἐκ γη̃ς Αἰγύπτου καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμω̃ν νόμιμον αἰώνιον
18 ἐναρχομένου τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ πρώτου ἀφ' ἑσπέρας ἔδεσθε ἄζυμα ἕως ἡμέρας μια̃ς καὶ εἰκάδος του̃ μηνὸς ἕως ἑσπέρας
19 ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ται̃ς οἰκίαις ὑμω̃ν πα̃ς ὃς ἂν φάγη̨ ζυμωτόν ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγη̃ς Ισραηλ ἔν τε τοι̃ς γειώραις καὶ αὐτόχθοσιν τη̃ς γη̃ς
20 πα̃ν ζυμωτὸν οὐκ ἔδεσθε ἐν παντὶ δὲ κατοικητηρίω̨ ὑμω̃ν ἔδεσθε ἄζυμα
21 ἐκάλεσεν δὲ Μωυση̃ς πα̃σαν γερουσίαν υἱω̃ν Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς ἀπελθόντες λάβετε ὑμι̃ν ἑαυτοι̃ς πρόβατον κατὰ συγγενείας ὑμω̃ν καὶ θύσατε τὸ πασχα
22 λήμψεσθε δὲ δέσμην ὑσσώπου καὶ βάψαντες ἀπὸ του̃ αἵματος του̃ παρὰ τὴν θύραν καθίξετε τη̃ς φλια̃ς καὶ ἐπ' ἀμφοτέρων τω̃ν σταθμω̃ν ἀπὸ του̃ αἵματος ὅ ἐστιν παρὰ τὴν θύραν ὑμει̃ς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν του̃ οἴκου αὐτου̃ ἕως πρωί
23 καὶ παρελεύσεται κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἱ̃μα ἐπὶ τη̃ς φλια̃ς καὶ ἐπ' ἀμφοτέρων τω̃ν σταθμω̃ν καὶ παρελεύσεται κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν ὀλεθρεύοντα εἰσελθει̃ν εἰς τὰς οἰκίας ὑμω̃ν πατάξαι
24 καὶ φυλάξεσθε τὸ ῥη̃μα του̃το νόμιμον σεαυτω̨̃ καὶ τοι̃ς υἱοι̃ς σου ἕως αἰω̃νος
25 ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γη̃ν ἣν ἂν δω̨̃ κύριος ὑμι̃ν καθότι ἐλάλησεν φυλάξεσθε τὴν λατρείαν ταύτην
26 καὶ ἔσται ἐὰν λέγωσιν πρὸς ὑμα̃ς οἱ υἱοὶ ὑμω̃ν τίς ἡ λατρεία αὕτη
27 καὶ ἐρει̃τε αὐτοι̃ς θυσία τὸ πασχα του̃το κυρίω̨ ὡς ἐσκέπασεν τοὺς οἴκους τω̃ν υἱω̃ν Ισραηλ ἐν Αἰγύπτω̨ ἡνίκα ἐπάταξεν τοὺς Αἰγυπτίους τοὺς δὲ οἴκους ἡμω̃ν ἐρρύσατο καὶ κύψας ὁ λαὸς προσεκύνησεν
28 καὶ ἀπελθόντες ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ Ααρων οὕτως ἐποίησαν
29 ἐγενήθη δὲ μεσούσης τη̃ς νυκτὸς καὶ κύριος ἐπάταξεν πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ ἀπὸ πρωτοτόκου Φαραω του̃ καθημένου ἐπὶ του̃ θρόνου ἕως πρωτοτόκου τη̃ς αἰχμαλωτίδος τη̃ς ἐν τω̨̃ λάκκω̨ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους
30 καὶ ἀναστὰς Φαραω νυκτὸς καὶ πάντες οἱ θεράποντες αὐτου̃ καὶ πάντες οἱ Αἰγύπτιοι καὶ ἐγενήθη κραυγὴ μεγάλη ἐν πάση̨ γη̨̃ Αἰγύπτω̨ οὐ γὰρ ἠ̃ν οἰκία ἐν ἡ̨̃ οὐκ ἠ̃ν ἐν αὐτη̨̃ τεθνηκώς
31 καὶ ἐκάλεσεν Φαραω Μωυση̃ν καὶ Ααρων νυκτὸς καὶ εἰ̃πεν αὐτοι̃ς ἀνάστητε καὶ ἐξέλθατε ἐκ του̃ λαου̃ μου καὶ ὑμει̃ς καὶ οἱ υἱοὶ Ισραηλ βαδίζετε καὶ λατρεύσατε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν καθὰ λέγετε
32 καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμω̃ν ἀναλαβόντες πορεύεσθε εὐλογήσατε δὲ κἀμέ
33 καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδη̨̃ ἐκβαλει̃ν αὐτοὺς ἐκ τη̃ς γη̃ς εἰ̃παν γὰρ ὅτι πάντες ἡμει̃ς ἀποθνή̨σκομεν
34 ἀνέλαβεν δὲ ὁ λαὸς τὸ σται̃ς πρὸ του̃ ζυμωθη̃ναι τὰ φυράματα αὐτω̃ν ἐνδεδεμένα ἐν τοι̃ς ἱματίοις αὐτω̃ν ἐπὶ τω̃ν ὤμων
35 οἱ δὲ υἱοὶ Ισραηλ ἐποίησαν καθὰ συνέταξεν αὐτοι̃ς Μωυση̃ς καὶ ἤ̨τησαν παρὰ τω̃ν Αἰγυπτίων σκεύη ἀργυρα̃ καὶ χρυσα̃ καὶ ἱματισμόν
36 καὶ κύριος ἔδωκεν τὴν χάριν τω̨̃ λαω̨̃ αὐτου̃ ἐναντίον τω̃ν Αἰγυπτίων καὶ ἔχρησαν αὐτοι̃ς καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους
37 ἀπάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Ραμεσση εἰς Σοκχωθα εἰς ἑξακοσίας χιλιάδας πεζω̃ν οἱ ἄνδρες πλὴν τη̃ς ἀποσκευη̃ς
38 καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοι̃ς καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα
39 καὶ ἔπεψαν τὸ σται̃ς ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου ἐγκρυφίας ἀζύμους οὐ γὰρ ἐζυμώθη ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι καὶ οὐκ ἠδυνήθησαν ἐπιμει̃ναι οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοι̃ς εἰς τὴν ὁδόν
40 ἡ δὲ κατοίκησις τω̃ν υἱω̃ν Ισραηλ ἣν κατώ̨κησαν ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἐν γη̨̃ Χανααν ἔτη τετρακόσια τριάκοντα
41 καὶ ἐγένετο μετὰ τὰ τετρακόσια τριάκοντα ἔτη ἐξη̃λθεν πα̃σα ἡ δύναμις κυρίου ἐκ γη̃ς Αἰγύπτου
42 νυκτὸς προφυλακή ἐστιν τω̨̃ κυρίω̨ ὥστε ἐξαγαγει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐκείνη ἡ νὺξ αὕτη προφυλακὴ κυρίω̨ ὥστε πα̃σι τοι̃ς υἱοι̃ς Ισραηλ εἰ̃ναι εἰς γενεὰς αὐτω̃ν
43 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων οὑ̃τος ὁ νόμος του̃ πασχα πα̃ς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτου̃
44 καὶ πα̃ν οἰκέτην τινὸς ἢ ἀργυρώνητον περιτεμει̃ς αὐτόν καὶ τότε φάγεται ἀπ' αὐτου̃
45 πάροικος ἢ μισθωτὸς οὐκ ἔδεται ἀπ' αὐτου̃
46 ἐν οἰκία̨ μια̨̃ βρωθήσεται καὶ οὐκ ἐξοίσετε ἐκ τη̃ς οἰκίας τω̃ν κρεω̃ν ἔξω καὶ ὀστου̃ν οὐ συντρίψετε ἀπ' αὐτου̃
47 πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ ποιήσει αὐτό
48 ἐὰν δέ τις προσέλθη̨ πρὸς ὑμα̃ς προσήλυτος ποιη̃σαι τὸ πασχα κυρίω̨ περιτεμει̃ς αὐτου̃ πα̃ν ἀρσενικόν καὶ τότε προσελεύσεται ποιη̃σαι αὐτὸ καὶ ἔσται ὥσπερ καὶ ὁ αὐτόχθων τη̃ς γη̃ς πα̃ς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτου̃
49 νόμος εἱ̃ς ἔσται τω̨̃ ἐγχωρίω̨ καὶ τω̨̃ προσελθόντι προσηλύτω̨ ἐν ὑμι̃ν
50 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ Ααρων πρὸς αὐτούς οὕτως ἐποίησαν
51 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐξήγαγεν κύριος τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου σὺν δυνάμει αὐτω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.